← 辛普里丘

亚里士多德《论灵魂》注释

§82.21-83.23

实体的属与作为形式实体的灵魂

针对亚里士多德《论灵魂》第二卷开篇关于“实体是存在者的一类”的说法,作者阐明了灵魂的共通界定是包含深度差异的、类同于焦点意义的共通性,并论证了灵魂既非质料性实体亦非复合实体,而是作为相形式的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων τὴν οὐσίαν." Περὶ τῆς ἐν τοῖς θνητοῖς ζῴοις ψυχῆς ὄντος τοῦ λόγου, οὐ πάσης οὔσης ὁμοειδοῦς πρὸς πᾶσαν, καὶ οὐδὲ συστοίχως μόνον ἀντιδιαιρουμένων, ἀλλὰ καὶ κατὰ βάθος πλείστης οὔσης διαφορᾶς ἐν αὐταῖς, ζητεῖ ὡς εἴρηται τὸ κοινῇ πάσῃ ὑπάρχον, εἰ καὶ μὴ συνώνυμον τὸ κοινόν, ἀλλὰ καθ’ ἕκαστον εἶδος ἐξαλλαττόμενον, ὡς μηδὲ αὐτὸ μένειν τὸ κοινὸν ἀνεξάλλακτον, οὐ κατὰ μόνας τὰς συστοίχως ἀντιδιαιρουμένας διαφοράς, ἀλλὰ καὶ κατὰ βάθος ἐξαλλαττόμενον, ὅτε καὶ αὐτὸ καθ’ αὑτὸ τὸ κοινὸν διαφορεῖται, κρειττόνως ἢ ὑφειμένως αὐτὸ τοῦτο ὂν ὅπερ εἶναι λέγεται. καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συστοίχων ἡ ἀντιδιαίρεσις οὐ κατ’ αὐτὸ τοῦτο ἀλλὰ κατὰ τὰς διαφοράς· οὐδὲν γὰρ μᾶλλον ἢ πρώτως ἢ κυριώτερον τὸ χρῶμα ἐν τῷ λευκῷ ἢ ἐν τῷ μέλανι, τὸ δὲ ὂν κυριώτερον καὶ ὄντως ὂν ἐν τῇ οὐσίᾳ ἢ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ τὸ ἀγαθὸν κυριώτερον ἐν τῇ θείᾳ αἰτίᾳ ἢ ἐν τοῖς αἰτιατοῖς, καὶ ἐν τούτοις μειζόνως ἐν τοῖς ἀιδίοις ἢ ἐν τοῖς φθαρτοῖς. διαφορεῖται μὲν γὰρ καὶ ἐν ἀνθρώπῳ καὶ ἐν ἵππῳ τὸ ζῷον, ἀλλὰ ταῖς διαιρετικαῖς αὐτοῦ διαφοραῖς καὶ οὐ ταῖς συστατικαῖς, διὸ καὶ οὐχ ᾗ ζῷον· τὸ δὲ οὐράνιον καὶ τὸ χθόνιον καὶ ᾗ ζῷον. τὸ γὰρ ἄφθαρτον καὶ φθαρτὸν διαιρετικαὶ μὲν τοῦ ὄντος, συστατικαὶ δὲ τοῦ ζῴου διαφοραί, τὸ δὲ αὐθέδραστον ἢ μὴ διαφοραὶ τοῦ ὄντος, καὶ τὸ ἁπλῶς καὶ πῇ ἐφετὸν τοῦ ἀγαθοῦ συστατικαί. τὸ δὴ οὕτω κοινὸν καὶ ἐπὶ ψυχῶν πρόκειται εὑρεῖν. λαβὼν τοίνυν οὐσίαν πᾶσαν εἶναι ψυχήν, ἐπειδὴ ζωὴ ἡ ψυχή, ἡ δὲ ζωὴ οὐσία, διότι καὶ τὸ ζῷον, τοῦτο δὲ οὐσία, ὡς πρὸ τοῦ ζῴου τὴν ζωὴν εἶναι οὐσίαν, δι’ ἣν καὶ ᾗ ὁριζόμενον ζῷόν ἐστι (καὶ γὰρ ὡς ζῷον οὐσία καὶ τῶν ἐναντίων ὡς ζῷον δεκτικόν), καὶ τοῦ σώματος αὐτοῦ κατὰ τὴν ζωὴν συνεχομένου, λαβὼν οὖν ἐκ τούτων οὐσίαν εἶναι τὴν ψυχὴν1 καὶ οὔτε ὑλικήν, διότι ἀτελὴς οὐσία ἡ ὑλική, κατὰ ἀμυδράν τινα τοῦ εἴδους ἀποτελεύτησιν τὴν δεκτικὴν τῶν εἰδῶν ὑφισταμένη2 — δεῖ γὰρ καὶ τὸ δεκτικὸν τῶν εἰδῶν ἔχειν μέν τινα πρὸς αὐτὰ οἰκειότητα, οὐ μὴν αὐτὰ εἶναι. καὶ ἡ ζωτικὴ οὖν ὕλη ἀμυδρὰν ἔχει πρὸς ζωὴν οἰκειότητα ὡς δεκτική· διὸ δυνάμει μὲν αὐτῇ, τῇ δὲ ψυχῇ κατ’ ἐνέργειαν πάρεστι τὸ ζῆν. οὐκ ἄρα ὑλικὴ οὐσία τῶν ζῴων ἡ ψυχή. ἀλλ’ οὐδὲ ἡ σύνθετος αὐτῶν οὐσία· οὐ γὰρ πρώτως, ἀλλὰ δευτέρως καὶ κατὰ τὴν μέθεξιν τῆς ζωῆς οὐσιοῦται τὸ ζῷον, καὶ πᾶν τὸ σύνθετον κατὰ τὸ εἶδος ἔστι τε καὶ τόδε τί ἐστιν· ὡς τὸ εἶδος καὶ τόδε τι ὂν πρώτως εἶναι. καὶ ἡ ζωὴ ἄρα πρὸ τοῦ ζῴου καὶ οὐσία ἐστὶ καὶ ζωτικὴ οὐσία ὡς οὐ κατὰ μέθεξιν ζῶσα, ἀλλ’ ὡς αὐτὸ τοῦτο οὖσα ζωή. τοῦτο δὲ ἦν τὸ τῶν ζῴων εἶδος. οὔτε οὖν κατὰ τὴν ὕλην οὔτε κατὰ τὸ ἔμψυχον οὐσία ἡ ψυχὴ ὑπάρχουσα ὡς τὸ εἶδος ἔσται οὐσία. τῆς οὐσίας δὴ τὸ μὲν ὡς ὕλην φησίν,

“因此,我们说实体是存在者的一类。” 既然论述是关于有死动物中的灵魂,而且并非所有灵魂与所有灵魂都属同一个种,它们也不仅仅是对等地相对划分,而且在它们之间在深度上也存在着极大的差异,因此正如所说,他探究普遍属于一切灵魂的东西,即使这一共通之物并非同名同义,而是依每个种发生变异,以至于共通之物本身也并非保持不变,不仅依对等划分的差异而变异,而且在深度上也发生变异,此时共通之物自身就按其自身发生分化,作为它所被称为的这同一个东西而更优越或更次等地存在。这并不像在对等事物上那样,其划分并非依据这同一个东西本身,而是依据差异;因为颜色在白中决不比在黑中更多、更在先或更本义,而‘存在’在实体中比起在其他范畴中则是更本义的、真实存在的;‘善’在神圣原因中比在被引起的原因物中更本义,而在这些原因物中,在永恒物中又比在可朽物中更重大。因为‘动物’既在人中也在马中分化,但这是由于其划分性差异而非构成性差异,因此并非就其作为动物而言[分化];但属天的和属地的即使就其作为动物而言也分化。因为不朽与可朽是‘存在’的划分性差异,却是‘动物’的构成性差异;自立与否是‘存在’的差异,而绝对可欲与在某种方面可欲是‘善’的构成性差异。因此,所要寻求的正是这样一种在灵魂上也共通的东西。于是,在设定一切灵魂都是实体之后——因为灵魂是生命,而生命是实体,这是因为动物也是实体,这一[动物]是实体,因而在动物之先,生命就是实体,正因生命且在以生命为规定的范围内它才是动物(因为事实上作为动物它是实体,且作为动物能接受对立面),而且身体本身也是依生命而被维系在一起的——,因此从这些理由中假定灵魂是实体,而且不是质料性实体,因为质料性实体是不完全的实体,它是依相形式的某种能接受相形式的微弱终末而成立的——因为相形式的接受者也必须与相形式有某种亲缘性,但决不是它们本身;因此有生机的质料作为接受者,也与生命有着微弱的亲缘性;所以潜能的‘活’属于质料,而现实的‘活’则属于灵魂;因此灵魂不是动物的质料性实体。但它也不是动物的复合实体;因为动物并非首要地、而是次要地并依对生命的共有而被实体化,而且每一个复合之物都是依相形式而存在且是‘这一个’;因此相形式作为‘这一个’首要地存在。因此,在动物之先,生命也是实体,并且是有生机的实体,它不是依共有而活,而是作为这本身就是生命而存在。而这就是动物的相形式。因此,灵魂既然既非作为质料亦非作为具灵魂者而是实体,它就将是作为相形式的实体。于是,他说,实体中有一种是作为质料的,

语法注2 条
  1. 2.2λαβὼν τοίνυν οὐσίαν πᾶσαν εἶναι ψυχήν... λαβὼν οὖν ἐκ τούτων οὐσίαν εἶναι τὴν ψυχὴν

    以 λαβὼν τοίνυν 开头的分词短语在经过一段长篇的原因解释(ἐπειδὴ ζωὴ ἡ ψυχή...)之后,由 λαβὼν οὖν 进行复述承接。该分词结构设定了灵魂为实体的命题,随后通过排除质料与复合实体(οὔτε ὑλικὴ... ἀλλ’ οὐδέ...),最终导向主句结论 ὡς τὸ εἶδος ἔσται οὐσία。

  2. 2.2κατὰ ἀμυδράν τινα τοῦ εἴδους ἀποτελεύτησιν τὴν δεκτικὴν τῶν εἰδῶν ὑφισταμένη

    ὑφισταμένη 为不及物用法(“存立/存在”),而 阴性宾格短语 τὴν δεκτικὴν τῶν εἰδῶν 作定语修饰 ἀποτελεύτησιν,指“能接受相形式的(终末)”。介词短语 κατὰ ἀμυδράν τινα τοῦ εἴδους ἀποτελεύτησιν 修饰 ὑφισταμένη,意为“依相形式的某种微弱终末”,表明质料作为形式在最边缘的退化微光而获得其接受性存立的方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:82.21-83.23