- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:79.11-80.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了被分割的植物和昆虫依然存活的现象,阐明了灵魂的多种生命如何在身体各部分中不可分地结合。随后他审视了灵魂诸部分彼此之间以及与整个灵魂同种的涵义,并指出了亚里士多德在行文上的句法不整。
" Φαίνεται δὲ καὶ τὰ φυτὰ διαιρούμενα ζῆν καὶ τῶν ζῴων ἔνια τῶν ἐντόμων." Καὶ τοῦτο δεικτικὸν τῆς ἀμερίστου τῶν ἐν ἑκάστῳ πλειόνων οὐσιῶν τε καὶ δυνάμεων ζωτικῶν συναφῆς. τὰ γὰρ ὡς μεριστοῦ μόρια, κἂν ἥνωταί πως, ἰδίαν ἕκαστον ἔχει θέσιν, ὡς ὀφθαλμὸς καὶ ῥίς· αἱ δὲ ζωαὶ οὕτως ἥνωνται, ὡς καὶ ἑκάστῳ τοῦ σώματος μορίῳ ἐνίοτε πάσας παρεῖναι, ὅταν ἐπιτήδειον ᾖ πρὸς τὴν πᾶσαν ὑποδοχήν. καὶ γὰρ ὁ κλάδος τοῦ φυτοῦ τὴν ὅλην ἔχει φυτικὴν ψυχὴν θρεπτικήν τε οὖσαν καὶ αὐξητικὴν καὶ γεννητικήν. καί τινων ἐντόμων ζῴων εἰς δύο διαιρουμένων ἑκάτερον μόριον ἐπί τινα χρόνον καὶ κινεῖται καὶ αἰσθάνεται καὶ δῆλον ὡς καὶ τρέφεται· οὐ γὰρ ἄνευ τῆσδε αἱ λοιπαί· καὶ δῆλον ὡς οὐ τῷ εἴδει μόνῳ ἀλλὰ καὶ τῷ ἀριθμῷ, ὡς ἤδη εἴπομεν, τῆς ἀμερίστου ζωῆς ὅλης ἐν ἑκάστῳ παρούσης ἀμερίστως τῶν πρὸς τὴν ἄτομον ζωὴν ἐπιτηδείων μορίων,1 κἄν τε συνεχῆ ᾖ πρὸς ἄλληλα κἄν τε διωρισμένα. ἀλλ’ ἐν τοῖς διωρισμένοις οὐκ ἐν ἀμφοτέροις ὄντα τὰ τῆς σωτηρίας ὄργανα, τὰ ἡγεμονικὰ καλούμενα, οὐκ ἐᾷ ἐπὶ πολὺ τὴν αὐτὴν τῷ ἀριθμῷ ἐν ἀμφοῖν παρεῖναι ψυχήν· καὶ γὰρ ἐν τοῖς φυτοῖς αἱ ῥίζαι κατ’ ἀριθμὸν διάφοροι. εἰ δὲ αἱ ἔσχαται ζωαὶ ἀμερίστως ἀλλήλαις συνυπάρχουσι, μειζόνως αἱ κρείττους, καὶ ὁμοειδεῖς εἰσιν, οἷον αἱ ψυχαί, ἀλλήλαις τε καὶ τῇ ὅλῃ· ψυχὰς νῦν οὐ τὰς ἐν πλείοσι ζῴοις καλῶν, ἀλλὰ τὰς ἐν ἑκάστῳ ζῴῳ διαφόρους ζωάς, οἷον τὴν φυτικήν, τὴν αἰσθητικήν, τὴν λογικήν. εἶναι δὲ ταύτας καὶ ἀλλήλαις καὶ τῇ ὅλῃ ὁμοειδεῖς, οὐχ ὅτι τὸ φυτικὸν καὶ τὸ αἰσθητικὸν τῷ εἴδει ταὐτόν, ἀλλὰ διὰ τὴν ἀχώριστον πρὸς ἀλλήλας σύμφυσιν, ὡς ἑκάστου εἴδους ζωῆς μετὰ τῶν ἄλλων ὄντος, καὶ διὰ τοῦτο καὶ ἑκάστου τρόπον τινὰ πάντα ὄντος· ἐπεὶ καὶ τὸ φυτικὸν ἡμῶν αἰσθητικοῦ τε καὶ λογικοῦ ὄργανόν ἐστι θρεπτικόν τε καὶ γεννητικόν, καὶ τὸ αἰσθητικὸν ἡμῶν λογικόν· τεχνοῦται γοῦν ἡ ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ἁφή, καὶ κατακούει λόγου ἡ φαντασία· ἀλλὰ καὶ θρεπτικόν πως· δηλοῖ δὲ ἡ ὄρεξίς τε καὶ ἀπόλαυσις τῆς τροφῆς, αἰσθητικὴ οὖσα ἑκατέρα. καὶ τὸ λογικὸν δὲ οἷον ἀμφοτέροις κοινωνοῦν· κατὰ γὰρ τὴν προβεβλημένην ζωὴν εἰς τὸ θνητὸν τὴν πρὸς αὐτὰς ἀναδέχεται κοινωνίαν. διὸ οὐδὲ ἡ νόησις ἡ τοιαύτη ἄνευ φαντασίας. ταύτῃ μὲν οὖν ἀλλήλαις ὁμοειδεῖς, τῷ συνυπάρχειν πάσας ἀμερίστως ἐν τῇ τοῦ ζῴου συστάσει, τῇ δὲ ὅλῃ ψυχῇ ὡς διαιρετῇ οὔσῃ φησί, κατὰ συμβεβηκός, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, διαιρουμένῃ τῷ τὸ σῶμα διαιρεῖσθαι, ὡς ἐν ἑκατέρῳ τῶν μορίων τὴν ὅλην ἐμφαίνεσθαι. ἀλλὰ τοῦτο δεικτικὸν μὲν ἔστω τοῦ εἶναι ὁμοειδεῖς τὰς μερικὰς τῇ ὅλῃ· οὐ μὴν τὸν τρόπον σημαίνει, πῶς εἰσιν ὁμοειδεῖς, ὅπερ τὸ ὡς ἐπίρρημα δηλοῖ. μᾶλλον μὲν οὖν εἶναι νοητέον, ὅτι οὐχ ὡς ἁπλῆ ἀλλ’ ὡς συμπληρουμένη ἐξ αὐτῶν, καὶ οὕτω συμπληρουμένη ὡς καὶ διαιρεῖσθαι δυναμένη, ὁμολογουμένως μὲν τοῦ νοῦ τῶν λοιπῶν χωριζομένου, ἴσως δὲ καὶ τῆς αἰσθητικῆς ψυχῆς ἀπὸ τῆς φυτικῆς, ἐὰν τὴν πρώτην ὑπόστασιν μὴ ἐν τῷ δεομένῳ τροφῆς σώματι ἔχῃ, ἀλλ’ ἐν κρείττονι. ἐκεῖνο δὲ γνώριμον ὡς καὶ τὸ φυτικὸν ἡμῶν τοιοῦτον οἷον αἰσθήσει καὶ λόγῳ συμφύεσθαι, καὶ τὸ αἰσθητικὸν οἷον τῷ λόγῳ. διὸ οὐδὲ τῷ ἐν τοῖς φυτοῖς φυτικῷ οὐδὲ τῷ ἐν τοῖς ἀλόγοις ζῴοις φυτικῷ καὶ αἰσθητικῷ τὰ ἐν ἡμῖν τὰ αὐτὰ πάντῃ· τὰ μὲν γὰρ οἷα λογικά πως εἶναι, τὰ δὲ πρὸς τὴν τοῦ λόγου κοινωνίαν ἀδυνατεῖ. ἡ δὲ λέξις ἡ ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα, τῆς δὲ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης2 ἀκαταλλήλως εἴρηται, ὅτι τε ἀπὸ τῶν ψυχῶν ἐπὶ τὰ μόρια μετενήνεκται, καὶ ὅτι ἀντὶ δοτικῆς γενικῇ πτώσει χρῆται· δέον γὰρ ἀλλήλαις φάναι, ἀλλήλων εἶπεν.
“植物在被分割时显然亦活着,动物中亦有某些昆虫如此。” 这一点亦指明了在每一个体中多种实体与生命能力的不可分结合。因为作为可分之物的诸部分,即使以某种方式结合在一起,亦各自具有独特的位置,如眼与鼻;然而诸生命是以这样的方式结合在一起的:当身体的每一个部分适合接纳全部生命时,有时所有生命皆存在于其中。事实上,植物的枝条保有完整的植物性灵魂,它既是营养的,又是生长的和生殖的。并且在某些昆虫被分割成两半时,每一个部分在一段时间内既运动又感觉,并且显然亦摄取营养;因为没有这一种能力,其余能力便不能存在。并且显而易见,正如我们已经说过的那样,不仅在种上而且在数上,不可分的整个生命皆不可分地存在于适合个体生命的各个部分之中,无论这些部分彼此连续还是彼此分离。然而在分离的部分中,保存器官(即所谓的主导器官)并非在两者中皆存在,这使得在数上同一的灵魂不能长久存在于两者之中;因为在植物中,根在数上亦是各异的。 如果最底层的诸生命不可分地彼此共存,那么更高阶的诸生命则更是如此,并且它们彼此之间以及与整体之间皆同种,正如诸灵魂那样;在此他所称的“灵魂”并非指存在于多个动物之中的灵魂,而是指存在于每个动物之中的不同生命,例如植物性生命、感觉性生命和理性生命。而这些生命既彼此同种又与整体同种,并不是因为植物性与感觉性在种上同一,而是由于它们彼此之间不可分离的结合,正如生命的每一种形式都与其他形式同在,并因此每一者在某种方式上亦是一切;因为我们的植物性部分亦是感觉性与理性部分的营养与生殖器官,而我们的感觉性部分亦是理性的。至少视觉、听觉和触觉皆受技艺陶冶,而想象亦听从理性;但它在某种程度上亦是营养性的,食欲以及对食物的享用便表明了这一点,二者皆是感觉性的。而理性部分亦仿佛分享着二者;因为依照其投射到有死之物之中的生命,它承担了与它们的交通。因此,这样的思惟亦非没有想象。依此方式,通过所有生命在动物的构成中不可分地共存,它们彼此同种;而对于整个灵魂,他说“仿佛它是可分的”——正如亚历山大所解释的那样,通过身体被分割而偶性地被分割,从而整个灵魂显现在每一个部分之中。然而,这虽可指示部分灵魂与整体同种,却并不表明它们是如何同种的这一方式,而这正是副词“仿佛”所指明的。毋宁应当理解为:整体并非作为单纯者,而是作为由它们所充满构成的,并且是如此构成的,以至于亦能够被分割——理智与其余部分相分离是公认的,而如果感觉性灵魂的最初实体不是存在于需要食物的身体中,而是存在于更优越的身体中,那么它或许亦与植物性灵魂相分离。而那是众所周知的:我们的植物性部分亦适于与感觉和理性相结合,我们的感觉性部分亦适于与理性相结合。因此,我们身上的诸能力完全不同于植物中的植物性能力,亦不同于无理性动物中的植物性与感觉性能力;因为我们的是在某种方式上具有理性的,而后者则无能于分享理性。 至于“作为彼此不可分离,而从整个灵魂则仿佛它是可分的那样”这句话,在构词上显得并不协调一致,这不仅是因为它从诸灵魂转向了诸部分,而且是因为它使用了属格代替与格;因为本应当用与格说“彼此”,他却用属格说了“彼此的”。
- 1.152τῆς ἀμερίστου ζωῆς ὅλης ἐν ἑκάστῳ παρούσης ἀμερίστως τῶν πρὸς τὴν ἄτομον ζωὴν ἐπιτηδείων μορίων
这是一个属格绝对构式,其逻辑主语为 τῆς ἀμερίστου ζωῆς ὅλης,分词为 παρούσης。插入其间的介词短语 ἐν ἑκάστῳ 与后置的部分属格 τῶν ... ἐπιτηδείων μορίων 紧密相连,构成了显著的隔置修饰(hyperbaton)。
- 1.152ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα, τῆς δὲ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης
此处引自亚里士多德原文(411b25-27)。辛普里丘在此亲自解释了该句在句法上的破格(ἀκατάλληλον):一方面从先前的阴性名词 ψυχαί 转变成了中性复数分词 ὄντα(指涉身体部分 μόρια),另一方面,在形容词 ὁμοειδεῖς 本应支配与格 ἀλλήλαις 的地方,使用了属格代词 ἀλλήλων。
