- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:72.17-73.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于灵魂无须由全部元素构成的论述,辛普利丘阐明相反者之一方能够判定另一方仅适用于缺失态的情况,认识乃是一种形式性的现实活动;随后他批判性地考察了灵魂混合于全宇宙的学说以及泰勒斯的命题。
" Εἴ τε δεῖ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖν, οὐθὲν δεῖ ἐξ ἁπάντων." Ὅτι μὲν οὐ στοιχειώδης ἡ πρὸς τὰ γνωστὰ τῆς ψυχῆς οἰκειότης, ἵνα γινώσκῃ, ἀλλ’ εἰδητικὴ καὶ ἀρχικὴ τῶν ἐνύλων καὶ ἑνοειδὴς ὡς ἀμέριστος, διὸ καὶ ταῦτα ἑνίζει ἀλλήλοις τὰ ἐν τοῖς ἐμψύχοις στοιχεῖα, ἤδη διήρθρωται. νῦν δὲ προστίθησιν ὡς εἰ καὶ ἔδει ἐκ στοιχείων αὐτὴν ποιεῖν, ἵνα οὕτως ἡ πρὸς τὰ γνωστὰ σῴζηται συγγένεια, οὐκ ἐκ πάντων ἔδει· ἀρκεῖν γὰρ θάτερον τῶν ἐναντίων ἑαυτό τε κρίνειν καὶ τὸ ἐναντίον. τοῦτο δὲ οὐχ ἁπλῶς ἀληθὲς οἶμαι, ἀλλ’ ὅταν θατέρου στέρησις ᾖ. τῷ γὰρ εἴδει ἡ στέρησις γινώσκεται ὡς τῇ ὑγείᾳ ἡ νόσος, ἐπειδὴ πᾶσα στέρησις ἐν ἐμφάσει τέ ἐστιν ἀτελεῖ τοῦ εἴδους, οὗ ἐστιν ἡ στέρησις, καὶ ἅμα ἀπουσίᾳ τῆς τοῦ εἴδους τελειότητος. κατὰ τὴν ἔννοιαν τοίνυν τοῦ εἴδους καὶ τὴν ἔμφασιν αὐτοῦ καὶ τὴν ἀπουσίαν γνωριῶ. ὅταν δὲ ἄμφω εἴδη ᾖ τὰ ἐναντία, πῶς τῷ ἑτέρῳ τὸ λοιπόν,1 καὶ αὐτὸ ἰδιότητος εἰσάγον αἰτίαν καὶ οὐ καθ’ ἕτερόν τι ἀλλὰ καθ’ αὑτὸ γνωριζόμενον; ἀλλ’ εἰωθὼς ὁ Ἀριστοτέλης τὸ ψυχρὸν τοῦ θερμοῦ λέγειν στέρησιν, εἰ ταῦτά τις θείη στοιχεῖα, ἀκολούθως ἑαυτῷ λέγει ἱκανὸν τὸ θερμὸν τὸ ἐν ψυχῇ εἶναι καὶ πρὸς τὸ τὸ ἐναντίον γινώσκειν. δηλοῖ δὲ καὶ παραδείγμασι χρώμενος, τῷ μὲν εὐθεῖ ὡς εἴδει, τῷ δὲ καμπύλῳ ὡς στερήσει· διὸ τὸ καμπύλον οὔτε ἑαυτοῦ οὔτε τοῦ εὐθέος εἶναι γνωριστικόν, ἀλλὰ τὸ εὐθὺ ἀμφοῖν. εἰ γοῦν ὡς εἶδος καὶ τὸ καμπύλον ληφθῇ, οἷον τὸ κυκλικόν, οὐ τῷ εὐθεῖ κανόνι γνωσθήσεται ὡς κυκλικόν, ἀλλὰ μόνον ὅτι οὐκ εὐθύ· ὡς τῷ ἐφαρμόζοντι αὐτῷ περιφερεῖ μέτρῳ καὶ τὸ κυκλικὸν εἰσόμεθα καθ’ αὑτὸ καὶ τὸ εὐθὺ ὡς μὴ κυκλικόν. βούλεται δὲ καὶ διὰ τούτων δηλοῦν εἰδητικὴν εἶναι τὴν γνῶσιν ἐνέργειαν.
“并且如果必须由诸元素构成灵魂,亦全然无须由一切[元素构成]。” 为了让灵魂进行认识,它与可认识对象之间的亲和性并非元素性的,而是形式性的、统领于质料之物的、且因不可分而为单一形式的(因此它亦使具魂者中的这些元素彼此合一),这一点已经得到了明晰的论析。然而现在他补充道,即使必须由诸元素构成它,以便通过这种方式保全与可认识对象的同族关系,亦无须由一切[元素构成];因为相反者之一方足以判定自身以及相反者。然而我认为,这并非端然为真的,而只有当[相反者之一方]是另一方的缺失态时才是真的。因为缺失态是通过形式而被认识的,正如疾病通过健康[而被认识]那样,因为一切缺失态都既存在于形式——它正是该形式的缺失态——的不完全显现之中,同时又存在于形式完全性的缺席之中。因此,按照形式的观念,我将认识它的显现及其缺席。然而当相反者双方皆为形式时,余下的一方如何通过另一方[被认识]呢?尽管它自身亦引入了特有性质的原因,并且不是依据某种他物而是依据自身而被认识的。但亚里士多德习惯于将冷称为热的缺失态,如果有人将这些设定为元素,他便前后一致地主张,灵魂中的热对于认识其相反者亦是充分的。他通过运用实例亦表明了这一点:将直线用作形式,将曲线用作缺失态;因此曲线既不能认识自身亦不能认识直线,而直线则是二者的认识者。总之,如果曲线亦被当作形式来接受,例如圆形,它将不会通过直的规尺被认识为圆形,而仅仅被认识为不是直的;相反,通过适合于它的圆周测量基准,我们将既依据自身认识圆形,又将直线认识为非圆形的。而通过这些,他亦试图表明认识是一种形式性的现实活动。
"Καὶ ἐν τῷ ὅλῳ δέ τινες αὐτὴν μεμῖχθαί φασίν." Εἰ καὶ προηγουμένως αὐτῷ ἐξ ἀρχῆς ὁ σκοπὸς περὶ τῆς τῶν θνητῶν ζῴων ψυχῆς, ἀλλ’ ὅμως καὶ περὶ τῆς οὐρανίας ἐποιήσατο ἤδη τινὰ λόγον, ὡς ἀμεγέθης, ὡς νοερά, ὡς χωριστῶς παροῦσα τῷ σώματι, καὶ οὐχ ὡς δοκεῖ λέγειν Πλάτων συμπεπλεγμένη. καὶ νῦν ὅπως αἱ ἐν τοῖς ὅλοις στοιχείοις αἱ καὶ αὐτὰ ζωοῦσαι πάρεισι ψυχαί, ἐνδείκνυται, ὅτι οὐ τῷ μεμῖχθαι καθάπερ αἱ ἡμέτεραι αὐταὶ κατατεινόμεναι καὶ ῥέουσαι εἰς τὰ σώματα καὶ ἐκείνων γινόμεναι, καὶ ὅτι οὐ πρώτως τοῖς ἐνύλοις τούτοις παροῦσαι2 τοῖς φαινομένοις αὐτῶν σώμασιν, ὥσπερ οὐδὲ αἱ ἡμέτεραι θριξὶν ἢ ὀστοῖς. διὸ οὐδὲ ζῷον καθ’ αὑτὸ ὁ ἀήρ, καὶ ζῇ ὅμως ψυχῆς ἐνούσης. δι’ ὧν ἅμα μὲν τὸ ὑφειμένον πρὸς τὴν οὐρανίαν τῶν τοιούτων ἐνδείκνυται ψυχῶν, ὡς καὶ μέχρι τῶν στοιχείων διηκουσῶν γενητῶν καὶ φθαρτῶν κατὰ πάντα ὄντων τὰ ἑαυτῶν μέρη, ἅμα δὲ τὸ πρὸς τὰς ἡμετέρας αὐτῶν ὑπερέχον, ἐπειδὴ ἑαυτῶν οὖσαι ἐκεῖναι καὶ τὰ στοιχεῖα ζωοῦσι· τὴν γὰρ πρὸς σῶμα νεῦσιν ἡ μῖξις δηλοῖ. διὸ καὶ ἐν τῷ ὅλῳ ἔφη, ὡς καὶ ἐν τοῖς μερικοῖς τῆς μίξεως οὔσης.
“并且某些人主张,它亦混合在全宇宙之中。” 尽管从一开始他的首要意图是关于凡俗动物的灵魂,但他仍然已经对天界灵魂作出了某种论述,指出它是无量度的、理智性的、以分离的方式临在于肉体,而非如柏拉图看似所说的那样与肉体交织在一起。而现在他指明,在整体诸元素中并赋予诸元素本身生命的诸灵魂是如何临在的:它们并非如我们的灵魂那样因自身延展流注于肉体并归属于肉体而通过混合[而临在],亦非原初地临在于它们这些显现的质料性肉体,正如我们的灵魂并不原初地临在于毛发或骨骼一样。因此空气依其自身并不是动物,然而由于有灵魂内在其中它仍然活着。通过这些论述,一方面指明了此类灵魂相对于天界灵魂的低下,因为它们延及在其全部部分上皆属产生与毁灭的诸元素;另一方面亦指明了它们相对于我们灵魂的超越,因为它们在属于自身的同时亦赋予诸元素生命;因为混合表明了对肉体的倾斜。因此他说“亦在全宇宙之中”,就仿佛混合存在于个别事物中那样[亦被主张存在于整体中]。
"Ὅθεν ἴσως καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι." Ὅτι μὲν πλήρη πάντα θεοῦ, δημιουργοῦντος, ἀγαθύνοντος, συνέχοντος αὐτά, οὐδεὶς ἂν ἀμφισβητήσειεν. οὐ δὴ τοῦτο ἐπισημαίνεται, οὐδὲ τὸ ἴσως διὰ τοῦτο εἴρηκεν, ἀλλὰ πρὸς τὸ μεμῖχθαι.3 οὕτω γὰρ ἴσως καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι, τῷ μεμῖχθαι αὐτούς· καὶ τοῦτο ἄτοπον.
“由此或许泰勒斯亦认为万物皆充满了神明。” 万物因神创生、赋善并维系它们而充满了神,对此无人会有异议。他所指责的断然不是这一点,他之所以说“或许”亦不是由于这一点,而是关涉于被混合而言的。因为或许泰勒斯亦是如此,因神明被混合而认为万物皆充满了神明;而这正是荒谬的。
- 1.138πῶς τῷ ἑτέρῳ τὸ λοιπόν
这是一个省略了谓词动词(如 γνωσθήσεται)的反诘疑问句。主语为 τὸ λοιπόν(其余的相反者),与格 τῷ ἑτέρῳ 表示手段或判别标准。随后的分词短语 καὶ αὐτὸ εἰσάγον... γνωριζόμενον 与主语 τὸ λοιπόν 一致,带有让步或伴随色彩,指出在相反双方皆为形式时,一方不可能成为认识另一方的标准。
- 1.139ὅτι οὐ τῷ μεμῖχθαι καθάπερ αἱ ἡμέτεραι αὐταὶ κατατεινόμεναι καὶ ῥέουσαι εἰς τὰ σώματα καὶ ἐκείνων γινόμεναι, καὶ ὅτι οὐ πρώτως τοῖς ἐνύλοις τούτοις παροῦσαι
由主动词 ἐνδείκνυται 所统辖的两个并列 ὅτι 从句。在第一个从句中,οὐ τῷ μεμῖχθαι 之后承前省略了动词(如 πάρεισιν),紧随 καθάπερ αἱ ἡμέτεραι 的分词(κατατεινόμεναι...)说明了人类灵魂混入肉体的方式。第二个从句中的分词 παροῦσαι 为主格表语,与语境中的主语即全元素中的诸灵魂(αἱ ἐν τοῖς ὅλοις στοιχείοις... ψυχαί)相一致。
- 1.140οὐ δὴ τοῦτο ἐπισημαίνεται, οὐδὲ τὸ ἴσως διὰ τοῦτο εἴρηκεν, ἀλλὰ πρὸς τὸ μεμῖχθαι
οὐ... οὐδέ... ἀλλά 的呼应结构。否定的焦点落在亚里士多德所针对的批判对象上:他并非反对万物充满神自身(οὐ τοῦτο... οὐδέ...),而是指出亚里士多德及其所说的“或许”是专门针对“被混合”(ἀλλὰ πρὸς τὸ μεμῖχθαι)这一物理性交融的观点而发的。
