← 辛普里丘

亚里士多德《论灵魂》注释

§7.29-8.33

灵魂认识对真理及自然学的贡献

作者论证了对灵魂的认识为何对一般真理及自然学具有重大贡献(灵魂介于可知觉者与自然物之间,且为动物之本原),并阐明了本论著探究灵魂的“自然本性”与“实体”的双重宗旨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν· ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζῴων." Καὶ καθ’ αὑτὴν μὲν ἡ περὶ ψυχῆς εἴδησις καλή τε καὶ τιμία ὡς εἴρηται, μειζόνως δὲ εἰ καὶ πρὸς πᾶσαν ἀλήθειαν μεγάλα ἡ γνῶσις αὐτῆς συντελεῖ, τουτέστι πρὸς τὴν τῶν ὄντων ἐπιστημονικὴν γνῶσιν. ἀλήθειαν γὰρ νῦν οὐ τὴν αἰσθητικὴν οὐδὲ τὴν δοξαστικὴν ἀκουστέον, ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ τὴν τῶν οὐσιῶν, πρὸς ἣν οὐ μόνον συμβάλλεται ἡ τῆς ψυχῆς γνῶσις, ἀλλὰ καὶ μεγάλως· πρὸς μὲν τὴν περὶ τῶν ὄντων,1 ἐπειδὴ ὡς ἐν τοῖς Περὶ ζῴων μορίων ἔφη, οὐκ ἄνευ τῆς τοῦ νοῦ γνώσεως τὸ νοητὸν οἷόν τε γνῶναι, οὐδ’ ἄνευ τῆς τοῦ ἡμετέρου νοῦ, εἴ γε ἡμῖν ὁπωσοῦν γνωστὰ τὰ νοητά. ὁμοίως μὲν οὖν οὐδὲ τὰ αἰσθητὰ ἄνευ τῆς τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐπεὶ οὐκ ἐπιστητὰ οὐδὲ οὐσίαι, λόγος δὲ καὶ νοῦς ὁ τῶν οὐσιῶν καὶ τῶν φυσικῶν θεωρητικός, ἡ τούτου γνῶσις καὶ πρὸς τὴν τῶν φυσικῶν γνῶσιν ὡς ἐπιστητῶν ἱκανῶς συντελεῖ. ἔτι διὰ τὸ μέσην τῶν τε ἀληθῶς νοητῶν καὶ τῶν φυσικῶς ὄντων καὶ τῶν ἀμερίστων τε καὶ μεριστῶν εἶναι τὴν ψυχὴν καὶ ἡ περὶ αὐτῆς θεωρία ἱκανὴ πρὸς τὰς τῶν ἄκρων συμβάλλεσθαι φιλοσοφίας· πρὸς μὲν τὴν πρώτην διὰ τὴν πρὸς τὰ ἄλλα τῆς ψυχῆς ὁμοιότητα (ἐκ γὰρ τῶν μέσων ῥᾴων ἡ πρὸς τὰ κρείττω ἀναφορά), πρὸς δὲ τὴν φυσικὴν μάλιστα διὰ τὸ ὡς ἐξ αἰτίας τὰ αἰτιατὰ γινώσκειν ἐπιστημονικὸν ὑπάρχειν. εἰκότως οὖν μάλιστα πρὸς τὴν φύσιν, διότι ἡ ἐξ αἰτίων τῶν αἰτιατῶν γνῶσις κυριωτέρα τῆς ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἀναγομένης. ἐκ δὲ τῆς ψυχῆς τὰ φυσικὰ ὡς ἐξ ἀρχῆς ἤρτηται· κυριώτατα γὰρ τῶν φυσικῶν τὰ ζῷα, ὧν οἷον ἀρχή, φησίν, ἡ ψυχή, τὸ οἷον προσθείς, ὅτι τὸ εἶδος καὶ ἡ νοερὰ καὶ ἡ ἀμέριστος οὐσία ὄντως ἀρχή, ἡ δὲ ψυχὴ ἐκβᾶσα τῆς ἀμερίστου καθαρῶς οὐσίας καὶ τῆς ἀληθῶς ἀρχῆς ἀπολείπεται. καὶ γὰρ ἡ εἰδητικὴ ἀρχὴ ἀμέριστος (πᾶν γὰρ εἶδος ὅρος καὶ οὗ ἕνεκα· τελειότης γάρ) καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· νοῦς γὰρ τὸ πρώτως κινοῦν. δοκεῖ δὲ ἔφη οὐχ ὡς ἀμφισβητῶν, ἀλλ’ ὡς καὶ ὑπὸ τῶν ἄλλων ὁμολογούμενον.

“对其认识亦似乎对全部真理大有贡献,尤其是对自然;因为灵魂宛如动物的本原。” 关于灵魂的知识,如前所述,就其自身而言固然是美好且尊贵的,但若对其认识对全部真理,即对诸存在的科学认识大有助益,则更是如此。因为此处的“真理”不可理解为感觉的或意见的真理,而应理解为科学的以及关乎实体的真理,灵魂的认识对此不仅有所贡献,而且贡献巨大。就关乎存在的真理而言,乃是因为正如他在《论动物的部分》中所言,若不认识理智,便不可能认识可思的对象,若可思的对象对我们而言无论如何是可认识的,则离开对我们理智的认识亦不可能认识。类似地,若不认识具感觉能力者,亦不能认识感觉对象;但由于感觉对象既非科学的对象亦非实体,而考察实体与自然存在者乃是理性与理智之事,因而对这后者的认识对于把自然存在者作为科学对象来认识而言亦大有助益。此外,由于灵魂处于真正可思者与自然存在者之间,亦处于不可分者与可分者之间,因而对灵魂的观照足以对两端的哲学有所贡献:对于第一哲学,借由灵魂对其他事物的相似性而起贡献(因为从中间事物向更优者跃升更为容易);而尤其是对自然哲学,则借由从原因出发认识结果乃是科学的这一事实而起贡献。因此,理所当然是“尤其是对自然”,因为从原因出发对结果的认识,比从结果追溯至原因的认识更为根本。自然存在者依赖于灵魂,宛如依赖于本原;因为自然存在者中最首要的是动物,如他所言,灵魂乃是它们的“宛如本原”,他之所以加上“宛如”,是因为形式以及理智的、不可分的实体乃是真正的本原,而灵魂脱离了纯粹不可分的实体,故不及真正的本原。盖形式的本原乃是不可分的(因为一切形式皆是界限与终极目的,盖其为圆满),运动之本原所由出者亦不可分(因为理智乃是首先运动者)。至于他说“似乎”,并非表示疑虑,而是指这也为其他人所公认。

§1.5

"Ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν." Σαφέστερον τὸν σκοπὸν ἐκτίθεται διὰ τούτων, τῆς τε ψυχικῆς οὐσίας καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αὐτῇ τε τῇ ψυχῇ καὶ δι’ ἐκείνην τοῖς ζῴοις ὄντα θεωρητικόν τε καὶ γνωστικόν.2 δηλοῖ δὲ ἡ μὲν θεωρία τὴν ἐκ τῆς ἐναργείας καὶ ἐκ τῶν τῇ αἰσθήσει φαινομένων ἀναφορὰν εἰς τὴν περὶ αὐτῆς ἀλήθειαν, ἡ δὲ γνῶσις τὴν κατὰ λόγον ἐπιστημονικὴν κατάληψιν. ἡ δὲ φύσις οὔτε τὸ γένος δοκεῖ μοι δηλοῦν (οὐ γὰρ συνήθης ἡ χρῆσις) οὔτε ἐκ παραλλήλου ταὐτὸν τῇ οὐσίᾳ σημαίνει·3 ἀλλ’ ἡ μὲν τὸ ὅσον αὐτῆς πρὸς τὰ φυσικῶς ὄντα ἀποκλῖνον δηλοῖ, ἡ δὲ οὐσία τὸ πρὸς τὰ νοητὰ συγγενὲς καὶ χωριστόν.

“我们探求既观照又认识其自然本性与其实体。” 通过这些话,他更清晰地阐明了宗旨,这一宗旨乃是观照并认识灵魂的实体,以及属于灵魂自身并因灵魂而属于动物的本然属性。 “观照”表明从显然的事实和向感觉显现的事物向关乎它〔灵魂〕的真理的上升,而“认识”则表明依循理性的科学把握。“自然本性”在我看来既不表明属(因为这种用法并不习见),亦非与实体并列指称同一事物;相反,前者指明灵魂偏向自然存在者的部分,而“实体”则指明灵魂与可思者同族且可分离的部分。

语法注3 条
  1. 1.4πρὸς μὲν τὴν περὶ τῶν ὄντων

    承接前句的 πρὸς ἣν(即 πρὸς τὴν ἐπιστημονικὴν [ἀλήθειαν] καὶ τὴν τῶν οὐσιῶν),省略了 ἀλήθειαν(或 ἐπιστήμην / φιλοσοφίαν)。此处指关乎第一哲学(形而上学)之存在的真理,与后文关乎自然存在者的认识(καὶ πρὸς τὴν τῶν φυσικῶν γνῶσιν)相对立。

  2. 1.5ὄντα θεωρητικόν τε καὶ γνωστικόν

    阳性宾格单数分词 ὄντα 与句首的 τὸν σκοπόν 一致。它作为宾语“宗旨(σκοπός)”的述语性修饰成分,说明论著的宗旨在于观照并认识灵魂的实体及其固有属性。

  3. 1.5οὔτε ἐκ παραλλήλου ταὐτὸν τῇ οὐσίᾳ σημαίνει

    成语 ἐκ παραλλήλου 意为“并列地”或“作为同义重复”。辛普利丘在此论证“自然本性(φύσις)”并非作为“实体(οὐσία)”的单纯同义语并置出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:7.29-8.33