- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:73.24-74.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在411a9–13中指出的灵魂混合于全体元素说所产生的诸疑难(为何火或空气不是动物,以及元素中的灵魂为何更优越且更不朽),辛普利丘通过区分超越性临在与复合阐明了火不成其为动物的理据,并阐明了灵魂的优越性及其导致的荒谬结论所在。
" Τοῦτο δὲ ἔχει τινὰς ἀπορίας." Ταῖς ἀπορίαις, ὥσπερ εἴωθε, διακρίνει τὴν περὶ τῶν προκειμένων ἀλήθειαν. ὧν μία, διὰ τί τὸ μὲν ἡμέτερον σῶμα σύνθετον ὂν ζῷον γίνεται τῇ παρουσίᾳ τῆς ψυχῆς,1 οὐχὶ δὲ τὸ πῦρ ὑπὸ βελτίονος ζωοῦσθαι δοκούσης ψυχῆς καὶ δοκούσης ἀληθῶς, εἴ γε τὸ μὲν ἡμέτερον ὅλον φθαρτόν, ἐκεῖνο δὲ κατὰ τὰ μέρη μόνον, καὶ εἴ γε αὐτῶν τὸ μέν ἐστι μερικὸν τὸ δὲ ὁλικόν. εἰ οὖν τὸ ὅλον τοῦ μερικοῦ καὶ τὸ καθ’ ὁλότητα ἀίδιον τοῦ πάντῃ φθαρτοῦ βέλτιον, οἰκείως δὲ αἱ ψυχαὶ τοῖς σώμασιν ἐγγίνονται, ὡς ἤδη διώρισται, δῆλον ὡς καὶ ἡ τὸ πῦρ ζωοῦσα βελτίων τῆς ἡμετέρας. πῶς οὖν οὐ ζῷον; ἢ δι’ αὐτὸ τοῦτο ὅτι βελτίων. πρῶτον μὲν γάρ, ὅπερ καὶ Πλάτωνι δοκεῖ, οὐ σύνθεσις ἐκεῖ ἐκ ψυχῆς καὶ σώματος, ἀλλὰ μενούσης ἐν ἑαυτῇ τῆς ψυχῆς, ἐκείνης γίνεται τὸ σῶμα· κατὰ δὲ σύνθεσιν τὸ ζῷον. δεύτερον δέ, ὅτι οὐ τὸ φαινόμενον τοῦτο πῦρ προηγουμένως ἐστὶν ἐκείνης τῆς ψυχῆς ὄχημα, ἀλλά τι κρεῖττον, τῆς οὐρανίας ὂν καὶ αὐτὸ συστάσεως δευτέρως. εἰ δὲ τοῦτό τις καὶ ἐπὶ ἡμῶν εἶναι φαίη, ἀλλ’ ἴστω ἐπὶ ἡμῶν καὶ τὸ κρεῖττον ὄχημα συγκατατεινόμενον τῇ ψυχῇ εἰς τὸ θνητοειδὲς σῶμα, ὡς ἐκ πάντων συμπληροῦσθαι·2 ἐπ’ ἐκείνων δὲ ἐξήρτηται καὶ τὸ φαινόμενον τοῦ κρείττονος καὶ δι’ ἐκείνου ζωοῦται καὶ αὐτό, οὐ μὴν εἰς ἑνὸς ἄμφω συντελεῖ συμπλήρωσιν. οὔτε οὖν ἐκ πάντων συμπληροῦται τὸ φαινόμενον καθ’ αὑτὸ ζῷον, ὅτι οὐκ αὐτοτελῶς, ἀλλὰ τῷ τοῦ κρείττονος ἐξῆφθαι ζῇ, καὶ ὅτι ὅλως ὡς μόριον, εἰ καὶ δοίη τις ἓν ἐκ πάντων γίνεσθαι.
“然而这包含着某些疑难。” 他依其惯例,通过疑难来甄别关于当前论题的真理。其中之一是:为何我们的肉体作为复合体,因灵魂的临在而成为动物,而火尽管被认为(并且确实被认为)由更优越的灵魂所赋生,却并未[成为动物]?如果说我们的肉体整体上是可毁灭的,而火仅在其各部分上是可毁灭的,并且如果在它们之中,前者是个别的,而后者是全体的。那么,如果全体优于个别,且在全体性上永恒者优于在各方面皆可毁灭者,并且正如已经界定的那样,诸灵魂依其相称的方式生成于诸肉体之中,显然赋生火的灵魂亦优于我们的灵魂。那么,为何它不是动物呢?或者正是因为这本身,即因为它更优越。因为首先,正如柏拉图亦认为的那样,在那里并不存在由灵魂与肉体构成的复合,而是在灵魂留存于自身之中的同时,肉体归属于该灵魂;然而动物则是依据复合而成的。其次,因为这显现的火并不是那个灵魂的原初载具,而是某种更优越者,其自身在第二级意义上属于天界的构成。而如果有人主张在我们身上也是如此,那么让他知晓:在我们身上,更优越的载具亦与灵魂一同向下延展至类于可死者的肉体中,以至于从这一切之中被补足[为一复合体];然而在它们身上,显现者亦依附于更优越的载具,并通过它,其自身亦被赋生,然而二者并不共同促成单一事物的补足。因此,显现之物并不能作为依其自身的动物而从一切之中被补足,因为它并非完备自足地活着,而是通过依附于更优越的载具而活着,并且即使有人承认从这一切中产生出一个东西,它总体上也仅仅是作为一个部分[而活着]。
"Ἐπιζητήσειε δ’ ἄν τις καὶ διὰ τίνα αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζῴοις βελτίων ἐστὶ καὶ ἀθανατωτέρα." Οὐκ εἰ ἔστι βελτίων ζητεῖ, ἀλλὰ διὰ τί ἐστι· καὶ γὰρ εἴρηται ὡς δοκεῖ βελτίων. καὶ οὐκ ἠπόρησε, διὰ τί δοκεῖ, ἀλλὰ διὰ τί ἐστιν, ὡς οὔσης μέν, τῆς δ’ αἰτίας ἐν κοινῷ ζητεῖσθαι ὀφειλούσης,3 μᾶλλον δὲ τρόπον τινὰ ἤδη εἰρημένης ὑπ’ αὐτοῦ, τῷ ἐπιστῆσαι τοῖς μεμῖχθαι αὐτὴν φάσκουσι, καὶ τῷ μὴ ζῷον προσαγορεύειν τὸ πῦρ. δῆλον γὰρ ὡς διὰ τὴν χωριστὴν παρουσίαν οὐ συμμιγνυμένη τῷ σώματι οὐδὲ σύνθετόν τι μετ’ αὐτοῦ ἀποτελοῦσα βελτίων ἐστὶ τῆς μιγνυμένης καὶ συμπληρούσης ἕν τι μετ’ αὐτοῦ. καὶ αὕτη αἰτία τοῦ βελτίονος, ἡ ἐξῃρημένως καὶ κατ’ οὐδεμίαν εἰς τὰ χείρω ῥοπὴν τῶν ἐξηρτημένων σωμάτων ζωοποιία. ἀθανατωτέρα δὲ οὐχ ὡς θνητῆς τῆς ἐν τοῖς ζῴοις οὔσης (τὸ γὰρ ἀθανατώτερον ὡς τὸ λευκότερον λευκοῦ λευκότερον), ἀλλ’ ὡς κατὰ κρείττονα μέτρα ἀθανασίας ἑστώσης τῆς τῶν ὅλων ψυχῆς. διὸ καὶ ὁ Πλάτων ὁμωνύμους τοῖς ἀθανάτοις τὰς ἡμετέρας προσαγορεύει ψυχάς, καὶ πολλῷ μᾶλλον αὐτὸ τὸ τῆς ζωῆς εἶδος καὶ τὸν θεὸν εἶναι λέγει ἀθάνατον.
“人们亦可探究,由于何种原因,空气中的灵魂比动物中的灵魂更优越且更不朽。” 他探究的不是它是否更优越,而是为何如此;因为事实上已经说过,它被认为更优越。并且他并未困惑于为何它被如此认为,而是困惑于为何它确实如此;就仿佛它确实如此,但其原因应当共同探究,或者毋宁说该原因已经在某种方式上被他阐明了,即通过对那些声称它被混合的人提出质疑,并通过不将火称为动物。因为显然,由于分离的临在,它既不与肉体掺混,亦不与肉体构成任何复合体,从而优于那与肉体混合并与之一同补足单一事物的灵魂。而这就是更优越的原因:对依附的诸肉体以超越的、完全不向更劣者倾斜的方式施行赋生。而“更不朽”并不是由于动物中的灵魂是可死的(因为“更不朽”正如较白者比白者更白),而是由于全体之物的灵魂是依据不朽的更优越基准而确立的。因此,柏拉图亦将我们的诸灵魂称为与不朽者同名,并且主张生命形式本身与神在远为更高的程度上是不朽的。
"Συμβαίνει δὲ ἀμφοτέρως ἄτοπον καὶ παράλογον· καὶ γὰρ τὸ λέγειν ζῷον τὸ πῦρ ἢ τὸν ἀέρα τῶν παραβολωτέρων ἐστί." Διὰ τὸ σύνθετον εἶναι τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος, μιγνυμένης αὐτῷ δηλαδὴ καὶ πρὸς αὐτὸ ῥεπούσης καὶ ἑαυτῆς ἀφισταμένης πως. τὸ οὖν παράλογον οὐ διὰ τὸ μὴ ζῆν τὸ ὅλον πῦρ ἢ τὸν ἀέρα, ἀλλὰ διὰ τὸ τὰς τῶν ὅλων ψυχὰς ὁμοίως κατατεινομένας ταῖς ἡμετέραις ποιεῖν ψυχαῖς, καὶ οὐδὲ ἀπολυομένας ποτὲ ὡς τὰς ἡμετέρας, ἀλλ’ ἀϊδίως τοῦτο πασχούσας· ὅπερ ἄτοπον. καὶ σαφῶς ἐπὶ τῆς οὐρανίας εἴρηται τὸ συμπλέκουσιν αὐτὴν πρὸς σῶμα ἑπόμενον.4
“但无论依哪种方式,其结果都是荒谬且不合事理的;因为称火或空气为动物实属更为轻率无谋之论。” 这是因为动物是由灵魂与肉体构成的复合体,显然是在灵魂与肉体混合、向肉体倾斜并在某种程度上偏离自身时构成的。因此,不合事理并不是因为全体的火或空气不活着,而是因为他们使全体之物的诸灵魂如我们的诸灵魂一样向下延展,并且甚至不像我们的灵魂那样得以解脱,而是永恒地遭受此种状态;而这正是荒谬的。并且关于天界灵魂,那些将它与肉体交织在一起的人所招致的后果,已经被清楚地阐明了。
- 1.141ὧν μία, διὰ τί τὸ μὲν ἡμέτερον σῶμα σύνθετον ὂν ζῷον γίνεται τῇ παρουσίᾳ τῆς ψυχῆς, οὐχὶ δὲ τὸ πῦρ ὑπὸ βελτίονος ζωοῦσθαι δοκούσης ψυχῆς
部分属格关系代词 ὧν 指向前文的 ταῖς ἀπορίαις,省去了系动词 ἐστί。在间接疑问从句中,对比性的后半句 οὐχὶ δὲ τὸ πῦρ 省略了前项的动词短语 ζῷον γίνεται,而紧随其后的 ὑπὸ βελτίονος ζωοῦσθαι δοκούσης ψυχῆς 充当属格独立结构(表让步或原因),意为“尽管/既然[火]被认为由更优越的灵魂所赋生”。
- 1.141ὡς ἐκ πάντων συμπληροῦσθαι
表示结果的 ὡς 引导不定式结构。其未明言的主语是前文所述的复合体(人或动物),意为“以至于[复合体]从这一切之中被补足/构成”。
- 1.142ὡς οὔσης μέν, τῆς δ’ αἰτίας ἐν κοινῷ ζητεῖσθαι ὀφειλούσης
由表示主观理由或视角的 ὡς 所引导的并列属格独立结构。οὔσης 的主语是前述空气中灵魂的优越性,意为“以为这确实成立,而其原因应当共同探究”。
- 1.143τὸ συμπλέκουσιν αὐτὴν πρὸς σῶμα ἑπόμενον
由冠词 τὸ 支配的中性分词 ἑπόμενον 构成主语性名词短语(“所伴随者/后果”),并支配与格分词短语 συμπλέκουσιν αὐτὴν πρὸς σῶμα(“对于将它与肉体交织在一起的人而言”):意即“对于那些将它与肉体交织在一起的人所招致的后果已被清楚阐明”。
