← 辛普里丘

亚里士多德《论灵魂》注释

§77.8-77.37

理智与较低生命的非物体合一及灵魂的各项活动

辛普利丘阐明了可分离的理智与较低级生命如何以非物体且不可分的方式合一,并引入亚里士多德探讨灵魂各项活动(认知、欲求、运动、植物性)属于整体灵魂还是各部分的文本(411a26)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.148#2

ἐν οὖν τῷ παντελεῖ χωρισμῷ οὐ μένει δηλαδὴ μία ἐξ ἀμφοῖν (οὐ γὰρ ἄν ἔτι πάντῃ εἴη κεχωρισμένη), ὁπότε καὶ σαφῶς εἴρηται περὶ τοῦ νοῦ “χωρισθεὶς δ’ ἐστὶ μόνον τοῦθ’ ὅπερ ἐστίν”, ὡς μόνον τὸ νοερὸν λείπεσθαι. ἐν δὲ τῇ ἔξω τοῦ νοῦ ῥοπῇ καὶ τῇ κατὰ προβολὴν ζωῇ ἡ πρὸς τὰς ἄλλας σύμφυσις,1 ἀλλ’ ἡ σύμφυσις οὐ κατὰ συνέχειαν, οἵα ἡ τῶν σωματικῶν μερῶν, ἀλλ’ ἡ ἀσωμάτοις προσήκουσα, ἀμερίστως πρὸς ἀλλήλας ἑνουμένων καὶ μιᾶς ἀμερίστου τῆς ὅλης ἀποτελουμένης· ὡς ἡ τοῦ λευκοῦ καὶ μέλανος ὄψις μία, κατὰ δύο μὲν ἐνεργοῦσα λόγους ἅμα, ὅλη δὲ κατ’ ἄμφω καὶ μία ὡς ἀμερὴς ἐν ἀμερεῖ τὰ δύο συνειληφυῖα. εἰ δὲ τῷ σώματι ἡ ψυχὴ οὕτω συνάπτεται, ὡς ἓν ἐξ ἀμφοῖν γίνεσθαι τὸ ζῷον, πολλῷ μᾶλλον συγχωρητέον τῇ ἐκ διαφόρων εἰδῶν ζωῆς ἑνώσει, κἂν αἱ μὲν ὦσιν ἀχώριστοι, ἡ δὲ χωριστὴ μὲν τῇ δὲ ἀφ’ ἑαυτῆς ἐκστάσει καὶ πρὸς τὸ ἔξω νεύσει ἀχώριστός πως γινομένη2 καὶ συναρμοζομένη πρὸς αὐτάς, καὶ τὰς μὲν κοινὰς ἐνεργείας καθ’ ὅλην αὐτὴν ἐνεργοῦσα τὰς δὲ χωριστὰς καθ’ ἑαυτὴν ἢ τὸ ἐξῃρημένον ἔχουσα πρὸς τὰς λοιπάς. νῦν οὖν τῇ Ἀριστοτελικῇ συμπαρακολουθήσωμεν λέξει. διακρίνας δὴ τὰς γνωστικὰς τῆς ψυχῆς ἐνεργείας ἀπὸ τῶν ὀρεκτικῶν καὶ ποικίλας εἶναι ἀμφοτέρας δηλώσας, τὰς μὲν ὡς δοξαστικὰς καὶ νοητικὰς καὶ αἰσθητικάς, τὰς δὲ κατὰ τὸ λογικὸν καὶ παθητικόν (παθητικὴ γὰρ ὄρεξις ἡ ἐπιθυμία, λογικὴ δὲ ἡ βούλησις), προσθεὶς δὲ καὶ τὰς κατὰ τόπον κινητικὰς καὶ ἔτι τὰς φυτικάς, ζητεῖ, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει καὶ πάσῃ, καθ’ ἣν νοοῦμέν τε καὶ αἰσθανόμεθα καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ἢ μορίοις ἑτέροις ἕτερα. ἐπεὶ δὲ τὸ μέν τι νοεῖν τῆς νοητικῆς ἐστι ψυχῆς ἴδιον, μάλιστα μὲν τὸ μόνιμον, εἰς τὴν οὐσίαν τῆς ἐνεργείας συναιρουμένης, ἤδη δὲ καὶ τὸ κατὰ προβολήν, ὅσον μὴ τῷ σώματι ὡς ὀργάνῳ χρῆται μηδὲ συμπαραλαμβάνει τὴν φαντασίαν, κἂν ἑπομένην αὐτὴν ἔχῃ καθάπερ σκιὰν παρακολουθοῦσαν, τὸ δέ τι νοεῖν, ὃ παθητικὸν ἐρεῖ σὺν φαντασίᾳ γινόμενον, περὶ τούτου νῦν ἐρωτῶν διακρίνει αὐτὸ ἀπὸ τοῦ προτέρου, τῷ ἡμᾶς φάναι εἶναι τοὺς νοοῦντας,3 ὧδε εἰπών·

因此,在完全的分离中,由两者构成的单一者显然不复留存(因为否则它就绝不会依然全然被分离),因为关于理智亦已明确说过,“被分离之后,它唯独是其自身所是”,以致唯有智性部分被留存下来。而在理智向外的倾斜中以及在依投企的生命中,发生着与其余诸生命的天然结合;但这种天然结合并非依连续性——犹如物体诸部分的结合——而是适合于非物体者的结合,它们不可分地彼此合一,并成就为一个单一且不可分的整体。这正如对白与黑的单一视觉,虽同时依两个比例活动,却依两者皆作为整体临在,并且作为不可分者在不可分之中包揽了两者,因而是一。如果灵魂与肉体如此联结,以致由两者生成单一的动物,那么对于由不同生命形式构成的合一,就更当予以承认——即便前者是不可分离的,而后者虽本是可分离的,却因脱离自身并朝向外在的倾斜而在某种程度上变为不可分离且与它们相协调,并且依其自身整体施行共同的现实活动,而依自身施行分离的现实活动,或者保持着相对于其余者的超绝地位。现在,就让我们跟随亚里士多德的字句。他把灵魂的认知性活动与欲求性活动区分开来,并指明两者皆是多样的——前者表现为意见性的、理智性的与感觉性的,后者则依理性部分与受动部分(因为欲望是受动的欲求,而意愿是理性的)——并且又补充了依位置运动的活动以及植物性活动,进而探究这些活动中的每一者究竟是属于整个灵魂及其全体(正是依这灵魂,我们思惟、感觉、运动,并施行和受动其余的每一件事),还是不同的活动属于不同的部分。由于某一种思惟是理智灵魂所特有的——尤其是那种当现实活动聚拢于其实体之中的恒常思惟,不过依投企的思惟只要不把肉体当作工具使用亦不接纳表象(即便它拥有表象如同阴影般伴随),便亦已然如此——而另一种思惟则是他将称之为与表象一同发生的受动思惟;如今在探讨这一种思惟时,他通过说“正是我们是思惟者”,将它与前一种思惟区分开来,如此说道:

语法注3 条
  1. 1.148ἐν δὲ τῇ ἔξω τοῦ νοῦ ῥοπῇ καὶ τῇ κατὰ προβολὴν ζωῇ ἡ πρὸς τὰς ἄλλας σύμφυσις

    主句省略了谓语动词(γίνεται或ἐστίν)。主语为 ἡ πρὸς τὰς ἄλλας σύμφυσις(“与其余[生命]的天然结合”),前面的介词短语 ἐν δὲ τῇ ἔξω τοῦ νοῦ ῥοπῇ... 表达其发生的场合与条件。

  2. 1.148κἂν αἱ μὲν ὦσιν ἀχώριστοι, ἡ δὲ χωριστὴ μὲν τῇ δὲ ἀφ’ ἑαυτῆς ἐκστάσει καὶ πρὸς τὸ ἔξω νεύσει ἀχώριστός πως γινομένη

    在由 κἂν(= καὶ ἐάν)引导的让步从句中,αἱ μέν(较低级的诸生命)与 ἡ δέ(理智生命)形成对比。分词 γινομένη, συναρμοζομένη, ἐνεργοῦσα, ἔχουσα 均依附于 ἡ δέ,解释了理智生命在本性上虽是可分离的(χωριστή),却如何通过外倾而变得在某种意义上不可分离。

  3. 1.148τῷ ἡμᾶς φάναι εἶναι τοὺς νοοῦντας

    带冠词不定词的与格 τῷ φάναι 表示手段或依据(“通过说”),支配着宾格不定词短语 ἡμᾶς ... εἶναι τοὺς νοοῦντας(“思惟者正是我们”)。这构成了亚里士多德在此指的是复合体而非纯粹分离知性的依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:77.8-77.37