- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:77.38-79.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《论灵魂》411b1–14进行注解,探讨了整个灵魂施行诸项活动的含义,通过引入维系者论证驳斥了灵魂可分说,并分析了身体各部分与灵魂各部分(尤其是理智)相对应的疑难。
" Καὶ πάσῃ νοοῦμέν τε καὶ αἰσθανόμεθα." Ἡμεῖς γὰρ οἱ σύνθετοι καὶ οἱ νοοῦντες καὶ αἰσθανόμενοι, οὐ κατὰ τὸ πρότερον νοεῖν· ἴδιον γὰρ ἐκεῖνο τῆς χωριστῆς ψυχῆς. ἐπεὶ οὖν τὸ σύνθετον καὶ νοεῖ, ἣν δὴ καὶ νοεῖ νόησιν, καὶ αἰσθάνεται καὶ τὰ ἄλλα ποιεῖ τε καὶ πάσχει ἅμα (διὰ μὲν γὰρ τὴν ζωτικὴν ἐνέργειαν ποιεῖν ἐστιν ἕκαστον, πάσχειν δὲ διὰ τὴν σωματικὴν κίνησιν), δῆλον ὡς τῇ ὅλῃ ψυχῇ τῇ ἐκ πασῶν τῶν ζωῶν συνυφανθείσῃ τούτων ὑπάρξει ἕκαστον· ἡ γὰρ ὅλη ἐστὶν ἡ τὸ σύνθετον ὅλον ὁρίζουσα· τὸ δὲ ὅλον ἐστὶ καὶ αἰσθανόμενον καὶ νοοῦν καὶ ὀρεγόμενον, ἐπειδὴ καὶ ἓν πάντα ἐνεργεῖ, ἵνα καὶ τὴν ταυτότητα αὐτῶν καὶ τὴν διαφορὰν γνωρίζῃ. τῇ μὲν οὖν ὅλῃ ἕκαστον ὑπάρξει, ἄλλοτε δὲ κατ’ ἄλλην ζωὴν ἐνεργούσῃ· οὐ γὰρ κατὰ τὴν αὐτὴν τρέφεται καὶ αἰσθάνεται, οὐδὲ αἰσθάνεται καὶ νοεῖ. τὸ δὲ ζῆν καὶ ἄλλο τι παρ’ ἕκαστον, οἷον παρὰ τὸ αἰσθητικὸν καὶ νοητικὸν καὶ θρεπτικόν, ἐπειδὴ ἕκαστον οὐχ ἁπλῶς ἐστι ζῆν ἀλλὰ μετὰ διαφορᾶς. διὸ οὕτως ἄλλο, ὡς τὸ ζῷον τοῦ λογικοῦ ζῴου, καὶ ἐν ἑνί τ’ ἐστιν ἑκάστῳ καὶ ἐν πᾶσιν ἅμα τὸ ἐφ’ ἑαυτοῦ ὂν ἐγειρόμενον καὶ οἷον ζέον.
“并且我们是否依整个[灵魂]来思惟和感觉?” 因为正是我们这些复合者才是思惟者与感觉者,而不是依先前所论的那种思惟;因为那种思惟是分离灵魂所特有的。因此,既然复合者既思惟(行使它确实思惟的那种思惟),又感觉,并同时施行和受动其余的事(因为各施行一事是借由生命活动,而受动则是借由身体运动),那么显而易见,这些活动中的每一项都将属于那由一切生命交织而成的整个灵魂;因为正是这个整体规定着整个复合者。而这个整体既是感觉着的、思惟着的,又是欲求着的,因为它亦作为单一者活动一切,以便认识它们的同一性与差异性。因此,每一项都将属于整体,但在不同的时候依不同的生命活动;因为它并非依相同者被滋养和感觉,亦非依相同者去感觉和思惟。而“活着”也是并存于每一者之外的某种他者,例如并存于感觉、理智与营养之外,因为每一者都并非单纯地活着,而是带有差异地活着。因此它是他者,正如动物不同于理性动物那样,并且它既存在于每一个别者中,又同时存在于全体之中,是自身存在的觉醒,且仿佛沸腾。
"Λέγουσι δή τινες μεριστὴν αὐτὴν καὶ ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν." Οὐκοῦν κἀκεῖνοι τὴν ὅλην βούλονται καὶ νοεῖν καὶ ἐπιθυμεῖν, ἀλλ’ ἄλλῳ καὶ ἄλλῳ· καὶ οὐ τοῦτο ἐπισημαίνεται, ὅτι ἡ ὅλη ἄλλῳ καὶ ἄλλῳ, ἀλλ’ ὅτι ὡς μεριστὴ καὶ ὡς μορίοις, δέον ὡς ἀμέριστος φάναι1 καὶ διαφόροις ζωαῖς ἀμερίστως ἀλλήλαις συμφυομέναις. διὸ καὶ ἀπαιτεῖ τὸ συνέχον εὐλόγως· τὸ γὰρ μεριστὸν πᾶν δεῖται τοῦ συνέχοντος. εἰ δὲ μεριστὴ εἴη ἡ ψυχή, οὔτε ἑαυτὴν οὔτε ἄλλο τι συνέξει· ὡς οὐδὲ τὸ σῶμα. ἀλλὰ μὴν συνέχει τὸ σῶμα ἡ ψυχή· ἐξελθούσης γοῦν διαπνεῖται. ἀμέριστος ἄρα, ἐπεὶ εἰ καὶ αὐτὴ τοῦ συνέχοντος δεῖται, ἢ στησόμεθα εἰς τὸ ἀμέριστον, κἀκεῖνο ἡ ψυχή, ἢ εἰς ἄπειρον χωρήσομεν.
“确实有人说它是可分的,并以一部分思惟,以另一部分欲望。” 因此,他们也意图表达整体既思惟又欲望,却是借由不同部分;被指摘的并不是说整体借由不同者[施行不同活动],而是说他们把它当作可分的并依部分来谈论,本应当把它当作不可分者、借由不可分地彼此结合的不同生命来谈论。因此,他也合理地追问维系者;因为凡是可分之物都需要维系者。如果灵魂是可分的,它既不能维系自身,也不能维系任何别的东西,正如身体也不能一样。然而灵魂确实维系着身体;至少在它离去时,身体便消散了。因此它是不可分的,因为如果它自身亦需要维系者,我们要么止步于某种不可分者,而那便是灵魂,要么我们将走向无穷后退。
"Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῶν μορίων αὐτῆς, τίνα ἔχει δύναμιν ἕκαστον ἐν τῷ σώματι." Ἡ ὅλη μὲν κατὰ τὸν Ἀριστοτέλη καὶ κατὰ τοὺς μεριστὴν αὐτὴν ὑποτιθεμένους συνέχει τὸ σῶμα· ἀλλ’ ὡς αἰσθάνεται ἡ ὅλη κατὰ τὴν αἰσθητικὴν δύναμιν διὰ τὸ ἑκάστην δύναμιν ἀμερίστως τῷ ὅλῳ συμφύεσθαι, καὶ οὐ κατὰ διάστασιν ἄλλο τι οἷον τὸ δοξαστικόν, οὕτω καὶ συνέχει μὲν ἡ ὅλη, κατὰ δὲ τὰς ἀχωρίστους αὐτοῦ ζωὰς διὰ τὴν καὶ τούτων ἀμέριστον ἐν τῇ ὅλῃ σύμφυσιν, ἀλλ’ οὐ κατὰ τὸ νοητικόν. ὅπερ τοῖς μεριστὴν οἰομένοις οὐχ ἕπεται· ἀλλ’ εἰ καὶ δοίη τις αὐτὴν μεριστὴν οὖσαν καὶ συνεκτεινομένην τὴν ὅλην τοῦ ὅλου εἶναι συνεκτικήν, ἔσται καὶ τὰ μέρη τῶν μερῶν κατὰ τὸ ἑκάστῳ ἐπιβάλλον συνεκτικόν,2 ὡς καὶ ἕκαστον ψυχικὸν μόριον σωματικοῦ εἶναι συνεκτικὸν μορίου· ὥστε καὶ ὁ νοῦς. τοῦτο δὲ χαλεπὸν καὶ πλάσαι· ἀχώριστον γὰρ τοῦ συνεχομένου τὸ προσεχῶς συνεκτικόν, χωριστὸς δὲ ὁ νοῦς· καὶ τὸ μὲν ἐκείνου ἐστὶν ὡς αὐτὸ τοῦτο ἐκεῖνο συνέχον, τὸ δὲ ἑαυτοῦ, ἑαυτὸ νοοῦν καὶ εἰς ἑαυτὸ ἐπιστρέφον. ἔτι εἰ ἀμερὲς τὸ συνεκτικὸν τῶν μεριστῶν, ἀλλὰ περὶ αὐτὰ μεριζόμενον. καὶ τὸ μὲν οὐ πρὸς ἑαυτὸ μόνον ἀλλὰ καὶ πρὸς τὰ κρείττω ἀνεπίστροφον, ἐγκαταδεδυκὸς τῷ συνεχομένῳ· ὁ δὲ καὶ τὰ κρείττω νοεῖ καὶ ἐκείνων ἔχεται. πῶς οὖν παραποδίζεται τὸ νοεῖν ὑπὸ τοῦ σώματος; διότι τὸ σῶμα τῇ ὅλῃ ψυχῇ κατὰ τὰς ἀχωρίστους αὐτῇ συνήρτηται ζωάς, διὰ δὲ τὴν συνάρτησιν οὐ ταῖς χρωμέναις μόναις ἀλλὰ καὶ ταῖς μηδὲν αὐτῷ χρωμέναις ἐμποδίζει, ὡς ἐπὶ τῆς βελόνης εἴρηται.
“人们亦可就其诸部分提出疑难,每一部分在身体中具有何种能力。” 依亚里士多德以及那些假定灵魂是可分的人,整体维系着身体。然而,正如整体之所以依感觉能力进行感觉,是因为每种能力都不可分地与整体结合在一起,而不是像意见能力那样作为某种别的东西依空间距离结合;同样,整体固然维系着身体,却是依与它不可分离的诸生命维系的,这是由于它们在整体中的不可分结合,而非依智性部分。这对那些认为灵魂可分的人来说是无法成立的;但是,即使有人承认灵魂虽是可分的且与身体同等延展,其整体却维系着身体的整体,那么其诸部分亦将依归属于每一部分的原则维系身体的诸部分,从而每一个灵魂部分都将维系一个身体部分;因此理智亦将如此。但这甚至难以想象;因为直接的维系者与被维系者是不可分离的,而理智却是可分离的。前者属于被维系者,作为维系那被维系者本身之物,而理智则属于其自身,思惟自身并回归于自身。此外,即便维系可分之物者本身是不可分的,它却围绕着可分之物而被分割。前者不仅不向自身回归,亦不向更高者回归,而是沉没在被维系者之中;理智却既思惟更高者,又依附于它们。那么,思惟究竟是如何受到身体阻碍的呢?这是因为身体是依不可分离的诸生命而与整个灵魂紧密结合的,而由于这种结合,它不仅阻碍那些使用身体的〔生命〕,也阻碍那些完全不使用身体的〔生命〕,正如关于针的例子所说的那样。
- 1.150δέον ὡς ἀμέριστος φάναι
δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,构成宾格绝对结构,意为“本应当说……”。它对前文的 ὅτι ὡς μεριστὴ καὶ ὡς μορίοις(“他们把灵魂当作可分的且依部分来谈论”)提出反驳性或纠正性的看法。
- 1.151ἔσται καὶ τὰ μέρη τῶν μερῶν κατὰ τὸ ἑκάστῳ ἐπιβάλλον συνεκτικόν
语法主语为中性复数名词 τὰ μέρη,而表语形容词 συνεκτικόν 却使用了中性单数形式。这种句法要么是将 συνεκτικόν 作为表示“维系功能”的抽象/概括性名词来使用,要么是意念上与分摊到各部分的单数(如隐含的 ἕκαστον)相呼应。
