- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:74.34-76.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德探讨了将灵魂视为内在寓于元素(空气或火)中所招致的疑难与荒谬后果,辛普利丘阐明整体元素的灵魂是以分离的方式赋生它们,而非作为内在形式与肉体构成动物。
" Καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης ἄτοπόν ἐστιν." Πάντως γὰρ ζῷον τὸ ἐκ τοῦ σώματος καὶ τῆς ἐνυπαρχούσης ψυχῆς· δῆλον γὰρ ὡς οὐ μένει ἔτι χωριστή, εἴ γε τῷ σώματι ἔνεστι καὶ σὺν αὐτῷ ζῇ τε καὶ ἐνεργεῖ. διὸ φυλακτέον ἐνεῖναι αὐτὴν φάσκειν, χωριστῶς δὲ παρεῖναι,1 καὶ ζῆν μὲν τὰ ὅλα θετέον, οὐ μὴν εἶναι ζῷα διὰ τὰς προειρημένας αἰτίας.
“而且在灵魂内在时却不称它们为动物,也是荒谬的。” 因为由肉体和内在其中的灵魂所构成者,无论如何都是动物;因为显然,如果灵魂确实在肉体之中并与肉体一同生活且活动,它就绝不再保持分离。因此必须避免声称灵魂内在其中,而应主张它是以分离的方式临在;并且必须判定全体[元素]活着,然而由于上述原因,它们并非动物。
"Ὑπολαβεῖν δὲ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις." Τὴν αἰτίαν ἐκφαίνει τῆς τῶν πολλῶν παρατροπῆς, δι’ ἣν καὶ τὰ ὅλα οὕτω λέγουσι ζῆν, ὡς ἐν αὐτοῖς ἐνούσης τῆς ψυχῆς, ἀλλ’ οὐ χωριστῶς ζωούσης. διὰ γὰρ τὸ ὁμοιομερῆ τὸν ἐν ἡμῖν ἀέρα τῷ ὅλῳ ὁρᾶν ᾠήθησαν ὁμοίως καὶ ὑπὸ ὁμοίας ψυχῆς τοῦτό τε κἀκεῖνον ψυχοῦσθαι· ἐνεῖναι οὖν καὶ ἐκείνῳ ὡς ἐν τούτῳ τὴν ψυχήν. εἶτα τὸ ἐπισυμβαῖνον αὐτοῖς ἄτοπον εὐθὺς ἐπάγει.
“而他们似乎设想灵魂是在这些东西之中。” 他揭示了大众产生偏离的原因,他们正是由于这一原因而主张全体元素亦依此种方式活着,就仿佛灵魂是内在它们之中,而不是以分离的方式赋生它们。因为他们看到我们体内的空气与全体空气是由同质部分构成的,便以为这[我们体内的空气]与那[全体的空气]同样被赋魂,且由相似的灵魂赋魂;因此灵魂也内在于彼正如在此之中一样。接着,他随即引入随之降临于他们的荒谬。
"Ὥστ’ ἀναγκαῖον αὐτοῖς λέγειν τὴν ψυχὴν ὁμοειδῆ τοῖς μορίοις." Εἰ γὰρ ἐνοῦσα καὶ τῷ ὅλῳ ἀέρι ἡ ψυχὴ ζωοῖ αὐτόν, ἕξει κἀκείνη μόρια ὅσα ἡ τῶν μορίων, τουτέστι τῶν μερικῶν σωμάτων. ἔσται γὰρ καὶ τὸ ὡς ὀργάνῳ χρώμενον, καὶ οὐ τὸ χωριστὸν μόνον· ἀλλὰ καὶ τὸ αἰσθητικὸν καὶ φανταστικόν· ἀλλὰ καὶ θυμὸς καὶ ἐπιθυμία. δεῖ γὰρ τούτων τῇ μὴ χωριστῶς ζωούσῃ ἀλλ’ ἐνούσῃ τοῖς σώμασι ψυχῇ. ἔσται οὖν ὁμοειδὴς ἥ τε τοῦ ὅλου ἀέρος καὶ ἡ τοῦ μορίου ψυχή.
“以至于他们必然要说,灵魂与其诸部分同种。” 因为如果灵魂亦通过内在全体空气中而赋生它,那么那个灵魂亦将拥有诸部分的灵魂(即个别肉体的灵魂)所拥有的同样多的部分。因为不仅会有分离的部分,亦会有将[肉体]作为工具来使用的部分;不仅如此,还会有感觉能力与表象能力,以及愤怒与欲望。因为对于并非以分离方式赋生而是内在诸肉体之中的灵魂而言,这些是必需的。因此,全体空气的灵魂与部分的灵魂将是同种的。
"Εἰ τῷ ἀπολαμβάνεσθαί τι τοῦ περιέχοντος ἐν τοῖς ζῴοις ἔμψυχα τὰ ζῷα γίνονται." Εἰ τῆς τοῦ περιέχοντος ψυχῆς ἀπολαμβανόμενόν τι μόριον,2 ὡς πᾶσαν μὲν ἔχον ἰδιότητα ζωῆς, ἣν καὶ ἐκείνη εἶχε, διῃρημένον δὲ ὡς εἰς μερικώτερον σῶμα περιγραφόμενον, καθάπερ καὶ τὸ τοῦ ἀέρος μόριον ἅπασαν ἔχον ποιότητα, ἣν καὶ ὁ ὅλος ἀήρ, ἀπολείπεται μόνῳ τῷ μερικῷ.3 εἰ οὖν οὕτως ἔχει καὶ ἡ ἐν τοῖς ζῴοις ψυχὴ πρὸς τὴν ἐν τοῖς ὅλοις στοιχείοις, ὁμοειδὴς ἂν αὐτῇ εἴη. ἐπεὶ οὖν αὕτη οὐ νοητικὴ μόνον ἀλλὰ καὶ παθητική, εἴη ἂν κἀκείνη ὡσαύτως ἔχουσα. εἰ δὴ ταῦτα ἄτοπα, τὸ τὰς τῶν ὅλων εὐπαθεῖς ποιεῖν, καὶ οὐδὲ ἀπολυομένας ποτέ, καὶ ὁμοίας ταῖς εἰς τὸ χεῖρον ὑποφερομέναις μερικαῖς, καὶ διὰ ταῦτα κατὰ μόνην ἐκεῖναι ἑστήκασι τὴν νόησιν, δῆλον ὡς οὐχ ὁμοίως ἡ τοῦ ὅλου ἀέρος ψυχὴ πρὸς τὴν μερικὴν ἕξει, ὡς αὐτὸς ὁ ἀὴρ πρὸς τὰ οἰκεῖα μέρη. οὗτος μὲν γὰρ ὁμοειδὴς αὐτοῖς, ἀνομοειδὴς δὲ τοῖς μέρεσιν ἡ τοῦ ὅλου ψυχή. εἰ δὲ τοῦτο, τὸ μέν τι αὐτῆς ὑπάρξει δηλονότι, τὸ δὲ οὐχ ὑπάρξει. ἐπειδὴ γὰρ οὐ πάντῃ ὁμώνυμος ἡ τοῦ ὅλου πρὸς τὴν τοῦ μέρους, ἕξει τι κοινόν, εἰ καὶ αὐτὸ κοινὸν ὡς τὰ ἀφ’ ἑνός· καὶ ἐπειδὴ πλεονάζει τοῖς πάθεσιν ἡ ἐν τοῖς μέρεσιν, τὸ μέν τι τῆς ψυχῆς ὑπάρχει ἐν τοῖς ὅλοις, τὸ δὲ οὐχ ὑπάρχει· μόνον γὰρ ἂν τὸ νοητικόν. ἀλλ’ εἰ καὶ ἡ ἐν τοῖς ὅλοις ἡ αὐτὴ ὑπάρχει, οὐχ οἷόν τε μὴ καὶ τὸ παθητικὸν ἐνεῖναι. διὸ καλῶς συμπεραίνεται ἀναγκαῖον ἢ ὁμοιομερῆ εἶναι· ἕξει γὰρ καὶ ἡ ὅλη καὶ ἡ τῶν μερῶν τὰ αὐτά· ἢ μὴ ὑπάρχειν ἐν ὁτῳοῦν τῶν μορίων τοῦ παντός (οὐ τοῦ παντὸς ἀέρος λέγων ἀλλὰ τοῦ κόσμου),4 ὡς τῆς μὲν ἐν τοῖς συνθέτοις καὶ τοῖς ζῴοις ἐνυπαρχούσης διὰ τὴν κατὰ τάξιν καὶ τὴν κατὰ νεῦσιν καὶ ῥοπὴν πρὸς τὸ σῶμα συναφήν, τῆς δὲ ἐν οὐρανῷ καὶ τῆς ἐν τοῖς ὅλοις, ἃ δὴ καὶ αὐτὰ μέρη κέκληκε τοῦ παντός, οὐκ ἐνυπαρχούσης, ἀλλὰ χωριστῶς αὐτὰ ζωούσης. οὕτως ἔμοιγε δοκεῖ μᾶλλον τὴν Ἀριστοτελικὴν καθιστάνειν λέξιν ἢ ὡς καταγινώσκοντος ἀζωίαν τῶν ὅλων στοιχείων.
“如果由于包围物的一定部分在动物中被截取,动物便成为有魂的。” 如果说包围物的灵魂的某个部分被截取,具有那[全体灵魂]所拥有的一切生命特质,却因被局限在更具个别性的肉体中而被分割——正如空气的部分亦具有全体空气所拥有的一切性质,仅因其是个别的而[与全体]有所欠缺。那么,如果动物中的灵魂与全体元素中的灵魂之间亦具有此种关系,它就将与全体灵魂同种。既然这一[动物的]灵魂不仅是理智性的,而且是可受动的,那么那个灵魂亦将处于同样的状态。如果这些事情确实是荒谬的——即使得全体之物的诸灵魂易于受动,甚至永不解脱,并且与那些向更劣者沉沦的个别灵魂相似;且由于这些缘故,那些灵魂仅仅依理智作用而确立——显然全体空气的灵魂相对于个别灵魂的关系,并不等同于空气本身相对于其自身各部分的关系。因为空气本身与它们同种,而全体的灵魂相对于诸部分则是不同种的。如果这样,灵魂的某个部分显然将属于〔全体元素〕,而另一部分则不属于。因为既然全体的灵魂相对于部分的灵魂并非完全同名异义,它就将拥有某种共同之物,即使这种共同性就像源于同一本原的事物之间的共同性一样;并且既然各部分之中的灵魂富于受动,灵魂的某个部分便属于全体元素,而另一部分则不属于(因为属于的将仅有理智部分)。但如果全体元素中的灵魂亦作为同一者而存在,那么受动的部分也不可能不内在其中。因此,得出的必然结论是极佳的:要么[灵魂]是由同质部分构成的——因为全体灵魂与各部分的灵魂都将拥有相同的诸部分;要么它并非属于宇宙的每一个部分(他所言不是指全体空气,而是指宇宙)——这是因为复合体与动物之中的灵魂,乃是由于依照秩序以及依照向肉体的倾向和偏转的结合而内在其中的,然而在天界以及在全体元素(他确实亦将它们称为宇宙的各部分)之中的灵魂,则并非内在其中,而是以分离的方式赋生它们。在我看来,如此确立亚里士多德的文句,远比将他解释为断定全体元素无生命更为恰当。
- 1.144χωριστῶς δὲ παρεῖναι
与由 φυλακτέον 所支配的 ἐνεῖναι αὐτὴν φάσκειν 相对照,χωριστῶς δὲ παρεῖναι 提前呼应了下文 θετέον 所统摄的肯定性主张。这一并列结构凸显了新柏拉图主义的解释:整体元素的灵魂不是“内在”(ἐνεῖναι),而是“以分离的方式临在”(χωριστῶς παρεῖναι)。
- 1.147Εἰ τῆς τοῦ περιέχοντος ψυχῆς ἀπολαμβανόμενόν τι μόριον
这是对引文(Εἰ τῷ ἀπολαμβάνεσθαι...)的释述性前件,带有分词 ἀπολαμβανόμενον 的条件句在经过 καθάπερ... 插入成分后悬空,随后在 εἰ οὖν οὕτως ἔχει 处重新接续句子的主干骨架。
- 1.147ἀπολείπεται μόνῳ τῷ μερικῷ
动词 ἀπολείπεται 搭配表示特质或差异限度的与格(μόνῳ τῷ μερικῷ),意为“仅在个别性这一点上不及/欠缺[全体空气]”(即在质上完全一致,唯独在个体性上有所欠缺)。
- 1.147οὐ τοῦ παντὸς ἀέρος λέγων ἀλλὰ τοῦ κόσμου
分词 λέγων 的逻辑主语为亚里士多德,对 τοῦ παντός 进行训诂式说明,意为“[他]所言不是指整个空气,而是指[作为整体的]宇宙”。
