← 辛普里丘

亚里士多德《论灵魂》注释

§81.3-82.20

第一卷总结与灵魂共通定义的性质

辛普利丘总结了《论灵魂》第一卷的批判性成果,解释了亚里士多德在第二卷中所探求的灵魂共通定义乃是基于归一性多义而非单纯的同义或同名异义,并引出了412a3的引文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

Ἐν τῷ πρώτῳ ἱστορήσας τε ἅμα τὰς τῶν παλαιοτέρων δόξας καὶ ἐπεξεργασάμενος, καὶ διὰ τῆς ἐπεξεργασίας, ὅτι τε οὐσία καὶ ὅτι ἀσώματος,1 καὶ ὅτι τὸ μέν τι αὐτῆς ἐστιν ὡς κινουμένου τοῦ ζῶντος σώματος ὁριστικόν, τὸ δὲ ὡς κινοῦν, καὶ ὅτι ἡ λογικὴ ψυχὴ ἔχει τινὰς μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρωμένας ἐνεργείας, εἶτα καὶ ὅτι ἀρχικὴ αὕτη μάλιστα, καὶ ὅπως γινώσκει οὐ κατὰ τὴν στοιχειώδη ἀλλὰ κατὰ τὴν εἰδητικὴν πρὸς τὰ γνωστὰ οἰκειότητα, ἐνδειξάμενος δὲ καὶ τὸ διάφορον τῆς τῶν ὅλων στοιχείων πρὸς τὰ μερικὰ ψυχώσεως, ὅτι τε μία ἡ ἐν ἑκάστῳ ψυχὴ ὑπομνήσας, αὐτὸς καθ’ αὑτὸν ἀπὸ τοῦ δευτέρου τὴν θεωρίαν ποιούμενος καὶ περὶ πάσης ψυχῆς τῆς τῶν θνητῶν ζῴων τὴν πραγματείαν ποιησάμενος, ζητεῖ προηγουμένως τί κοινὸν πάσαις ὑπάρχει, καθ’ ὃ πᾶσαι εἰσί τε καὶ λέγονται ψυχαὶ αἱ τῶν θνητῶν ὡς εἴρηται ζῴων. ἀλλ’ ἐπεὶ οὔτε ὁμοειδεῖς ἀλλήλαις, οὔτε τὸ κοινὸν αὐταῖς συνωνύμως ὑπάρχει, οὐ μὴν οὐδὲ πάντη ὁμωνύμως, ἐπειδὴ καὶ μία πως ἡ τῆς ψυχικῆς ζωῆς ἔννοια, ἡ ἔνδοθεν κινητική, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ὁμωνύμων πλείους καθ’ ἕκαστον ἰδίως (ἄλλη γὰρ ἡ περὶ τοῦ χερσαίου κυνὸς παρὰ τὴν τοῦ θαλασσίου καὶ παρὰ τὴν τοῦ ἀστρῴου καὶ ἔτι παρὰ τὴν τοῦ ὡς σπασμοῦ ἔννοιαν· ἐπὶ δὲ τῆς ψυχῆς καὶ μία καὶ τὸ κοινὸν ἔχουσα παραλλάττον καθ’ ἕκαστον εἶδος, ὡς καὶ κατὰ βάθος πολλῆς γινομένης παραλλάξεως, καθάπερ ἔχει τὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα), ἀναγκαία ἐπὶ τούτων οὐχ ἡ κατὰ τὸ κοινὸν μόνον, οὐδὲ ἡ κατὰ μόνον τὸ παρηλλαγμένον, ἀλλ’ ἡ κατὰ τὸ συναμφότερον θεωρία, ἵνα ὡς ἔχει τὰ πράγματα οὕτως αὐτὰ γινώσκωμεν. ἔχει δὲ ὡς μήτε τὸ κοινόν ποτε ἄνευ τῆς εἰρημένης διαφορᾶς, μήτε τὸ παρηλλαγμένον ἄνευ τοῦ κοινοῦ ἄν ἢ εἶναι ἢ ἀκριβῶς θεωρεῖσθαι.2 ἀλλ’ ἐπειδὴ μεριστὴ οὖσα ἡ ἡμετέρα γνῶσις οὐκ ἰσχύει εὐθὺς ἐξ ἀρχῆς τὸ συναμφότερον ἑλεῖν, πρὶν ἰδίᾳ νοῆσαι ἑκάτερον, εἰκότως ὁ φιλόσοφος τί τὸ κοινὸν πρότερον θεωρεῖ, οὕτως ὂν κοινὸν ὡς τὰ πολλαχῶς λεγόμενα, ὡς τὸ ὄν, ὡς τὸ ἀγαθόν, ὡς τὸ ἕν, ὡς τὸ ὑγιεινόν· καὶ γὰρ οὐ τῶν συνωνύμων μόνον, ἀλλὰ καὶ τῶν οὕτω κοινῶν μία ἐστὶν ἐπιστήμη, ὡς αὐτὸς ἡμᾶς ἐν τῇ Μετὰ τὰ φυσικὰ διδάσκει πραγματείᾳ, καὶ ἕνα κοινὸν φέρε τοῦ ἑνὸς αὐτοῦ ἀποδίδωσι λόγον, καίτοι πολλαχῶς λεγομένου. οὕτω δὲ καὶ ἐν τῇ Φυσικῇ τῆς κινήσεως ἕνα ἀποδίδωσιν ὅρον. καὶ οὐ τοῦτο μεμπτὸν τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων ἀποδιδόναι ὅρον, ὅπερ καὶ πάντως ἀναγκαῖον ποιεῖν, ἀλλὰ τὸ ἀρκεῖσθαι τῷ κοινῷ, μὴ προστιθέναι δὲ καὶ τὸ καθ’ ἕκαστον ἴδιον, ἵνα τότε κατὰ τὸ κοινὸν ὁμοῦ καὶ τὸ ἴδιον τὴν ἀκριβῆ ἑκάστου ἕλωμεν γνῶσιν. πάλιν δὲ ὑπομνηστέον, ὡς περὶ τῆς ἐν τοῖς θνητοῖς ζῴοις ψυχῆς ὁ προηγούμενος αὐτῷ σκοπός, ὧν καὶ ἡ λογικὴ ἡμετέρα.

在第一卷中,他既回顾了古人的观点,又对它们进行了彻底探究,并通过这种彻底探究[阐明了]灵魂是实体,是非物体的,并且它的一部分规定了被运动的活着身体,另一部分则是运动者,以及理性灵魂具有某些甚至不将身体作为工具来使用的活动,进而还阐明了这一[理性灵魂]最是始基性的,以及它是如何并非依据元素的亲缘性、而是依据相形式的亲缘性来认识可认知对象的;在指出了元素整体的赋魂与各部分的赋魂之间的差异,并提示了在每一个体中的灵魂是单一的之后,他自身从第二卷开始展开独立的考察,对有死动物的一切灵魂进行论述,首要地探究一切灵魂所共有的是什么,正如所说,有死动物的一切灵魂正是凭此而存在并被称为灵魂的。然而,既然它们彼此既非同属一个种,其共通之物也非同名同义地属于它们,但确实也并非完全同名异义——因为以其由内激发运动而言,灵魂生命的观念在某种意义上是单一的,并不像在同名异义的事物上那样依各个个体而各自有多个(因为关于陆生犬的观念不同于海中犬的观念,不同于犬星的观念,又不同于抽搐的观念;但在灵魂上,观念既是单一的,又具有依每个种而变异的共通特征,在深度上也产生许多变异,正如那些被称为‘自一且归于一’的事物的情形一样)——,因此对于这些事物而言,必要的考察既不是仅依据共通之物的考察,也不是仅依据变异之物的考察,而是依据两者的结合的考察,以便我们能够如其所是地认识事物。而事物的状况是:共通之物若无前述差异便绝不可能存在或被精确考察,变异之物若无共通之物也绝不可能存在或被精确考察。然而,既然我们的认识是分殊的,在分别理解两者之前,不能一开始就把握两者的结合,故而哲学家首先考察共通之物是什么,乃是合情合理的;这一共通之物之所以是共通的,是如同多重意义上所说的事物那样,正如‘存在’、‘善’、‘一’、‘健康’一样。因为不仅对于同名同义的事物,而且对于如此共通的事物,亦存在一门单一的知识,正如他自己在《形而上学》这部著作中教导我们的那样,并且例如对于‘一’本身,尽管它有多重含义,他亦给出了一个共同的定义。同样,在《物理学》中他也为运动给出了一个定义。给出多重意义上所说的事物的共同定义——这甚至是绝对必要去做的——并不是值得指责的,值得指责的乃是满足于共通之物,而不再附加各个个体的特有属性,唯有同时依据共通属性与特有属性,我们才能获得对每个事物的精确认识。但必须再次提醒的是,他的主要旨归是有死动物中的灵魂,而我们的理性灵魂亦属于其中。

§2.1

"Τὰ μὲν δὴ ὑπὸ τῶν προτέρων παραδεδομένα περὶ ψυχῆς εἰρήσθω." Οὐ τὸ ἱστορήσθω μόνον δηλοῦντος τοῦ εἰρήσθω, ἀλλὰ καὶ τὸ ἐξειργάσθω,3 ἀναφανέντων ἐν τῇ ἐξεργασίᾳ τοῦ ἀσωμάτου πάσης ψυχῆς, τοῦ οὐσιώδους, τοῦ ἀρχικοῦ ὡς εἰδητικοῦ, τοῦ ἀμερίστως ἡνωμένου. ἐπαγγέλλεται δὲ διορίζειν καὶ τὸν κοινότατον ἀποδιδόναι τῆς ψυχῆς λόγον, ἵνα τὰ πάσῃ ψυχῇ τῇ περὶ ἧς ὁ λόγος κοινῇ τέως ὑπάρχοντα θεωρήσῃ, ὡς ὕστερον τὰ ἑκάστης προσθήσων ἴδια.

“前人关于灵魂所传承下来的学说,且就说到这里。” “且就说到这里”不仅意味着“且就回顾到这里”,而且意味着“且就彻底探究到这里”,因为在彻底探究中,一切灵魂的非物体性、实体性、作为相形式的始基性以及不可分割地结合在一起的合一性都被阐明了。他进而宣告要下定义并给出灵魂的最共通的说明,以便先考察所讨论的一切灵魂当前所共通具有的属性,而打算在随后再补充各个灵魂的特有属性。

语法注3 条
  1. 2.0Ἐν τῷ πρώτῳ ἱστορήσας τε ἅμα τὰς τῶν παλαιοτέρων δόξας καὶ ἐπεξεργασάμενος, καὶ διὰ τῆς ἐπεξεργασίας, ὅτι τε οὐσία καὶ ὅτι ἀσώματος

    这是一个长句(period),由句首的分词 ἱστορήσας 和 ἐπεξεργασάμενος 开始,经过后续的 ἐνδειξάμενος、ὑπομνήσας、ποιούμενος、ποιησάμενος,最终到达主句动词 ζητεῖ。在 καὶ διὰ τῆς ἐπεξεργασίας 之后,根据语境省略了“阐明/指明”(如 δείξας 或 ἐνδειξάμενος)这一分词概念,用以统辖随后的一系列 ὅτι 从句。

  2. 2.0ἔχει δὲ ὡς μήτε τὸ κοινόν ποτε ἄνευ τῆς εἰρημένης διαφορᾶς, μήτε τὸ παρηλλαγμένον ἄνευ τοῦ κοινοῦ ἄν ἢ εἶναι ἢ ἀκριβῶς θεωρεῖσθαι.

    该句由无人称表达 ἔχει ὡς(“事物的状况是……”)统辖带有 ἄν 的不定式(εἶναι、θεωρεῖσθαι)。ἄν 与不定式的结合表达了潜在或反事实的语气(“若无……便绝不可能存在或被考察”),其主语承接前句的 τὰ πράγματα。

  3. 2.1Οὐ τὸ ἱστορήσθω μόνον δηλοῦντος τοῦ εἰρήσθω, ἀλλὰ καὶ τὸ ἐξειργάσθω

    δηλοῦντος τοῦ εἰρήσθω 是独立属格结构(genitive absolute)。引文中的祈使动词 εἰρήσθω 被名词化(τὸ εἰρήσθω)作为分词 δηλοῦντος 的逻辑主语,并支配名词化的祈使形式(τὸ ἱστορήσθω、τὸ ἐξειργάσθω)作为宾语。此说明性短句省略了主谓动词,充当连接后文 ἐπαγγέλλεται 的前提说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:81.3-82.20