- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:8.34-10.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论灵魂》402a8–10的注疏。辛普利丘探讨了认识灵魂实体与附随属性(固有的以及与肉体共通的属性)的顺序,并论证了从把握实体的方法的单一性与多样性中所产生的把握之困难。
" Εἶθ’ ὅσα συμβέβηκε." Τὰ καθ’ αὑτὰ δηλαδή· τὰ γὰρ ὡς ψυχῇ. καὶ ἐπεὶ προηγεῖται κατὰ τὴν ἐξ αἰτίων γνῶσιν ἐπιστημονικὴν οὖσαν ἡ τῆς οὐσίας τῆς τῶν συμβεβηκότων,1 βουλόμεθα δὲ γενέσθαι ἐπιστήμονες, εἰκότως ἐπιζητοῦμεν πρότερον γνῶναι τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκεν. ἀλλ’ ἐπεὶ ἐκ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰ φύσει πρότερα ἡ μάθησις, ἀναγκαίως ἐν τῇ διδασκαλίᾳ ἀπὸ τῶν συμβεβηκότων τὴν οὐσίαν αἱρεῖ, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, πάθη λέγων οὐ τὰ ὁπωσοῦν αὐτῇ ὑπάρχοντα (οὐ γὰρ καὶ τὰς μονίμους αὐτῆς νοερὰς ἐνεργείας), ἀλλ’ ὅσα τῷ παθεῖν τι αὐτὴν ὑπάρχει, οἵα ἡ εἰς σῶμα ῥοπὴ καὶ ὅλως ἡ κατὰ προβολὴν ζωή· ἐν γὰρ ἀποστάσει πως τῇ ἀφ’ ἑαυτῆς, τοῦτο δὲ πάθος· ἐπεὶ ἡ μόνιμος ἐνέργεια ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ οὐ συμβεβηκός. τῶν δὲ συμβεβηκότων, ἃ καὶ πάθη ἔφη, τὰ μέν ἐστιν ἴδια τῆς ψυχῆς, ὡς ἡ θεωρητικὴ αὐτῆς γνῶσις οὐδὲν αἰσθήσει ἢ φαντασίᾳ ἢ ὅλως τῷ σώματι χρωμένη· ὅση δὲ αἰσθητικὴ καὶ φανταστικὴ καὶ ἡ ταύταις χρωμένη πρακτικὴ γνῶσις, κοινὴ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. οὐδὲ μόνων ἐστὶ τῶν ζῴων, ἅπερ ἐστὶ τὰ σύνθετα, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς. ὡς γὰρ ἐρεῖ, ἢ ἄρχεται ἐξ αὐτῆς ἢ λήγει εἰς αὐτήν.
“接着,附随于它的诸属性。” 显然是指本然的附随属性;因为是指作为灵魂而属于它的属性。并且,由于依循从原因出发的认识(即科学认识),关于实体的[认识]先行于关于附随属性的[认识],而我们期望成为具备科学认识者,因此理所当然我们探求先认识实体,然后再认识附随于它的诸属性。但是,由于学习是从对我们而言更易知者走向依本性先在者,所以在教学中他必然从附随属性出发来把握实体。在这些[附随属性]中,有些似乎是灵魂固有的情状——他所说的“情状”并非指以任何方式属于它的属性(因为绝非连同其常住的理智现实活动也算作情状),而是指由于灵魂承受了某种作用而属于它的属性,例如倾向于肉体,以及总的来说依投企而有的生命;因为[此类生命]在某种程度上处于离开自身的偏离之中,而这乃是一种情状;毕竟常住的现实活动与实体本身同一,并非附随属性。在这些他亦称之为情状的附随属性中,有些是灵魂固有的,例如其观照的认识完全不使用感觉、表象或根本不使用肉体;而凡是感觉的和表象的认识,以及使用这些认识的实践认识,则也共同属于其他动物。这些[认识]不仅属于复合体即动物,亦属于灵魂自身。因为正如他将要说明的那样,它们要么始于灵魂,要么终于灵魂。
"Πάντῃ δὲ καὶ πάντως ἐστὶ τῶν χαλεπωτάτων λαβεῖν τινα πίστιν περὶ αὐτῆς." Αἱρετὴν ἐκ τῶν εἰρημένων τὴν περὶ ψυχῆς ἐπιδείξας θεωρίαν καὶ ὅτι μάλιστα ἐπιζητοῦμεν τὴν οὐσίαν αὐτῆς γνῶναι προειπών, συντείνων τοὺς φιλοθεάμονας τῶν ὄντων, τὸ δύσληπτον πρῶτον μὲν καθόλου τῆς τῶν οὐσιῶν γνωστικῆς μεθόδου ὑπομιμνήσκει. οὔτε γὰρ εἰ μία ἢ πλείους ῥᾴδιον γνῶναι· καὶ γὰρ ἂν μία δόξειεν, ἐπεὶ καὶ αὐτὴ ἡ ζητουμένη οὐσία κοινὴ καὶ μία τις ἐν πᾶσιν εἶναι δοκεῖ καὶ ἡ τοῦ ὄντος κοινωνία, καὶ διὰ τὸ μίαν παραδίδοσθαι μέθοδον, ἐπὶ μὲν τῶν ἁπλῶν ἰδιοτήτων τὴν κατ’ ἐπιβολὴν σύνεσιν, ᾗ τοὺς ὅρους γινώσκομεν, ἐπὶ δὲ τῶν ἐκ πλειόνων τὴν ὡς ἐκ γένους καὶ διαφορῶν· καὶ πλείους αὖ διὰ τὴν ἑτερότητα τῶν τε γενῶν καὶ τῶν διαφορῶν καὶ δηλονότι καὶ τῶν εἰδῶν. εἴτε δὲ μία εἴτε πλείους εἴτε, ὅπερ ἀληθές, καὶ μία καὶ πλείους, οὐκ εὔκολος αὐτῆς ἡ κατάληψις, ἐπειδὴ καὶ πᾶσα ἐπιστημονικὴ ἕξις δύσληπτος, φύσεώς τε δεομένη ἐπιτηδείας καὶ γυμνασίας μακρᾶς καὶ διακεκαθαρμένης τῆς λογικῆς ζωῆς, εἰ μέλλοιμεν ὀρθῶς πάντως τοῦ προτιθεμένου τὴν οὐσίαν εὐέκτως αἱρεῖν. ἀλλὰ τοῦτο τὸ ζήτημα οὐκ ἴδιον τῆς περὶ ψυχῆς θεωρίας, κοινὸν δέ φησι πολλοῖς ἑτέροις, ἐφ’ ὅσων τὸ τί ἐστι ζητοῦμεν· κοινὴ γὰρ τούτων ἁπάντων ἡ ὁριστική. εἶτα ὅτι μία μετὰ παραμυθίας ὑποθέμενος (ὡς γὰρ μία ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἐπιστήμη, ἥπερ ἐστὶν ἡ ἀποδεικτική, οὕτω καὶ ἡ τοῦ τί ἦν εἶναι μία ἡ ὁριστική, ἐπεὶ καὶ ἡ διαιρετικὴ μία καὶ ἡ ἀναλυτικὴ ὡσαύτως), ζητητέον φησὶ τὴν μέθοδον ταύτην2 οὕτω δηλαδὴ ὡς ἕξιν κτήσασθαι ὁριστικήν. ἐπεὶ δὲ καὶ πολλαὶ τρόπον τινὰ (ὑπέμνησεν δὲ καὶ τοῦτο διὰ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος· δεῖ γὰρ ἐφ’ ἑκάστου ἰδιοτρόπως τῇ κοινῇ χρήσασθαι μεθόδῳ)· ἐπεὶ οὖν καὶ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι, τουτέστι τὸ τὴν ἴδιον ἑκάστου ἑλεῖν οὐσίαν. τὸ δὲ ἐπιφερόμενον τὸ ἐὰν δὲ φανερὸν ᾖ, πότερον ἀπόδειξις καὶ τὰ ἑξῆς ἐξήγησις εἶναί μοι τοῦ προειρημένου δοκεῖ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος, ὡς ἑπομένου τούτου καὶ τοῖς μίαν ἡντιναοῦν τὴν τοῦ τί ἐστιν ὁμολογοῦσι μέθοδον. ἕπεται γὰρ καὶ τούτοις ζητεῖν, ἐκ τίνων ἀρχῶν ὁ ἴδιος ἑκάστου ἀποδοθήσεται ὁρισμός.
“但在各方面以各种方式,要就灵魂获得某种确信乃是极其困难之事。” 他在根据前述论据表明关于灵魂的观照是值得选取的,并预先说明我们最探求认识其实体之后,为了激励热爱观照存在者的人们,首先使人想起认识实体的方法普遍地难以把握。因为认识这种方法是一个还是多个绝非易事。事实上,它亦可被看似为一个,因为所探求的实体本身是共同的,在一切事物中似乎都是某种单一者,存在的共有性亦是如此,且因为传授下来的方法只有一种:对于单纯的固有属性而言是直观的洞见(我们借此认识定义),而对于由多数元素构成者而言则是如由属与种差所构成的方法;而另一方面,由于属与种差以及显然亦由于种的殊异性,[该方法亦可看似为]多个。然而,无论它是一个还是多个,或者如实情那样既是一个又是多个,对它的把握皆非易事,因为任何科学的品格都难以把握,需要适宜的禀赋、长期的操练以及纯化了的理性生命,若我们要想在各方面正确且熟练地把握所讨论对象的实体的话。但是,这一探究并非关于灵魂的观照所独有,而是如他所说,在凡是我们探求“是什么”的多数其他事物中都是共通的;因为定义的[方法]对所有这些事物而言都是共通的。接着,他在提供了论证依据后假定该方法是一个(因为正如关于本然属性的科学——即论证的科学——是一个,关于本质的定义的科学亦是一个,毕竟划分的方法是一个,分析的方法同样亦是一个),并说应当探求这门方法,即显然要获得定义的品格。但是,由于该方法在某种方式下亦是多个(他亦借由“因为必须就每一事物把握其方式是什么”使人想起这一点;盖对于每一事物必须以特有的方式使用那共通的方法)——因此,由于它亦是多个,处理该论题即把握每一事物特有的实体便变得更加困难。而接下来的文句“但若清楚是论证还是……”等等,在我看来是对前述“因为必须就每一事物把握其方式是什么”的解释,因为这对于那些承认关于“是什么”的方法无论为哪一种都是单一者的人来说亦随之成立。因为探索应当从何种本原出发给出每一事物特有的定义,对于这些人而言同样是随之而来的课题。
- 1.6προηγεῖται κατὰ τὴν ἐξ αἰτίων γνῶσιν ἐπιστημονικὴν οὖσαν ἡ τῆς οὐσίας τῆς τῶν συμβεβηκότων
动词 προηγεῖται(先行于)的主语是由冠词 ἡ 引导的省略结构 ἡ [τῆς οὐσίας],即补全前面出现的 γνῶσις 而作“实体的认识”;随后的属格短语 τῆς τῶν συμβεβηκότων 则作比较属格,意为“相比于附随属性的[认识]”。前置词短语 κατὰ τὴν ἐξ αἰτίων γνῶσιν ἐπιστημονικὴν οὖσαν 充当标准状语,意为“依循从原因出发的认识(即科学认识)”。
- 1.7εἶτα ὅτι μία μετὰ παραμυθίας ὑποθέμενος ... ζητητέον φησὶ τὴν μέθοδον ταύτην
该句的骨干由分词 ὑποθέμενος(主格阳性单数,主语指亚里士多德)与主句动词 φησί(他说)构成。在 ὅτι μία 之后省略了 [ἐστὶν ἡ μέθοδος]。在插入了由 ὡς γὰρ μία... 引导的长篇理由说明之后,动词形容词结构 ζητητέον [εἶναι] τὴν μέθοδον ταύτην(应当探求该方法)作为间接引语的宾语与 φησί 相连接。
