← 辛普里丘

亚里士多德《论灵魂》注释

§83.24-85.6

三种实体划分与作为第一现实的灵魂

针对亚里士多德将实体划分为质料、相形式和复合体这三种类型,辛普里丘阐释了它们各自的规定(是否为‘这一个’、潜能与现实),以及第一现实与第二现实的区别如何应用于灵魂的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

" Ὃ καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι." Ὡρισμένης ὑπάρξεως τὸ τόδε δηλωτικόν (τὸ γὰρ ἐν περιγραφῇ τινι καὶ ὅρῳ καὶ οἷον ὑπὸ αἴσθησιν καὶ δεῖξιν πῖπτον), διὰ τῆς τοῦ τὶ προσθήκης καὶ τὸ μερικὸν δηλοῦν. μερικὸν δὲ ἅπαν τὸ σύνθετον καὶ οὐχ ὡς τὸ εἶδος τὸ μέν ἐστιν μερικὸν τὸ δὲ κοινῇ τῶν ὁμοειδῶν ὁριστικόν, ὡς ἐν ἄλλοις διώρισται. οὔτε οὖν ἡ ὕλη τόδε τι ὡς ἀόριστος διὰ τὴν ἀτελῆ καὶ δυνάμει καὶ δεκτικὴν μὲν ὅρου, οὔπω δὲ ὡρισμένην οὐσίαν, οὔτε τὸ εἶδος· ὅρος γὰρ τοῦτο καὶ τελειότης καὶ πρώτη καὶ καθ’ αὑτὴν οὐσία, ἀλλ’ οὐ τὸ ὁριζόμενον καὶ τέλειον καὶ τὸ οὐσιωμένον καὶ ἡ καθ’ ἕτερον οὐσία, ἐφ’ ἧς τὸ τόδε τι λέγομεν· ἥτις κατὰ τὸ εἶδος καὶ τὸ οὐσίᾳ εἶναι καὶ τὸ τοιάδε οὐσία ἔχει,1 ἐκ μὲν τῆς ὕλης τὸ ἀορισταίνειν πως καὶ τὸ δυνάμει ἔχουσα (φθαρτὸν γὰρ πᾶν τὸ ἔνυλον καὶ γενητόν, καὶ διὰ τοῦτο μὴ ὄν πως καὶ ὅταν ᾖ, ὡς ἐν τῷ νῦν εἶναι συνουσιωμένον ἔχον καὶ τὸ πρότερον μὴ εἶναι ὡς γενητὸν καὶ τὸ ὕστερον ὡς φθαρτόν, καὶ ἐφ’ ἑκάτερον τὴν τοῦ μὴ εἶναι δύναμιν), ἐκ δὲ τοῦ εἴδους τὸ εἶναι ὡρισμένως καὶ τελείως εἶναι καὶ τοιόνδε εἶναι.

“它按其自身并不是‘这一个’。” ‘这’是指明确定存立的(因为它是落入某种轮廓与界限中、可以说是属于感觉与指示之下的东西),而通过加上‘一个’[某种]也指明了个别之物。而一切复合之物都是个别的,并不是像相形式那样一部分是个别的,另一部分是同种事物的共同限定[定义],正如在别处所规定的那样。因此,质料由于是不完全的、潜能的、虽能接受界限却尚未被限定的实体而具有无定性,因而并不是‘这一个’;相形式也不是[‘这一个’];因为相形式是界限、完全性以及首要的、自存的实体,而不是被限定者、完全之物、被实体化者以及依他而存的实体——我们正是针对这后者才说‘这一个’的;这一[依他而存的实体]按相形式而具有‘作为实体而存在’和‘是这样一种实体’,从质料中则获得了某种程度的无定性和处于潜能中(因为凡有质料之物都是可灭的和生成的,因此甚至在它存在时在某种意义上也是非存在,因为它在其当下的存在中,实体性地联合了作为生成之物的先前的非存在与作为可灭之物的后来的非存在,以及朝向这两方面的非存在的潜能),而从相形式中则获得了被限定地存在、完全地存在以及作为这样一种东西而存在。

§2.4

"Ἔστι δὲ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια." Οὐ δήπου ὕλη δυνάμει ἐστίν, ἀλλ’ οὐσία δυνάμει, οὐχ ὡς ἐσομένη ποτὲ κατ’ ἐνέργειαν (μένει γὰρ ἀεὶ ὅπερ ἐστίν), ἀλλ’ ὡς κατὰ τὸ δεκτικὸν οὐσιωμένη καὶ τὴν ἀμυδρὰν καὶ ἀτελῆ οὐσίαν. τὸ δὲ εἶδος ἐντελέχεια, ὡς τελειότης καὶ ἐν τελειότητι ἔχον τὸ εἶναι, καὶ ὡς αὐτὸ ὂν καὶ τὸ σύνθετον ἐν τελειότητι συνέχον.

“质料是潜能,而相形式是现实。” 质料当然并不是潜能地[作为质料],而是在潜能中的实体,并不是指它将来会在某一时刻成为现实(因为它始终保持其所是),而是作为依接受能力以及依微弱而不完全的实体而被实体化的。而相形式是现实,是作为完全性,作为在完全性中具有存在,并且作为相形式自身存在且将复合之物维系在完全性之中。

§2.5

"Καὶ τοῦτο διχῶς, τὸ μὲν ὡς ἐπιστήμη, τὸ δὲ ὡς τὸ θεωρεῖν." Εἶδός τι μέλλων καὶ τὴν ψυχὴν τίθεσθαι, τὸ δὲ καθαρὸν καὶ πρώτως ὂν εἶδος ἀμέριστον ἅπαν εἰδώς,2 καὶ διὰ τοῦτο οὐδὲ τὴν ἐνέργειαν τῆς οὐσίας ἀπομερίζον ἀλλὰ τῇ οὐσίᾳ ὂν ἐνέργειαν, τὴν δὲ ψυχὴν ὡς πρώτως τοῦ ἀμερίστου ὑποβᾶσαν, καὶ διακεκριμένην ἔχουσαν ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, καὶ οὕτως ὡς μηδὲ ἀεὶ παροῦσαν ὅταν εἰς σῶμα νεύσῃ, διχῶς φησι τὸ εἶδος εἶναι, οὐ τὸ ἄυλον οὐδὲ τὸ τῶν ἀύλων ὁριστικόν, ἀλλὰ τὸ τῶν γενητῶν, ὧν καὶ αἱ ψυχαὶ τὴν αὐτὴν οὐκ ἀεὶ ἐνεργοῦσιν ἐνέργειαν, καὶ τὰ εἴδη πάντα ἄλλοτε ἄλλων ἐστὶν ὁριστικὰ ἁπάντων. ἐναργῶς δ’ οὖν ἡ τῶν θνητῶν ζῴων ψυχὴ οὐκ ἐν τῷ ἐνεργεῖν οὐσίωται, ὡς καὶ οὖσά ποτε καὶ οὐκ ἐνεργοῦσα, ἢ οὐχ ὡσαύτως ἐνεργοῦσα. διὸ κατὰ τὴν ἕξιν ἐστὶν ἐντελέχεια, καὶ οὐχ ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια. ἐπὶ τῶν ἀύλων γὰρ ἡ ταυτότης τῆς οὐσίας πρὸς τὴν ἐνέργειαν, καὶ ἐπὶ ψυχῆς, ὅσον αὐτῆς πάντῃ χωριστόν, δευτέρως καὶ διὰ τὴν πρὸς τὸν νοῦν συναφὴν συναιρούσης εἰς τὴν ἐνέργειαν.

“这也有两种方式,一种如知识,另一种如沉思。” 他既然打算将灵魂也设定为某种相形式,却又知道纯粹且首要存在的相形式完全是不可分的,因此并不把现实活动从其实体中分割出来,而是在其实体中即是现实活动;但灵魂是从不可分之物中首先降落的,具有从其实体中区分出来的现实活动,而且当它偏向身体时这种活动甚至并不总是现存的;基于此,他说相形式是二重的——并非指非质料的相形式或非质料之物的限定性相形式,而是指生成之物的相形式;这些生成之物的灵魂也并不总是施行同一现实活动,而且所有的相形式在不同的时候限定[规定]不同的事物。因此显而易见,有死动物的灵魂并不是在处于现实活动之中被实体化的,因为它有时存在却未在活动,或者并未以同样的方式在活动。所以它是依照状态[定态]而言的现实,而不是从状态中发出的现实活动。因为在非质料的事物中,实体与现实活动是同一的;而在灵魂中,就其完全可分离的部分而言,当它次要地并通过与理智的结合而收摄入现实活动之中时,〔也是同一的〕。

§2.6

"Οὐσίαι δὲ μάλιστα εἶναι δοκοῦσι τὰ σώματα καὶ τούτων τὰ φυσικά." Τριχῶς εἶναι τὴν οὐσίαν παραδούς, καὶ τὴν μὲν ὡς ἀτελῆ καὶ οὔπω ὡρισμένην θέμενος, ὡς ἀορισταίνουσαν μέν πως ἀλλ’ οὐκ ἐναντίως τῷ ὅρῳ, ὡς δὲ δεκτικὴν καὶ ἐφιεμένην τοῦ ὅρου, τὴν δὲ ὡρισμένην οὐ καθ’ αὑτὴν ἀλλὰ καθ’ ἑτέραν, τὸ εἶδος, καὶ μετέχουσάν πως καὶ τοῦ ἀορίστου, ὅση γε ἐξ ὕλης, τὴν δὲ ὡς πρώτην καὶ ὅρον καὶ τελειότητα, εἴ γε κατ’ αὐτὴν καὶ τὸ σύνθετον καὶ εἴ γε ἐντελέχεια τὸ εἶδος, ζητεῖ ἐν τίνι τούτων τὴν ψυχὴν τακτέον, πρότερον ὅτι οὐσία ὑπομνήσας ἐκ τῶν κατ’ αὐτὴν ὁριζομένων· πρὸς ἡμᾶς γὰρ πρῶτα τὰ κατὰ φύσιν ὕστερα. ὁρίζεται δὲ τῇ ψυχῇ τὰ ἔμψυχα καὶ ζῶντα· ὅτι δὲ ταῦτα οὐσίαι, ἐπιστώσατο ἐκ τοῦ καὶ πάντα τὰ φυσικὰ σώματα. πρόδηλα δὲ ταῦτα πᾶσιν ὄντα οὐσίαι, ὡς μὴ ἐν ὑποκειμένῳ ὄντα καὶ ὡς τῶν ἐναντίων δεκτικά, διὰ τὸ καὶ τῇ αἰσθήσει εἶναι γνώριμα. δοκοῦσι μὲν οὖν εἶναι ἐνίοις καὶ τὰ μαθηματικὰ οὐσίαι, ὡς τοῖς Πυθαγορείοις, καὶ τὰ τεχνητά, ὥσπερ τοῖς πολλοῖς, οἷον κλίνη καὶ πλοῖον διὰ τὰ ὑποκείμενα αὐτοῖς ξύλα· τὸ δὲ ἀληθὲς μόνα ἐκ τούτων τὰ φυσικά ἐστι σώματα, ἅπερ καὶ δοκεῖ καὶ ἔστι. ταῦτα γὰρ τῶν ἄλλων ἀρχαὶ τῶν δοκούντων μὲν οὐκ ὄντων δέ, τῶν μὲν μαθηματικῶν ὡς ἐξ ἀφαιρέσεως τούτων εἰλημμένων, τῶν δὲ τεχνητῶν ὡς ἐν τοῖς φυσικοῖς τὸ εἶναι ἐχόντων.

“身体看起来最是实体,而在这些身体中是自然物体。” 在阐明了实体有三种,并将一种设定为不完全且尚未被限定的(即在某种程度上无定但并不与界限相对立,而是作为能接受并追求界限者),将另一种设定为并非按其自身而是依他者即相形式而被限定的(只要出于质料,就在某种程度上分有无定者),将第三种设定为首要的、界限与完全性(假若复合之物是依照它而存,假若相形式是现实)之后,他探究在这三者中灵魂应当被置于哪一种,并在此之前依据由灵魂所限定的事物提醒人们灵魂是实体;因为对我们而言在先的,就本性而言在后。而具灵魂者与活着的东西是由灵魂所限定的;至于这些是实体,他从所有自然物体也是实体这一点作了确证。而这些对于所有人来说显然都是实体,因为它们不在主体之中,并且能接受对立面,这是由于它们对于感觉也是熟悉的。因此,对于某些人来说,数学对象看起来也是实体(如对毕达哥拉斯学派),而对于大众来说,人工物也是实体,例如床和船由于其底层的木材;但真实的情况是,在这些当中唯有自然物体既看起来是实体又确实是实体。因为这些是那些看起来是却不是实体的其他事物的本原,数学对象是从自然物体中通过抽象而被把握的,而人工物则是在自然物体中具有其存在的。

语法注2 条
  1. 2.3ἥτις κατὰ τὸ εἶδος καὶ τὸ οὐσίᾳ εἶναι καὶ τὸ τοιάδε οὐσία ἔχει

    关系代词 ἥτις 的先行词是紧邻其前的 ἡ καθ’ ἕτερον οὐσία(依他而存的实体,即由质料与相形式构成的复合实体)。κατὰ τὸ εἶδος 作状语修饰谓语动词 ἔχει,ἔχει 支配并列的两个宾格短语 τὸ οὐσίᾳ εἶναι(作为实体而存在)与 τὸ τοιάδε οὐσία [εἶναι](是这样一种实体),它们与后文的分词短语 ἔχουσα(从质料获得无定性与潜能)形成对称对比。

  2. 2.5Εἶδός τι μέλλων καὶ τὴν ψυχὴν τίθεσθαι, τὸ δὲ καθαρὸν καὶ πρώτως ὂν εἶδος ἀμέριστον ἅπαν εἰδώς

    全句为长距离隔置结构(hyperbaton),分词 μέλλων(打算)与 εἰδώς(知晓)修饰省略的主语(亚里士多德),统摄全句直至主动词 φησι。虽然省略了 μέν,但 μέλλων 分句与 τὸ δὲ καθαρὸν... εἰδώς 分句构成对仗,用以说明由于灵魂作为从纯粹不可分相形式降落的相形式将其活动同其实体区分开来,因而需要采用‘二重现实’这一框架的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:83.24-85.6