- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:76.13-77.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论灵魂》411a26,辛普里丘探讨了个体中的灵魂究竟是一还是多、其实体是单纯还是复合,以及它临在于肉体的方式,指出柏拉图与亚里士多德皆将可分离的理智生命与同肉体协同活动的受动生命严格区分开来。
" Ἐπεὶ δὲ τὸ γινώσκειν ψυχῆς ἐστι καὶ τὰ ἑξῆς." Τὸ ζητούμενον πότερον μία ἐστὶν ἡ ἐν ἑκάστῳ ζῴῳ ψυχὴ ἢ πολλαὶ καθ’ ἕκαστον, ἐπειδὴ καὶ ἐνέργειαι αὐτῆς πολλαί τε καὶ πολυειδεῖς, καὶ εἰ μία, πότερον σύνθετος ἐκ πλειόνων οὐσιῶν ἢ ἁπλῆ μὲν πολυδύναμος δέ, ὅθεν τὸ πλῆθος τῶν ἐνεργειῶν. οὐ γὰρ δὴ πολλαὶ διεσπασμέναι ἔσονται οὐσίαι καὶ οὐ μιᾶς οὖσαι ψυχῆς πληρώματα,1 ἐπειδὴ ὥσπερ τὸ σῶμα ἓν καὶ τὸ ζῷον, ἀναγκαῖον καὶ τὴν ψυχὴν εἶναι μίαν. ἔτι δὲ ἓν τὸ λέγον ‘ἐγὼ ἐνόησα καὶ ᾐσθόμην καὶ ἐθυμώθην καὶ ὠρέχθην’· οὐκ ἂν ἦν, εἰ μὴ ὁπωσοῦν μία ἦν ἡ ψυχή. ὅτι μὲν οὖν μία ἐναργές· ἀλλὰ πότερον ἁπλῆ κατ’ οὐσίαν ταῖς 〈δὲ〉 δυνάμεσι πληθυνομένη, ἢ καὶ κατ’ οὐσίαν πολλή; τῆς γὰρ ἁπλῆς ἴσως καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἁπλῆ, ὡς καὶ τῆς λογικῆς λογική, ἢ καὶ τῇ οὐσίᾳ πολλή. καὶ εἰ τοῦτο, πότερον ἀεὶ τοῦ νοητικοῦ ἐν ἡμῖν τῷ παθητικῷ συμπεφυκότος καὶ τῷ θρεπτικῷ, ἢ ἐν τῇ εἰς σῶμα ῥοπῇ ταῦτα προσλαμβάνοντος καὶ μιᾶς συντεθειμένης ἐκ πλειόνων ζωῶν, ὥσπερ καὶ ἐκ ψυχῆς 〈καὶ σώματος〉 ἓν γίνεται τὸ ζῷον, 〈ἐν〉 ἡμῖν οὐκ ἀεὶ συμπεφυκότων2 ἀλλὰ ποτέ; καὶ εἰ οὕτως, ἆρα προυπαρχουσῶν μὲν τῶν διαφόρων ζωῶν γίνεται ἡ σύμφυσις ποτέ, ἢ ἐνίων τότε γινομένων; εἰ δὲ ἀεί, πότερον καὶ τῶν λοιπῶν διὰ τὸν νοῦν χωριζομένων τοῦ σώματος, ἢ καὶ τοῦ νοῦ ἀχωρίστου διὰ τοὺς λοιποὺς ὄντος. συντελεῖ δὲ τὸ κεφάλαιον καὶ πρὸς τὸ πῶς ψυχοῦται τὰ σώματα, πότερον ὑπὸ τῆς ὅλης, ἢ ὑπό τινων αὐτῆς δυνάμεων· καὶ εἰ ὑπὸ τῆς ὅλης, πότερον κατ’ ἄλλην ἄλλῳ μορίῳ παρούσης, ἢ ὅλης ἁπανταχοῦ· καὶ πότερον ὅλης κατὰ πάσας, ἢ ὅλης μὲν ἀλλ’ οὐ κατὰ πάσας· οὐ γὰρ δὴ καὶ κατὰ τὰς χωριστάς. ὁ μὲν οὖν Πλάτων σαφῶς ὕστερον τῇ λογικῇ ζωῇ, ἣν καὶ ἀθάνατον καλεῖ, τὴν παθητικήν, ἣν θνητὸν εἶδος ζωῆς, προσυφαίνεσθαι λέγει. οἶμαι δὲ ὡς καὶ Ἀριστοτέλης οὕτως, τὴν μὲν χωριστὴν εἰδὼς καὶ οὐδὲ ὡς ὀργάνῳ ποτὲ χρωμένην τῷ σώματι οὐδὲ συνέχουσάν τι τοῦ σώματος μόριον, ποτὲ δὲ παντελῶς καὶ ἀφισταμένην τῆς ἔξω ῥοπῆς καὶ εἰς τὴν οὐσίαν συναιροῦσαν τὴν ἐνέργειαν καὶ χωρισθεῖσαν μόνην εἶναι τοῦτο ὅπερ ἐστί,3 τὴν δὲ ἄλλην ζωὴν ἀχώριστον λέγων, καὶ σὺν τῷ σώματι ἀεὶ ἐνεργοῦσαν· οὐ γὰρ τῆς ψυχῆς ἀλλὰ τοῦ συναμφοτέρου εἶναι τά τε πάθη καὶ τὰ τοιαῦτα ἔργα, οἷον αἰσθήσεις φαντασίας ὀργάς καὶ ὅσαι λογικαὶ τῷ σώματι χρῶνται συνεργῷ, ἃς διανοητικὰς καλεῖ, ὡς τὰς χωριστὰς ἐπιστημονικῶς θεωρητικὰς καὶ νοητικάς.
“既然认识属于灵魂,等等。” 所探讨的问题是:在每个动物之中的灵魂是一,还是在每个动物之中有多个,因为它的现实活动也是众多且多样的;以及如果是一,它是从多个实体中复合而成的,还是虽然单纯却具有多重潜能,由此产生出诸活动的众多性。因为它们绝不会是彼此割裂、并非单一灵魂之构成部分的多个实体,因为正如肉体是一且动物是一,灵魂也必然是一。此外,说出“我思惟了、知觉了、发怒了、欲求了”的那者是一;如果灵魂不是以某种方式为一,这就绝不会成立。因此,灵魂是一,乃是显明的;但它是在实体上单纯而在诸潜能上增殖,还是在实体上亦为众多?因为单纯的[实体]或许其潜能与活动亦皆单纯,正如理性[实体]的活动是理性的一样,抑或它在实体上亦是众多的?如果如此,究竟是由于我们之中的理智部分始终与受动部分及营养部分天然结合在一起,还是它在朝向肉体的倾斜中接纳了这些,从而就像动物由灵魂与[肉体]构成一一样,由多个生命复合成一个[灵魂],[这些生命]在我们之中并非始终天然结合,而是在某一时刻才结合?如果这样,究竟是在不同的生命预先存在的情况下,在某一时刻发生了天然结合,还是其中某些生命是在那时才生成的?而如果始终结合,究竟是其他部分亦由于理智而从肉体中分离出来,还是理智亦由于其他部分而不可分离?这一要点亦有助于[探讨]肉体如何被赋魂:是由整个[灵魂],还是由其某些潜能?如果是由整个灵魂,究竟是依不同的潜能临在于不同的部分,还是整体临在于各处?以及是整体依一切[潜能]临在,还是虽然作为整体但并非依一切潜能临在——因为绝不会亦依可分离的潜能临在。柏拉图明确指出,后来受动的生命(他称之为生命的必死形式)被编织在理性的生命(他亦称之为不朽的)之上。我认为亚里士多德亦是如此:他一方面认识到那一种[生命]是可分离的,并且绝不曾把肉体当作工具来使用,亦不维系肉体的任何部分,而在某些时刻完全脱离向外的倾斜,将现实活动聚拢到其实体之中,且在被分离之后唯独成为其自身所是;另一方面则称另一生命是不可分离的,并且始终与肉体一同活动。因为诸受动以及诸如此类的运作——例如感觉、表象、愤怒,以及凡是将肉体作为协助者的理性活动(他称这些为推论性的,正如〔他称〕可分离的活动为科学地理论观照且理智性的)——并不属于灵魂,而是属于复合体。
- 1.148οὐ γὰρ δὴ πολλαὶ διεσπασμέναι ἔσονται οὐσίαι καὶ οὐ μιᾶς οὖσαι ψυχῆς πληρώματα
该句包含以 οὐ γὰρ δὴ ... ἔσονται 与 καὶ οὐ μιᾶς οὖσαι ψυχῆς πληρώματα 构成的双重否定式并列结构。分词短语 καὶ οὐ... οὖσαι 与前面的 διεσπασμέναι 并列,共同作系动词 ἔσονται 的表语成分,表达强烈的否定性断定:诸实体绝不可能既是彼此割裂的,又不是单一灵魂的充实/构成部分。
- 1.148τοῦ νοητικοῦ ἐν ἡμῖν τῷ παθητικῷ συμπεφυκότος ... 〈ἐν〉 ἡμῖν οὐκ ἀεὶ συμπεφυκότων
在连续出现的独立属格结构中,主语及其语法数发生了转换。前半句的 τοῦ νοητικοῦ ... συμπεφυκότος 及其并列分词 προσλαμβάνοντος 为单数属格,以“理智部分”为主语(“理智部分始终与受动部分结合”);而句末的复数分词 συμπεφυκότων 则回指前文的 πλειόνων ζωῶν(多个生命/诸部分),其逻辑主语变为这些生命(“它们在我们之中并非始终结合,而是在某一时刻才结合”)。
- 1.148καὶ χωρισθεῖσαν μόνην εἶναι τοῦτο ὅπερ ἐστί
由分词 εἰδώς(认识到)所支配的“带不定式的宾格”结构的一部分。阴性宾格分词 χωρισθεῖσαν 修饰并指代前文可分离的理智生命(τὴν μὲν [ζωήν]),并与不定式 εἶναι 的逻辑主语 μόνην 呼应。此处化用了亚里士多德《论灵魂》卷三第五章(430a22–23)的名句,τοῦτο ὅπερ ἐστί 在从属的不定式结构中作表语。
