← 辛普里丘

亚里士多德《论灵魂》注释

§85.7-86.15

生命的定义与作为形式实体的灵魂

承接亚里士多德将自然物体区分为具有生命与不具有生命的论述,注解者论证了植物性生命活动(通过自身而来的摄食、生长与衰竭)在本质上何以不同于无生命之物的变化,并阐明作为发动原理的生命和灵魂并非偶性,而是相对于质料的相形式实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

" Τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει." Οὐκ ἔχει μὲν τὰ ἀποσπάσματα τῶν στοιχείων καὶ ὅσα νενέκρωται· ἐνεργῆ δὲ τὰ ἔχοντα,1 οὐχ ὡς συμβεβηκότος τῆς ζωῆς μετασχόντα, καθάπερ τὸ ξύλον τοῦ σχήματος τῆς κλίνης. οὐσίαι γὰρ τὰ ζῶντα, ὥστε οὐσία καὶ ἡ ζωὴ καὶ κρείττων τῆς σωματικῆς, εἴ γε καὶ καθ’ αὑτὰ συνέχεται τὰ ὀργανικὰ τῶν ζῴων σώματα, καὶ εἴπερ τῶν ἐναντίων δεκτικά. καὶ ἄλλως δὲ τὸ ζῶν σῶμα μᾶλλον τοῦ ἀψύχου οὐσία, διὰ τὸ τὰ ζῶντα καὶ ἐγείρεσθαι οἴκοθεν πρὸς ἐνέργειαν καὶ γεννητικὰ εἶναι οὐσιῶν. καὶ οὐσίαι οὖν καὶ μειζόνως τῶν ἀψύχων οὐσίαι τὰ ζῶντα· ὥστε καὶ ἡ ζωή, καθ’ ἣν τὰ ζῶντα, οὐσία καὶ πρώτη καθ’ αὑτὴν οὐσία. καὶ ἔτι μειζόνως τῆς καθ’ ἣν ἡ ὑφ’ ἧς ζωοῦται τὰ ζῶντα.2 ψυχὴ δὲ ἡ καθ’ ἣν καὶ μάλιστα ἡ ὑφ’ ἧς. ἡ γὰρ καθ’ ἣν μόριον ψυχῆς ἢ εἴδωλον ψυχῆς, τὸ δὲ κινοῦν ἡ κυρίως ψυχή. ζωὴν δὲ λέγομεν τὴν δι’ αὑτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν, οὐ διότι ἐν μόνοις τούτοις τὸ ζῆν (καὶ γὰρ ἡ ὄρεξις καὶ ἡ αἴσθησις καὶ ὁ νοῦς ζωαί), οὐδ’ ὅτι πᾶν τὸ ζῶν τούτων κεκοινώνηκεν, ἀλλὰ μόνα τὰ θνητά, ἐπεὶ οὔτε τρέφεται οὔτε αὔξει οὔτε φθίνει τὰ οὐράνια· ἀλλ’ ἐπεὶ τῶν ἐμψύχων ἴδιον εἶναι βούλεται, ὡς καὶ Πλάτων, τὸ ἔνδοθεν κινεῖσθαι, τὴν ἐσχάτην ἐν τούτοις παρείληφε ζωήν, δεικνὺς καὶ ταύτην κινήσεώς τινος κατάρχουσαν. μεταβολὴ γὰρ κατὰ ποιότητα καὶ ποσότητα τροφή τε καὶ αὔξησις καὶ φθίσις, ἡ μὲν ἀναπληροῦσα τὸ ἐλλεῖπον κατά τε δύναμιν καὶ τὸ ποσόν, ἡ δὲ καὶ ἐπὶ πλέον ἐπιρρωννῦσά τε καὶ προστιθεῖσα, ἡ δὲ ἀφαιροῦσα ἀμφοῖν. γίνεται μὲν οὖν καὶ ἐπὶ ἀψύχων πρόσθεσίς τε καὶ ἀφαίρεσις, ἀλλὰ τὸ δι’ αὑτοῦ τῶν ἐμψύχων ἴδιον. τὸ μὲν γὰρ πῦρ τὸ καυστικὸν καὶ διαμένει καὶ πλέον γίνεται τῷ ἐπινέμεσθαι καὶ ἄλλοτε ἄλλο γίνεσθαι, ἄλλοτε ἄλλης ἐπιλαμβανόμενον τῆς καιομένης ὕλης. διὸ οὐ τροφὴ ἥδε οὐδὲ αὔξησις· οὐ γὰρ ὑπομένει τὸ ἐξ ἀρχῆς· ἀλλὰ γένεσις καὶ φθορὰ πυρός, ἑτέρου μὲν φθειρομένου ἑτέρου δὲ γινομένου, ὑπ’ ἄλλου ἀεὶ τοῦ προτέρου τοῦ ἐφεξῆς γινομένου.3 τῇ δὲ κηρίνῃ σφαίρᾳ προσθέντες κατὰ τὴν ἐπιφάνειαν μικρὸν αὔξομεν τὸν πρότερον ὄντα ὄγκον, οὔτε αὐτοῦ τι ἐνεργοῦντος τοῦ κηροῦ πρὸς τὴν αὔξησιν ἀλλὰ πάσχοντος μόνον, οὔτε δι’ ὅλου ἑαυτοῦ ἐπιρρωννυμένου. ἀλλὰ καὶ εἰ ὕδωρ εἴη, ἐπιμένον τε ὁπόσον ἦν, καὶ πλέον γινόμενον τῷ τὰ παρακείμενα σήπειν καὶ μεταβάλλειν εἰς ὕδωρ, οὔτε τρέφεται οὔτε αὔξεται. οὐ γὰρ ἐπιρρώννυται τὸ ἤδη ὄν, ἀλλ’ ἑτέρου κἀνταῦθα συμβαίνει γένεσις. ἐν δὲ τοῖς φυτοῖς καὶ ὅλως ἐν τοῖς τρεφομένοις ἥ τε ἕλκουσα τὴν τροφὴν δύναμις ἔνδον καὶ ἡ ἀλλοιοῦσα αὐτὴν καὶ τοῖς ἤδη οὖσι προσκρίνουσα μορίοις καὶ ὅλα δι’ ὅλων αὐτὰ ἐπιρρωννῦσα. ζῇ οὖν ταῦτα, ὅτι ἔνδον τὸ κινοῦν, καὶ τοῦτο δηλοῖ τὸ δι’ αὑτοῦ. καὶ γὰρ ἐν τῇ ἐσχάτῃ ζωῇ οὐ μόνον ἐστὶ τὸ ζωτικῶς κινούμενον, τουτέστι τρεφόμενον καὶ αὐξόμενον καὶ φθῖνον, ἀλλὰ καὶ τὸ κινοῦν καὶ ἡ ἀπεργαζομένη ταῦτα δύναμις καὶ οὐσία. τὸ μὲν οὖν ζῶν σῶμα οὐσία ὡς σύνθετος οὐσία ἐκ σώματος καὶ ζωῆς. ἡ δὲ ψυχὴ κατὰ τὴν ζωὴν καὶ οὐ κατὰ τὸ σῶμα· οὐδὲ γὰρ ἔμψυχον τὸ στερηθὲν σῶμα ζωῆς, οὔπω λέγω ψυχή.

“在自然物体中,有些具有生命,有些则不具有。” 不具有生命的是元素的零散碎块以及所有已经坏死的东西;而具有生命的则是活跃的,并非像木材分有床的形式那样作为偶性分有生命。因为活着的东西是实体,所以生命也是实体,并且高于物体的实体,假若动物的器官化身体也是由自身维系的,假若它们能接受对立面的话。从另一角度看,活着的身体也比无生命者更算得上是实体,因为活着的东西不仅从其内部被唤起走向现实活动,而且能繁衍实体。因此活着的东西既是实体,而且比无生命者在更大程度上是实体;所以它们依之而活的生命也是实体,并且是首要的自存实体。并且,比依之[而活的生命]进一步在更大程度上〔是实体〕的,是活着的东西由之而被赋予生命的[生命]。而灵魂正是依之[而活的生命],尤其是由之[而被赋予生命的生命]。因为依之而活者是灵魂的一部分或灵魂的肖像,而发动者才是严格意义上的灵魂。我们所谓的生命是指通过自身而来的摄食、生长与衰竭,这并不是因为活着仅在于这些之中(因为欲望、感觉和理智也是生命),也不是因为一切活着的东西都分有这些,而只是有死者分有(因为天体既不摄食,也不生长或衰竭);而是因为他像柏拉图一样,主张具灵魂者固有的特征是从内部被推动,所以他在这些之中选取了最低等的生命,以表明即便这[最低等的生命]也是某种运动的开端。因为摄食、生长与衰竭是依质和依量的变化:摄食在潜能和量上弥补所欠缺的,生长则进一步健强并增加,衰竭则从两者中减损。因此,增多与减少在无生命之物上也会发生,但‘通过自身’则是具灵魂者所固有的。因为燃烧着的火是通过蔓延并时而变为这个、时而变为那个,时而抓住这一、时而抓住那一可燃质料而持存并增大的。因此这既非摄食亦非生长;因为起初之物并未留存,而是火的生成与消灭,一方面是在消灭,另一方面在生成,相继生成者始终由在先的另一火产生。若我们给蜡球表面添加少许,我们增大了先前的体积,蜡本身对于这种增大并未起任何作用而仅仅是受动,也没有在自身全体之中被健强。即使有水,在保持原有之量的同时,通过使邻近之物腐败并将其变为水而增多,它既非被滋养亦非生长。因为现存之物并未被健强,而是此处同样发生了另一者的生成。但在植物中,以及一般在受滋养的事物中,汲取养分的潜能存在于内部,并改变它,使之与已存在的诸部分相结合,且贯通地彻底健强它们。因此这些事物活着,是因为推动者在内部,而这正是‘通过自身’所表明的。因为即便在最低等的生命中,不仅有在生命活动中被推动者(即被滋养、生长和衰竭者),而且有推动者,即实现这些事情的潜能与实体。因此,活着的身体是实体,是作为由身体和生命组成的复合实体。而灵魂则属于生命的范畴,并不属于身体;因为被剥夺了生命的身体甚至都不是具灵魂的,更不用说[是]灵魂了。

§2.8

"Μᾶλλον δὲ ὡς ὑποκείμενον καὶ ὕλη." Οὐ γὰρ ὡς ἡ οὐσία τοῖς συμβεβηκόσιν, οὕτω τὸ σῶμα τῇ ζωῇ ὑπόκειται, ἀλλ’ ὡς ὕλη τοῖς εἴδεσιν, ὁριζομένη καὶ οὐσιωμένη αὐτοῖς κατ’ ἐνέργειαν. διὸ εἰπὼν ὡς ὑποκείμενον, ἵνα δηλώσῃ ὅπως ὑποκείμενον, ἐπήγαγε καὶ ὕλη. οὐ δὴ κατὰ τὸ σύνθετον ἡ ψυχή, ἐπειδὴ κατ’ αὐτήν, ἀλλ’ οὐκ αὐτὴ τὸ ἔμψυχον.4 ὡς εἶδος οὖν ἡ ψυχὴ

“毋宁说是作为底层基体和质料。” 因为身体作为生命的底层,并不是像实体作为偶性的底层那样,而是像质料作为相形式的底层那样,在现实中由相形式所限定并实体化。因此他说“作为底层基体”,为了表明是何种底层基体,他补充说“和质料”。所以灵魂决不是复合之物[这一方],因为[复合之物是]依它[而存],但它自身并不是具灵魂之物。因此,作为相形式,灵魂

语法注4 条
  1. 2.7ἐνεργῆ δὲ τὰ ἔχοντα

    以 τὰ ἔχοντα(具有[生命]者)为主语,中性复数主格形容词 ἐνεργῆ(活跃的)为表语,省略了系动词 ἐστί。它与前句的 μέν 构成 μέν...δέ 的对比结构。

  2. 2.7καὶ ἔτι μειζόνως τῆς καθ’ ἣν ἡ ὑφ’ ἧς ζωοῦται τὰ ζῶντα.

    带省略的比较结构:比较级副词 μειζόνως 引出比较属格 τῆς καθ’ ἣν [sc. ζωῆς],而 ἡ ὑφ’ ἧς [sc. ζωή] 是主语,需补出表语 [sc. οὐσία ἐστίν]:'活着的东西由之而被赋予生命的[生命,是比]依之[而活的生命]更为重大的[实体]'。

  3. 2.7ὑπ’ ἄλλου ἀεὶ τοῦ προτέρου τοῦ ἐφεξῆς γινομένου.

    带有交错语序(hyperbaton)的独立属格结构:分词 γινομένου 的语法主语是 τοῦ ἐφεξῆς(相继的[火]),而介词短语 ὑπ’ ἄλλου ἀεὶ τοῦ προτέρου(始终由在先的另一者)表示受动行为的发动者。

  4. 2.8ἐπειδὴ κατ’ αὐτήν, ἀλλ’ οὐκ αὐτὴ τὸ ἔμψυχον.

    原因连词 ἐπειδή 所引导的从句中省略了谓语部分 [ἐστὶ τὸ ἔμψυχον],意为:'因为[具灵魂之物是]依它[而存],而它自身并不是具灵魂之物'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:85.7-86.15