← 辛普里丘

亚里士多德《论灵魂》注释

§86.16-87.35

具有潜在生命的物体与作为形式因的灵魂

辛普里丘注解了亚里士多德灵魂定义中“潜在地具有生命的自然物体的”这一词句,阐明了灵魂并非纯粹相形式而是作为限定物体的理路从而属于形式因,并辨析了有死身体中潜在态与器官性的双重维度(限定因与动力因)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" Σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος." Ἐπεὶ γὰρ τὸ κοινῇ πάσῃ ὑπάρχον ἐπιζητεῖ ἐν τοῖς θνητοῖς ζῴοις ψυχῇ, οὐ τὸ χωριστὸν καὶ ἑαυτοῦ ὂν ἀποδίδωσιν αὐτῇ εἶδος, ἀλλὰ τὸ σώματος ὁριστικόν· τοῦτο γὰρ ἁπάσῃ κοινόν. καὶ μετὰ τὰ εἴδη μὲν ἡ ψυχή· ἀμέριστος γὰρ ἡ εἰδητικὴ οὐσία, ἀνειλιγμένη δὲ ζωὴ ἡ ψυχική (δηλοῖ δὲ καὶ ἡ λογικὴ ἐνέργεια, ἀφισταμένη πως τῆς οἰκείας οὐσίας καὶ ἐπιστρέφουσα ὡς εἰς ἑτέραν πρὸς αὐτήν, καὶ τοῖς γνωστοῖς κατὰ ἀπόστασίν τινα συναπτομένη)· μετὰ μὲν οὖν τὰ εἴδη ἡ ψυχή, ἀλλ’ ὅμως εἰς τὴν εἰδητικὴν ὑπάγεται αἰτίαν, ὥσπερ καὶ οἱ φυσικοὶ πάντες λόγοι. ὁρίζει γὰρ καὶ ἡ ψυχὴ καὶ οὐσιοῖ καθ’ αὑτὴν καὶ τελειοῖ τὰ μετέχοντα· διὸ καὶ ἐντελέχεια. ἔστι μὲν οὖν καὶ εἴδη ἄττα μετὰ τὰ πρῶτα καὶ ἑαυτῶν πάντῃ ὄντα ἑτέρων ὄντα ὁριστικά,1 ὡς τά τε φυσικὰ πάντα, σωμάτων ὄντα πάντα, καὶ τὰ τῶν ψυχῶν, οἷος ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος νοῦς· ἀλλὰ τὸ μὲν φυσικὸν εἶδος, εἰ καὶ μὴ πᾶν ἐστι ζωτικόν, διαφέρει καὶ τῷ ἀμερίστῳ τῆς ψυχῆς· ἀμέριστον γὰρ ἅπαν εἶδος· ἡ δὲ ψυχὴ λόγος τις περὶ τὸ εἶδος τὸ ζωτικόν, ἀνελίττων τὸ ἡνωμένως προειλημμένον ἐν τῷ εἴδει πλῆθος. τὸ δὲ τῆς χωριστῆς ψυχῆς ὁριστικὸν ἔστι μὲν καὶ αὐτὸ οὐχ ἑαυτοῦ πάντῃ, ἀλλ’ ἑτέρου τῆς ψυχῆς γενόμενον, οὐχὶ δὲ σώματος ἀλλὰ ψυχῆς. ἡ δὲ ψυχὴ ὅση ἑτέρου ἐστίν, ἐντελέχεια σώματός ἐστι πάντως καὶ τούτου τοῦ φυσικοῦ, ἐπειδὴ οὐσίας αἰτία, τὸ δὲ μαθηματικὸν οὐκ οὐσία· καὶ φυσικοῦ οὐχ ἁπλῶς, ἀλλὰ δυνάμει ζωὴν ἔχοντος. κατὰ γὰρ τὴν ψυχὴν ἡ ζωή, καὶ τὸ μεθέξον αὐτῆς ζωῆς εἶναι χρὴ δεκτικόν. καὶ οὐ πάντα ἁπλῶς τὰ φυσικά, ἀλλὰ τὰ ζῶντα τῇ ψυχῇ τελειοῦται, καὶ τοῦ δυνάμει ζῶντος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή. καὶ γὰρ ἤδη ζῶν τὸ θνητὸν σῶμα δυνάμει ἐστὶ ζῶν, ὡς οὐ συμφυῆ τῷ σώματι ἀλλ’ ἐπεισοδιώδη τῇ τῆς ψυχῆς παρουσίᾳ δεχόμενον τὴν ζωὴν τότε, καὶ ἐπιτήδειον γινόμενον κατὰ τοιάνδε κρᾶσίν τε καὶ διοργάνωσιν. ὁριστικὴ μὲν οὖν καὶ ἡ οὐρανία ψυχὴ τοῦ ἀϊδίου σώματος, ἀλλ’ οὐ νεύουσα πρὸς αὐτὸ οὐδ’ ὡς ὀργάνῳ αὐτῷ χρωμένη. ἴσως δὲ τὸ οὐράνιον σῶμα οὐδὲ δυνάμει ζωὴν ἔχει· οὐ γὰρ ἐπικτήτως μόνον, ἀλλὰ καὶ συνουσιωμένην ἔχει ζωήν. διὸ ἕτερον τρόπον ἐκεῖνο ἔμψυχον, ὡς ἤδη ζῶν ἐνεργείᾳ, καὶ ὡς αὐτοκινήτως τρόπον τινὰ καὶ ἀφ’ ἑαυτοῦ πρὸς τὴν ψυχὴν ἀνατεινόμενον καὶ αὐτὸ ἐκείνης ὄν, οὐχὶ δὲ ἐκείνου τῆς ψυχῆς γινομένης, ἀλλ’ ἑαυτῆς ἐκεῖνο ποιούσης. ἡ δὲ τῶν θνητῶν ζῴων ψυχὴ ἐντελέχεια φυσικοῦ σώματος, οὐκ εἶδος οὖσα ἀλλὰ λόγος. καὶ οἱ λόγοι δὲ εἰδητικαί εἰσι δευτέρως αἰτίαι. λογικὴ οὖν ἐντελέχεια ἡ ψυχή, καὶ οὐχ ἑαυτῆς οὐδὲ μένουσα ἐν ἑαυτῇ ὅλη, ἢ ὅλη οὕτως οὐσίωται, ἐν τῷ σωμάτων εἶναι ὁριστικὴ ἀνεπίστροφος πρὸς ἑαυτήν, ἢ εἰ καὶ διττὰς ἔχει ζωάς, κατὰ τὴν εἰς σῶμα ῥοπὴν καὶ τὴν ἀφ’ ἑαυτῆς ἔξω τεινομένην ἢ ὡς ζωοῦσαν τὸ σῶμα ἢ ὡς τῷ ζῶντι χρωμένην· καὶ γὰρ αὕτη ἐντελέχεια τοῦ φυσικοῦ δυνάμει ζωὴν ἔχοντος σώματος, καθάπερ ὁ κυβερνήτης τῆς νεώς, ὡς κινητικὴ καὶ ὡς χρωμένη τῷ ζῶντι σώματι. ὃ καὶ ὄργανον διὰ τοῦτο λέγεται ὡς τῇ χρωμένῃ ὑπηρετοῦν ψυχῇ, ἀλλ’ 〈οὐχ〉 ὡς τὰ ἄψυχα τῶν φυσικῶν,2 εἰδοποιούμενα μὲν καὶ αὐτά, οὐ μὴν ὡς ὀργανικά, ὅτι μὴ τὸ κινοῦν μηδὲ τὸ χρώμενον ἔχει ἔνδον· τοῦτο γὰρ τῶν ἐμψύχων ἴδιον, ὡς τὴν ψυχὴν τῶν ἄλλων διαφέρειν φυσικῶν εἰδῶν τῷ διχῶς εἶναι ἐντελέχειαν ὁριστικῶς τε καὶ κινητικῶς τοῦ ὀργάνου. φαίνεται δὲ πρότερον τὸ ὁριστικὸν παραδιδοὺς προστιθέναι ὕστερον τὸ κινητικὸν ὡς τελειότερον, ὅτε τὸ ὀργανικὸν τῷ θνητοειδῶς ζῶντι παντὶ ἀποδίδωσι σώματι. συντρέχει μὲν οὖν πάντως τὸ ὀργανικὸν τῷ δυνάμει ζωὴν ἔχοντι· οὐ μήν ἐστι τῷ λόγῳ ταὐτόν, οὐδὲ πρὸς τὴν αὐτὴν ἀπαραλλάκτως λέγεται ζωήν, ἀλλὰ ζωὴν μὲν ἔχει ὡς ζωτικῶς εἰδοποιούμενον καὶ καθ’ ἣν εἰδοποιεῖται ζωήν, ὄργανον δὲ γίνεται τῇ χρωμένῃ, ὑφ’ ἧς καὶ ζωοῦται, ἵνα καὶ συμφυῶς αὐτῷ χρῆται καὶ μόνῃ ὁρμῇ· ἐξήλλακται δὲ τὸ ὑφ’ οὗ κινεῖται τοῦ καθ’ ὅ,3 ὡς ποιητικὸν εἰδητικοῦ αἰτίου. μία μὲν οὖν ἡ ὅλη τοῦ ζῴου ψυχή, ἀλλὰ τὸ μέν τι ἔχουσα ἐξῃρημένον τὸ κινοῦν καὶ χρώμενον, τὸ δὲ ἐκτεινόμενον καὶ ἐκείνου γινόμενον ὡς ὁρίζον αὐτό.

“潜在地具有生命的自然物体的。” 因为既然他探求的是在有死动物中共同属于一切灵魂的东西,他就不是将可分离且自存的形式赋予灵魂,而是赋予它作为物体的限定者的形式;因为这乃是一切[灵魂]所共有的。并且灵魂居于诸形式之后;因为形式的实体是不可分的,而灵魂的生命则是展开的(这从理智活动也表现出来:它在某种程度上脱离自身的固有实体,如同走向另一者那样回归自身,并在一定的间距中与可知对象相联结)。因此,灵魂虽居于诸形式之后,但仍然归入形式因之下,正如一切自然的理路一样。因为灵魂同样限定分有它的事物,依其自身使之实体化并使之完满;因此它也是完全现实态。固然,在那些首要的、完全自存的[形式]之后,也存在着作为他者的限定者的某些形式,比如一切自然的[形式](它们全都是物体的形式),以及灵魂的诸形式(如被灵魂所分有的理智);但自然形式即便并非全部都是生命的,也由于形式的不可分性而与灵魂不同;因为一切形式都是不可分的;而灵魂则是关于生命形式的某种理路,展开了在形式中合一地被预先包含的繁复。至于可分离灵魂的限定者,它自身同样并非完全自存,而是属于另一者即灵魂,但它不是属于物体,而是属于灵魂。但灵魂只要属于另一者,就必然是某个物体的完全现实态,而且是这个自然物体的,因为它是实体的因,而数学的[物体]并非实体;并且不是单纯的自然物体,而是潜在地具有生命的[自然物体的完全现实态]。因为生命依灵魂而存,将分有它〔灵魂〕者必须能够接受生命。而且并非单纯一切自然物体,而是活着的事物由灵魂所成全,而灵魂正是潜在地活着身体的完全现实态。因为即使已经活着,有死的身体也是潜在地活着,因为它随后所接受的生命并非身体所固有的,而是通过灵魂的临在而附加上去的,并且身体是根据这般的调配与器官组织而变得适宜的。诚然,天界的灵魂也是永恒物体的限定者,但既不倾向于它,也不将它作为工具来使用。或许天界物体甚至并非潜在地具有生命;因为它具有的不仅是外得的,而且也是共实体化的生命。因此那物体是以另一种方式具有灵魂的,作为已经在现实中活着,并作为自身运动般地在某种程度上自发地向着灵魂延伸,它自身属于那灵魂,而并非灵魂属于那物体,毋宁说是灵魂使那物体成为属于自身的。而有死动物的灵魂则是自然物体的完全现实态,它不是形式而是理路。而理路也是第二位的形式因。因此灵魂是理路性的完全现实态,既不属于自身,亦非完全停留于自身之内,要么其全体就是这样被实体化于作为物体的限定者而无向自身的回归之中,要么即便具有双重生命,也是根据向物体的倾斜以及从自身向外伸展的[生命],即要么作为使身体活泼化者,要么作为使用活着身体者;因为正如船的舵手一样,灵魂作为推动者以及作为使用活着身体者,也是潜在地具有生命的自然物体的完全现实态。因此身体也被称为工具,作为服务于使用它的灵魂,但并不像自然的无生命之物那样;那些[无生命之物]虽然自身也被赋予形式,但决不是作为器官性的,因为它们在内部既没有推动者也没有使用者;因为这是具灵魂者的固有特征,以至于灵魂之所以不同于其他自然形式,乃在于它以双重方式作为工具的完全现实态,既是限定性地也是运动性地。他在首先阐明限定性之后,当把器官性赋予一切以有死形态活着的身体时,似乎是在后来作为更完全者补充了运动性。因此,器官性完全与潜在地具有生命相重合;然而在理路上并非同一,亦非毫无区别地针对同一生命而言,而是作为在生命上被赋予形式者并依其被赋予形式的生命而具有生命,但它成为使用者的工具(它也由使用者赋予生命),以便使用者既能如同固有地又能凭单一冲动使用它;并且由之被推动的原因与依之[被赋予形式]的原因是不同的,正如动力因与形式因之不同。因此,动物的整个灵魂虽是一,但有一部分是超绝的,作为推动者和使用者,另一部分则是伸展的,并作为限定那物体者而属于那物体。

语法注3 条
  1. 2.9μετὰ τὰ πρῶτα καὶ ἑαυτῶν πάντῃ ὄντα ἑτέρων ὄντα ὁριστικά

    介词 μετά 支配宾语短语 τὰ πρῶτα καὶ [τὰ] ἑαυτῶν πάντῃ ὄντα(“首要的、完全自存的诸形式”),其后的分词短语 ἑτέρων ὄντα ὁριστικά(“作为他者的限定者”)则是对主语 εἴδη ἄττα 的述谓修饰。介词补足语与述谓分词在语序上发生交错(hyperbaton)。

  2. 2.9ἀλλ’ 〈οὐχ〉 ὡς τὰ ἄψυχα τῶν φυσικῶν

    采用校订者所补充的否定词 〈οὐχ〉,本短语承接前句的 ὄργανον λέγεται(“被称为工具”)构成对比结构:即“作为服务于使用它的灵魂被称为工具,但并非像自然的无生命之物那样[被称为工具]”。

  3. 2.9ἐξήλλακται δὲ τὸ ὑφ’ οὗ κινεῖται τοῦ καθ’ ὅ

    动词 ἐξήλλακται(“有区别、不同”)以属格 τοῦ καθ’ ὅ 为补足语,表明“由之被推动者(动力因)与依之[被赋予形式者](形式因)有所区别”。紧随其后的 ὡς ποιητικὸν εἰδητικοῦ αἰτίου 分别与主格主语及属格补足语严格对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:86.16-87.35