- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:71.1-72.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在410b12–24中的论证,阐明灵魂(尤其是理智)优越并统领于物体性元素,并批评了早期哲学家关于灵魂的界定未能涵盖所有灵魂所共有的规定以及单一灵魂的全体。
" Τῆς δὲ ψυχῆς εἶναί τι κρεῖττον καὶ ἄρχον ἀδύνατον." Τῶν ἐνυπαρχόντων τοῖς ζῴοις δηλαδή. ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ,1 τουτέστι τῆς λογικῆς ψυχῆς· αὕτη γὰρ ἡ ἐνυπάρχουσα. καὶ αὕτη προγενεστέρα ἐστὶ κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν, ὅπερ τὸ εὔλογον σημαίνει, διὰ τὸ ἐγγίνεσθαι καὶ μὴ φθείρεσθαι, καθάπερ πρότερον ἔφη, καὶ κυρία κατὰ φύσιν· κυριώτατον γὰρ τὸ καὶ τοῦ γίνεσθαι καὶ τοῦ εἶναι ἐξηρημένως αἴτιον. οὐ καλῶς ἄρα τινὲς τὰ σωματικὰ στοιχεῖα ὡς πρῶτα τῶν ὄντων πρεσβεύουσι. δι’ ὧν ἐδήλωσε καὶ ὅπως γινώσκει ἡ ψυχή, ὅτι ὡς εἶδος οὖσα γνωστικόν· ὥστε καὶ ἡ πρὸς τὰ γνωστὰ αὐτῆς οἰκειότης οὐχ ὑλικὴ ἀλλ’ εἰδητικὴ νοείσθω συγγένεια.
“然而存在比灵魂更优越且起统领作用的某种事物,乃是不可能的。” 显然,这是在内在属于动物的事物中而言的。而比理智、即理性灵魂更优越,则更为不可能;因为这正是内在所属之物。并且依随理路的后承——这表明是合理的——它更为先在,正如他早先所说,乃是由于它[在肉体中]产生而并不朽灭,而且〔它〕在本性上是首要的;因为既是产生又是存在的超绝原因者乃是最为首要的。因此,某些人将物体性的诸元素尊奉为存在者中最初的,是不妥当的。通过这些论述,他也表明了灵魂如何进行认识,即它是作为认识性的形式而认识的;从而它与可认识对象之间的亲和性,亦应当被理解为并非质料性的、而是形式性的同族关系。
"Πάντες δὲ καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι καὶ τὰ ἑξῆς." Ὁ σκοπὸς τῶν προκειμένων ῥημάτων ἐν τούτοις, ἐνδείξασθαι εἶναι μέν τι κοινῇ πάσῃ ὑπάρχον ψυχῇ (οὐ συνωνύμως λέγω, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καλούμενα, καθάπερ τὸ ὄν, τὸ ἀγαθόν, τὸ ὑγιεινόν, ἡ κίνησις· εἶναι γάρ τι δεῖ τοιοῦτον, ὃ πάσῃ ὑπάρχει ψυχῇ, καθ’ ὃ καὶ κοινωνοῦσιν ἀλλήλαις καὶ ἀπὸ τῶν ἄλλων χωρίζονται), παρὰ δὲ τοῖς πρεσβυτέροις μὴ παραδεδόσθαι τὸ κοινόν. οὔτε γὰρ τὸ γνωριστικὸν καὶ αἰσθητικὸν οὔτε τὸ κατὰ τόπον κινητικὸν πάσῃ ὑπάρχει. γνωριστικὸν δὲ ἔοικε τὸ λογικῶς λέγειν γνωστικόν, διὸ ὑποκατιὼν νοῦν τοῦτο καλεῖ. ἀλλ’ εἰ καὶ μὴ τὸ κατὰ τόπον κινητικόν, τὸ κινητικὸν ἁπλῶς δόξει πάσῃ ὑπάρχειν· καὶ γὰρ τῇ φυτικῇ τὸ αὐξητικόν, ὃ ἦν κατὰ ποσὸν κινητικόν. ἀλλὰ δοκεῖ φησι μόνην τὴν κατὰ τόπον κινεῖν ἡ ψυχὴ τὸ ζῷον, ἐπειδὴ μηδενὶ τῶν ἐκτὸς συνεργῷ χρωμένη αὐτὸ οὕτως κινεῖ, ὡς τό γε αὐξητικὸν ἔξωθεν οὖσι τοῖς σιτίοις χρῆται. μήποτε δὲ καὶ ὡς τῆς φυτικῆς οὐκ ἐχούσης ἐναργῶς τὸ ὑφ’ οὗ, ἐπικλινούσης δὲ μᾶλλον εἰς τὸ καθ’ ὅ, διὰ τοῦτο φύσεώς τινος οὔσης (καὶ γὰρ ἡ φύσις ἀρχὴ τοῦ κινεῖσθαι καὶ τοῦ πάσχειν ἀλλ’ οὐ τοῦ κινεῖν), ἵνα2 καὶ ἐπὶ τῶν τρεφομένων τὸ καθ’ αὑτὸ κινοῦν τὸ ὑποστῆσαν ᾖ, ὡς καὶ ἐπὶ τῶν κατὰ φύσιν κινουμένων. ἐναργὴς 〈δὲ〉 ἡ ὑπὸ τῆς ψυχῆς κίνησις διὰ τὸ καθ’ ὁρμὴν γίνεσθαι.
“凡是凭借认识与感知[界定灵魂]的人,以下等等。” 在此处提出的言辞的目的,在于指出:尽管存在某种共同属于每一灵魂的东西(我所说的并非同名同义地,而是如同那些依于一者而得名的东西,例如存在、善、健康、运动;因为必须存在某种这样的东西,它属于每一灵魂,灵魂依据它既彼此共通又与其他事物区分开来),但在古人那里这一共同之物并未被传述下来。因为无论是认识能力与感知能力,还是引发位置运动的能力,都不属于每一灵魂。而他所说的认识能力,似乎是指以理性方式认识的能力,因此下文他将此称为理智。然而,即使引发位置运动的能力不属于一切灵魂,单纯运动的能力似乎亦将属于每一灵魂;因为对于植物性灵魂而言生长能力亦属于它,而这曾是依数量而言引发运动的能力。但是他说,灵魂似乎仅在位置运动上运动动物,因为它是无须借助任何外在的协同者而如此运动它的,这与生长能力利用外在的食物不同。或许这也是因为植物性灵魂并没有明白地具有作用因,而是更为倾斜于形式因,并因此而是一种自然(因为自然诚然是被运动与受影响的本原,却不是运动的本原),以便在受滋养的事物上,依其自身运动者亦是使其成立者,正如依自然而被运动的事物那样。而由灵魂引起的运动由于依冲动而产生乃是昭然可见的。
"Ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὸ αἰσθητικὸν ἐκ τῶν στοιχείων ποιοῦσι." Ὁμοίως γὰρ καὶ οὗτοι οὐ περὶ πάσης λέγουσι ψυχῆς. οὔτε γὰρ τὰ ἄλογα διάνοιαν ἔχει (ταὐτὸν νῦν διάνοιάν τε καὶ νοῦν λέγων, ἵνα τὴν λογικὴν δηλώσῃ ζωήν), οὔτε τὰ φυτὰ αἴσθησιν ἢ φοράν. διὸ οὐδὲ τοὺς τὸ κατὰ τόπον κινητικὸν αὐτῇ ἀποδιδόντας περὶ πάσης λέγειν ὑπέμνησεν.
“同样,凡是由诸元素构成理智与感知能力的人也是如此。” 因为他们同样不是关于每一灵魂而言说的。因为无理性的事物并不具有推论思考(他现在将推论思考与理智称作同一物,以表明理性生命),植物亦不具有感知或位移。因此他也提醒说,那些赋予它引发位置运动能力的人并不是关于每一灵魂而言说的。
"Εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε." Ἐπειδὴ μυθικώτερον, ὡς αὐτὸς ἔφη, οἱ Πυθαγόρειοι καὶ τὰ ἄλογα ἐδόκουν ταῖς λογικαῖς ζωοῦν ψυχαῖς, ἔνιοι δὲ καὶ τὰ φυτὰ ὡς Ἐμπεδοκλῆς, οὕτω δ’ ἂν καὶ τὸ κινητικὸν κατὰ τόπον καὶ τὸ αἰσθητικὸν καὶ πρός γε τὸ νοητικὸν πάσαις ἥρμοττε ψυχαῖς, εἴ τις, φησί, καὶ ταῦτα ἄτοπα ὄντα συγχωρήσειεν, ἵνα πάσης ψυχῆς μέρος ᾖ τὸ νοητικὸν καὶ αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης3 ψυχῆς, ἀντὶ τοῦ περὶ τῆς πάσης. ὅπως γὰρ εἶπε περὶ πάσης ἑρμηνεύων ἐπήγαγεν οὐδὲ περὶ ὅλης οὐδὲ περὶ μιᾶς, ὡς ἐχούσης ἑκάστης καὶ ἄλλας δυνάμεις, περὶ ὧν οὐδὲν εἰρήκασι. δῆλον δὲ ὡς καὶ οἱ δι’ ἀναπνοῆς ἕλκεσθαι τὴν ψυχὴν λέγοντες ὑπὸ τῶν ζῴων οὐ περὶ πάσης λέγουσιν· οὔτε γὰρ ἅπαν ζῷον οὔτε τῶν φυτῶν τι ἀναπνεῖ. ἔοικε δὲ ὁ Ὀρφεὺς τὴν μὲν τῶν σωμάτων πρὸς ζωὴν ἐπιτηδειότητα ἀναπνοὴν καλεῖν, τὰς δὲ ὁλικὰς κινητικὰς αἰτίας ἀνέμους, ὧν οὐκ ἄν ποτε χωρὶς αἱ μερικαὶ ψυχώσειαν τὰ ἐπιτήδεια σώματα. τοῦτο δὲ λέληθε, φησί, τὸ μὴ πάντα ἀναπνεῖν τοὺς οἰομένους κατὰ ἀλήθειαν πάντα τὰ ζῶντα δι’ ἀναπνοῆς ψυχοῦσθαι.
“而如果有人甚至让步承认这些。” 由于正如他自己所说,毕达哥拉斯派的人更为神话性地认为无理性的事物亦由理性灵魂所赋活,而某些人如恩培多克勒甚至认为植物亦是如此,从而引发位置运动的能力、感知能力乃至思惟能力亦将适合于一切灵魂,他说,如果有人甚至承认这些尽管荒谬的事情,以使思惟能力与感知能力成为每一灵魂的部分,他们即便如此亦不是普遍地关于每一灵魂而言说,即代指关于全灵魂而言说。因为他在解释他是如何说“关于每一灵魂”时补充道“既非关于全体,亦非关于单一的一个”,因为每一个灵魂亦具有其他能力,关于那些能力他们未置一词。并且显然,那些主张灵魂是由动物通过呼吸而被吸入的人,亦不是关于每一灵魂而言说的;因为并非一切动物都呼吸,植物中亦没有任何东西呼吸。而俄耳甫斯似乎将肉体对生命的适应性称为呼吸,而将整体性的运动原因称为风,若无这些原因,个别灵魂便绝不可能赋活适宜的肉体。而他说,并非一切事物都呼吸这一事实,逃过了那些真实地认为一切活着的事物皆通过呼吸而被赋活之人的眼界。
- 1.134ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ
承接前一引文省略了κρεῖττον καὶ ἄρχον εἶναί τι。属格τοῦ νοῦ为比较属格,意为“比理智更优越则更为不可能”。
- 1.135μήποτε δὲ καὶ ὡς τῆς φυτικῆς οὐκ ἐχούσης ἐναργῶς τὸ ὑφ’ οὗ ... ἵνα
由表示推测/委婉陈述的习惯短语μήποτε(“或许也是因为……”)引导,支配带有说明性ὡς的属格独立结构(τῆς φυτικῆς οὐκ ἐχούσης...)。随后的ἵνα引导目的从句(“以便……”),与主语τὸ καθ’ αὑτὸ κινοῦν相联系。
- 1.137περὶ πάσης ψυχῆς, ἀντὶ τοῦ περὶ τῆς πάσης
通过定冠词的有无进行对比。注疏者将亚里士多德使用的无定冠词词组περὶ πάσης(“关于每一灵魂”)解释为替代带有定冠词的περὶ τῆς πάσης(“关于全灵魂”),以此过渡到随后的“οὐδὲ περὶ ὅλης”(亦非关于全体)。
