- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:10.10-11.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《论灵魂》402a21–25,阐明不同研究对象具有不同本原,分析了定义中属与本质(“是什么”)的划分,并探讨了灵魂属于实体、性质还是数量范畴,以及它是潜在存在者还是某种现实(隐得来希)。
" Ἄλλαι γὰρ ἄλλων ἀρχαί." Ἕτεραι γοῦν ἀριθμῶν καὶ ἕτεραι ἐπιπέδων καὶ ἄλλαι τῶν φυσικῶν καὶ ἐπὶ πάντων ὁμοίως. κατὰ συμβεβηκὸς δὲ ἴδια τὰ ἀποδεικνύμενα λέγεται, κἂν οὐσιώδη ᾖ,1 ὅτι ὡς ἄλλο ἄλλου κατηγορεῖται πᾶν δεικνύμενον καὶ διὰ τοῦτο μὲν συμβεβηκὸς ὡς σὺν ἄλλῳ βεβηκός· ἴδιον δέ, ἐπειδὴ καὶ τὸ κοινὸν πλειόνων ἰδιοτρόπως χρὴ γινώσκεσθαι διὰ τῆς ἀποδείξεως. οὕτω μὲν οὖν πρῶτον κοινῇ τὸ δύσληπτον τῆς ὁριστικῆς ὑπέμνησεν ἕξεως. προστίθησι δὲ καὶ τὴν ἴδιον ἐπὶ τῆς ψυχικῆς οὐσίας χαλεπότητα, ἅμα καὶ τὰ προβλήματα ἐκτιθέμενος περὶ ὅσων ζητήσει διὰ τοῦ·
“因为不同事物具有不同的本原。” 至少数具有某些本原,平面具有另一些本原,自然事物又具有其他本原,在一切事物上皆是如此。而被论证的事物即使是本质性的,亦被称为偶性的固有属性,因为一切被表明的事物都是作为另一者而被述说于另一者,正因如此它乃是作为“与另一者相伴发生者”的偶性;但它又是固有属性,因为即便是属于多数事物的共通者,亦必须通过论证以特有的方式被认识。于是,他首先普遍地使人想起定义的品格是难以把握的。并且他还附加了对于灵魂实体而言特有的困难,同时借由下文陈述了他所要探求的论题:
"Πρῶτον δ’ ἴσως ἀναγκαῖον διελεῖν, ἐν τίνι τῶν γενῶν καὶ τί ἐστιν." Ἐπείπερ ἐν τοῖς ὁριστικοῖς λόγοις πρὸ πάντων ἐστὶ τὸ γένος λαμβανόμενον καὶ τότε ἡ διαφορά, διότι ἀμέριστον τὸ εἶδος καὶ ἀμερίστως τό τε ὡρισμένον καὶ χαρακτηριστικὸν συνειληφός, ὁ λόγος ἅμα τε διαιρῶν καὶ συνάγων ἰδίᾳ πρῶτον αὐτοῦ ἐμφαίνει τὸ ὡρισμένον, ἔπειτα δὲ τὸ χαρακτηριστικόν, ὧν τὸ μὲν ἐν τῷ τί ἐστι, τὸ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι γινώσκεταί τε καὶ λέγεται. διὸ καὶ αὐτὸς εἰπὼν ἐν τίνι τῶν γενῶν ἀναγκαῖον διελεῖν προστέθεικε καὶ τί ἐστι, σαφηνίζων τί δηλοῖ τὸ ἐν γένει εἶναι, ὅτι καθ’ ὅ τί ἐστιν, ὥσπερ ἐν διαφοραῖς καθ’ ὃ τοιόνδε. ἀμφισβητεῖται δὲ ἐπὶ ψυχῆς, εἰ τὸ γένος αὐτῆς οὐσία ἢ ποιὸν ἢ ποσόν. διὸ καὶ τούτων εἰδικῶς τῶν τριῶν ἐμνήσθη κατηγοριῶν, ὡς ἐν ταῖς φερομέναις δόξαις τῶν τριῶν λεγομένων, προσθεὶς δὲ τὸ ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν διὰ τὸ ἐνδέχεσθαί τινας καὶ ὑπ’ ἄλλην αὐτὴν ἄγειν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων οὐσίαν αὐτήν φασιν· οἱ δὲ ἁρμονίαν σωμάτων εἰπόντες καὶ οἱ τοιάνδε κρᾶσιν ἐν τῷ ποιῷ τίθενται. Ξενοκράτης δὲ ἀριθμὸν αὐτὴν θέμενος ἐν ποσῷ δοκεῖ.
“但或许首先必须区分它属于诸属中的哪一个,以及它是什么。” 因为在定义的言表中最先取得的是属,然后才是种差,盖由于种是不可分的,且不可分地包容了确定者与特征化者,定义言表在同时划分与综合之际,首先特有地彰显其中被确定者,然后彰显特征化者;在这两者中,前者是在“是什么”中被认识并述说的,而后者是在“是何种性状”中被认识并述说的。因此他本人在说“必须区分它属于诸属中的哪一个”之后,又添加了“以及它是什么”,阐明“在属中”意味着什么,即依其“是什么”而言,正如在种差中依其“是何种性状”而言一样。但是关于灵魂,关于它的属是实体、性质还是数量,是存在争议的。因此他具体提到了这三个范畴,因为在流行的意见中正是这三者被谈及,而加上“抑或是被划分的诸范畴中的某种其他范畴”,乃是因为有人亦可能将灵魂归入其他范畴。毕达哥拉斯派与柏拉图认为它是实体;而那些称其为肉体的和谐者以及称其为某种混合者,则将其置于性质之中。色诺克拉底主张它是数,因而看似将其置于数量之中。
"Ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ἢ μᾶλλον ἐντελέχειά τις· διαφέρει γὰρ οὔ τι σμικρόν." Ἡ μὲν πρώτη καὶ εἰλικρινὴς ἐντελέχεια τὸ εἶδός ἐστιν· ἡ γὰρ ἐνέργεια καὶ ἡ τελειότης τὸ εἶδος. ἐν δυνάμει δὲ ὂν οὐχ ἡ ὕλη μόνη ὡς ἀτελὴς καθ’ αὑτὴν ἐν τῷ δεκτικῷ τῶν εἰδῶν οὐσιωμένη, ἀλλὰ καὶ πᾶν τὸ εἰδοπεποιημένον, μάλιστα δὲ τὸ σύνθετον διὰ τὴν πρὸς ὕλην κοινωνίαν· ἤδη δὲ καὶ πᾶν τὸ σῶμα κἂν ἄυλον ᾖ, ὡς μὴ καθ’ ἑαυτὸ μηδ’ ὑφ’ ἑαυτοῦ ζῶν, ἀλλ’ ἑτέρωθεν· οὐ γὰρ ὡς σῶμα. ἡ δὲ ψυχὴ κατὰ μὲν ἀλήθειαν μέση τῶν εἰδῶν καὶ τῶν εἰδοπεποιημένων ὡς ὅλη δι’ ὅλης ἑαυτῆς τὴν πρὸς ἑκάτερον ἐμφαίνουσα κοινωνίαν. ἀξιοῦται δὲ ὑπὸ Ἀριστοτέλους διὰ τὸ ἀφ’ ἑαυτῆς ζῆν τε καὶ ἐγείρεσθαι, καὶ ὡς κινητικὴ τῶν σωμάτων ἀρχὴ οὐ πρὸς τὸ ὁριζόμενον ἀλλὰ πρὸς τὸ ὁρίζον ἀποκλίνειν.2 διὸ καὶ οὕτω πως ἔφη ἢ μᾶλλον ἐντελέχεια, ἐπειδὴ οὐκ εἰλικρινῶς οὐδὲ ἁπλῶς, εἴ γε καὶ ἡ λογικὴ ψυχὴ καὶ ὁ μετεχόμενος ὑπ’ αὐτῆς νοῦς δυνάμει τε καὶ ὑλικὸς λέγεται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ τὶς πρόσκειται, ὅτι μὴ ἀπροσδιορίστως καὶ ἁπλῶς ἐστιν ἐντελέχεια, ἀλλ’ ὑποβεβηκότως. ὅθεν οὐδὲ ἀεὶ κατὰ τὴν τελείαν ἵσταται ἐνέργειαν, ἀλλ’ ἐνίοτε κατὰ τὴν ἀτελεστέραν τὴν κατὰ τὴν ἕξιν. ἐν δυνάμει δὲ ὂν καὶ τὸ εἰδοποιούμενον θέμενος, ὅπερ ἐντελεχείᾳ μέν ἐστιν, οὐ μὴν ἐντελέχεια (αὕτη γὰρ τὸ εἶδος), εἰκότως τῷ ἐν δυνάμει οὐ τὸ ἐντελεχείᾳ, ἀλλὰ τὴν ἐντελέχειαν ἀντιτέθεικεν.3 ἐν μὲν γὰρ ἐντελεχείᾳ τὸ εἰδοποιηθέν, τὸ δὲ εἶδος οὐκ ἐν αὐτῇ, ἀλλ’ αὐτή, ὅπερ οὐ σμικρὸν διαφέρει. ἡ μὲν γάρ ἐστι καθ’ αὑτὴν οὐσία, ὡς ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ μανθάνομεν, ἡ δὲ καθ’ ἕτερον, καὶ ἡ μὲν πρώτη ἡ δὲ δευτέρα, καὶ ἡ μὲν αἰτία ἡ δὲ αἰτιατή.
“此外,它是属于潜在的存在者,抑或宁可说是某种现实?因为这差别绝非细小。” 第一且纯粹的现实是形相;因为现实活动与完满性即是形相。而潜在的存在者不仅是质料本身(质料作为自身不完满者,在能够接受形相的承受性中获得其实体),而且亦是凡被赋予形相者,尤其是由于与质料共有而〔处于潜在中的〕复合体;乃至如今一切物体亦然,哪怕是非质料的物体,因其并非依自身亦非由自身而活着,而是从别处获得生命;因为并非作为物体而活着。而灵魂在真理上乃是居于形相与被赋予形相者之间,其自身完完全全地彰显出与两者的共有关系。但亚里士多德认为,由于灵魂从自身生活且由自身唤起,并作为物体的动能本原,它并不偏向被规定者,而是偏向规定者。因此他亦以这种方式说“抑或宁可说是现实”,因为灵魂并非纯粹亦非单纯地是现实,毕竟理性灵魂与其所分有的理智亦被说成是潜在的且质料性的。出于同样的原因,亦附加了“某种”这一词,因为它并非无限定地且单纯地是现实,而是以下降的次等方式作为现实。由此,它亦非始终立于完全的现实活动之中,而是有时立于依据品格的较不完全的活动之中。他既将正在被赋予形相者——它虽处于现实中,却绝非现实本身(盖后者乃是形相)——亦设想为潜在的存在者,理所当然地,与潜在的存在者相对立的,他并未设定“处于现实中的存在者”,而是设定了“现实”。因为被赋予形相者是处于现实中,但形相并非处于现实中,而是现实本身,这具有不小的差别。盖形相乃是依其自身的实体,如我们在《形而上学》第七卷中所学到的,而另一者乃是依另一者的实体;一者是第一的,另一者是第二的;一者是原因,另一者是结果。
- 1.8κατὰ συμβεβηκὸς δὲ ἴδια τὰ ἀποδεικνύμενα λέγεται, κἂν οὐσιώδη ᾖ
主语为 τὰ ἀποδεικνύμενα(被论证的事物),谓语为 κατὰ συμβεβηκὸς ἴδια(偶性的固有属性)。辛普里丘将 κατὰ συμβεβηκός 与 ἴδια 结合为一个复合术语,并在后句中依词源和逻辑解释道:因其作为另一者被述说于另一者故为偶性(συμβεβηκός),因其必须通过论证以特有方式被认识故为固有属性(ἴδιον)。
- 1.10ἀξιοῦται δὲ ὑπὸ Ἀριστοτέλους διὰ τὸ ἀφ’ ἑαυτῆς ζῆν τε καὶ ἐγείρεσθαι, καὶ ὡς κινητικὴ τῶν σωμάτων ἀρχὴ οὐ πρὸς τὸ ὁριζόμενον ἀλλὰ πρὸς τὸ ὁρίζον ἀποκλίνειν.
句子的核心骨架为 ἀξιοῦται [ἡ ψυχή] ὑπὸ Ἀριστοτέλους ... ἀποκλίνειν,其中被动语态动词 ἀξιοῦται(被判断/被认为)支配不定词补足语 ἀποκλίνειν(偏向)。主语从前句承接“灵魂”(ἡ δὲ ψυχή)。插入的 διὰ τὸ ... 与 ὡς κινητικὴ ... 为修饰 ἀποκλίνειν 的原因状语成分。
- 1.10εἰκότως τῷ ἐν δυνάμει οὐ τὸ ἐντελεχείᾳ, ἀλλὰ τὴν ἐντελέχειαν ἀντιτέθεικεν
动词 ἀντιτέθεικεν(他将……对置)支配与格 τῷ ἐν δυνάμει(潜在者)和宾格 τὴν ἐντελέχειαν(现实)。被否定的宾格短语 τὸ ἐντελεχείᾳ(处于现实中的存在者)在此被排除,借此解释为何亚里士多德选择将形相本身的“现实”(ἐντελέχεια)而非复合体的“处于现实中者”(τὸ ἐντελεχείᾳ)作为潜在者的对立项。
