- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:69.27-70.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了思想与认识兼具作用与受影响的性质,对比非质料与质料事物中的认识以批判基于相似性的认识论。随后他解释了为何并非一切事物皆具灵魂,并论证了灵魂作为统摄诸元素的根本原理之优越性。
" Ὁμοίως δὲ καὶ τὸ νοεῖν τε καὶ γινώσκειν." Γινώσκειν λέγων τὸ ἐπιστημονικῶς. καὶ αὐτὰ δὲ ποιεῖν τέ ἐστι καὶ πάσχειν. τὸ γνωρίζειν γὰρ τὰ ὄντα κατὰ μὲν αὐτὴν τὴν γνωστικὴν ἐνέργειαν ποιεῖν ἂν εἴη· πάσχειν δὲ κατὰ τὴν ὑπὸ τοῦ νοητοῦ ἢ ἐπιστητοῦ τελείωσιν. ἀλλὰ τὰ μὲν ἄυλα, ἐφ’ ὧν συντρέχει εἰς ταὐτὸν τῷ ὑποκειμένῳ τὸ γινώσκειν τε καὶ τὸ γινώσκεσθαι, ἅμα ἐστὶ ποιεῖν τε εἰς ἑαυτὰ καὶ πάσχειν ὑφ’ ἑαυτῶν, οὐ καθὸ ὅμοια αὐτὰ ἑαυτοῖς, ἀλλὰ καθὸ ἀνόμοιά πως τῷ λόγῳ, ἐπειδὴ αὐτὰ καὶ γνωστικὰ ἑαυτῶν καὶ γνωστὰ ἑαυτοῖς. ἐπὶ δὲ τῶν ὑλικῶν οὐ συντρέχει τὸ γνωστὸν τῷ γνωστικῷ, ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, ἀλλὰ καὶ τῷ ὑποκειμένῳ κεχώρισται, καὶ οὐ μόνον τῷ λόγῳ. οὐ δὴ οὖν τὸ πῦρ ὑπὸ πυρὸς γινώσκεται· γνωστὸν γὰρ ἀλλ’ οὐχὶ καὶ γνωστικὸν τὸ πῦρ. καὶ ὅτι ἐπὶ τούτων οὐ συντρέχει ἀμφότερα, μαρτύρεται [δὲ] καὶ τὰ ἐναργῶς φαινόμενα. εἰ γὰρ ἡ γῆ ἐγίνωσκε, τὰ γηινώτερα ἂν τῶν μορίων ἦν καὶ αὐτὰ γνωστικά. καίτοι μάλιστα τῶν γηίνων σωμάτων φαίνεται οὐδὲν αἰσθανόμενον. ἐν δὲ τῇ λέξει τὸ μαρτυρεῖ δὲ τὸ νῦν λεχθὲν ἀντὶ τοῦ λεχθησομένου ἀποδεκτέον,1 ὡς δηλοῖ ἐπιφερόμενος ὁ γὰρ σύνδεσμος αἰτιολογικὸς ὤν. καὶ τὰ νεῦρα δὲ ἐν τοῖς ἀναισθήτοις τάττει, ὡς καὶ τὸ κατὰ τὴν ἁφὴν αἰσθητήριον τὸ πνεῦμα εἶναι βουλόμενος. δῆλα δὲ καὶ τὰ ἑξῆς ἐπιχειρήματα. τὴν γὰρ κυρίως ἀρχὴν ἑαυτῆς εἶναι γνωριστικὴν καὶ ὡς αὐτὸ τοῦτο οὔσης ἀρχῆς,2 καὶ δι’ ἑαυτῆς καὶ τῶν ἀρχομένων πάντων κατὰ τὴν αἰτιώδη πάντων περίληψιν. συμβαίνει δὲ τοῖς οὕτω μερίζουσι τὰς ἀρχὰς καὶ διὰ τῆς ὁμοιότητος τὴν γνῶσιν εἰσάγουσιν ἑνὸς μόνου ἀποδιδόναι γνῶσιν ἑκάστῃ ἀρχῇ τῶν δὲ ἄλλων ἄγνοιαν, τῷ δὲ ἀρχομένῳ καὶ ἐξ αὐτῶν συνθέτῳ τὴν πάντων γνῶσιν πλὴν τοῦ σφαίρου, ὃν Ἐμπεδοκλῆς θεὸν ὑμνεῖ. ἐκεῖνος γὰρ μόνος τῶν συνθέτων τὸ νεῖκος οὐκ εἴσεται, ἐπεὶ οὐ συμπληροῦται ἐξ αὐτοῦ.
“思考与认识同样也是如此。” 他所说的“认识”,是指学理性地[认识]。而这些本身也是作用与受影响。因为认识诸存在者,依认识活动本身而言乃是作用,而依由可理知物或可学知物带来的完善而言乃是受影响。但在非质料的事物中,认识与被认识在基底上汇聚为同一物,它们同时是对自身起作用并受自身影响,这并非因为它们与自身相似,而是因为它们在定义上在某种程度上不相似,因为它们自身既能认识自身,又对自身而言是可认识的。然而在质料性的事物中,被认识者与认识者并不汇聚为一,正如他在第三卷中所要谈到的,它们不仅在定义上分离,在基底上也是分离的。因此火绝不由火所认识;因为火是被认识者,而非同时也是认识者。并且在这些事物上两者并不汇聚为一,明白显现的现象亦为此作证。因为若土能够认识,那么各部分中更为土质的部分本身亦当是能认识的。然而在土质物体中,最为显然的是没有任何东西能感知。而在词句中,“方才所说的亦作证”应当被理解为代指将要说的内容,随后出现的作为表示原因的连词“因为”表明了这一点。他还把神经列入无感觉之物中,这仿佛表明他认为触觉的感官亦是精气。随后的论证亦是明白的。因为严格意义上的本原是能认识自身的,且正是由于其本身是本原,并凭借自身且依照对一切事物的因果性包摄而[能认识]一切由本原派生之物。但对于这样划分诸本原并通过相似性引入认识的人而言,结果是赋予每个本原仅对单一事物的认识而对其他事物无知,却赋予由本原派生且由它们构成的复合物对一切事物的认识,唯独恩培多克勒称颂为神的球体除外。因为唯独那个[球体]在复合物中将不知道争斗,因为它并非由争斗所组成。
"Ὅλως δὲ διὰ τίν’ αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα;" Ἐπειδὴ νοῦς καὶ ψυχὴ τὰ γνωστικά, γνωστικὰ δὲ τὰ στοιχεῖα καὶ τὰ ἐξ αὐτῶν, καὶ τὸ ἀντίστροφον ἔσται ἀληθές, τὸ πᾶν στοιχεῖον καὶ ἐκ στοιχείων ψυχὴν εἶναι ἢ νοῦν, ἤγουν ἔχειν ταῦτα καθὸ γνωστικά, διότι μὴ κατ’ ἄλλο τι ἢ γνωστικὸν ὥρισται, τὸ δὲ γνωστικὸν λέγουσι τοῖς στοιχείοις καθ’ ἑαυτὸ ὑπάρχειν.
“总的说来,由于什么原因并非一切存在者都具有灵魂呢?” 既然理智与灵魂是能认识者,而诸元素及由它们构成的事物亦是能认识者,那么其逆命题亦将为真,即:每一个元素及由元素构成的事物乃是灵魂或理智,或者说就其为能认识者而言具有这些,因为[灵魂]并非由能认识之外的任何东西所界定,而他们主张能认识按其自身属于诸元素。
"Ἀπορήσειε δ’ ἄν τις καὶ τί ποτέ ἐστι τὸ ἑνοποιοῦν ταῦτα." Ἅπαν σῶμα κἂν ἁπλοῦν κἂν σύνθετον ᾖ, ὡς τὸ εἶναι ἔχει οὐ καθ’ ἑαυτὸ οὐδ’ ὑφ’ ἑαυτοῦ, ἀλλὰ καθ’ ἕτερον τὸ εἰδητικὸν καὶ ὑφ’ ἑτέρου τοῦ ποιητικοῦ ἢ τελικοῦ αἰτίου, οὕτω καὶ τὸ ἓν κατὰ τὸ εἰδητικὸν ἔχει καὶ ὑπὸ τοῦ ὑποστατικοῦ αἰτίου. διὸ καὶ τὸ τὰ σύνθετα ἑνίζον ἐστὶ τὸ μὲν εἶδος ὡς τὸ καθ’ ὅ, τὸ δὲ ποιητικὸν ὡς τὸ ὑφ’ οὗ. κυριώτερον δὲ δηλαδὴ τὸ τοῦ εἶναί τε καὶ τοῦ συνέχεσθαι αἴτιον τῶν οὐσιωμένων τε καὶ ἑνιζομένων. τὰ δὲ στοιχεῖα οὐσιοῦταί τε καὶ ἑνίζεται, ὅπερ τὸ συνέχεσθαι δηλοῖ ἐν τοῖς ζῴοις τῇ ψυχῇ. κυριωτέρα ἄρα τῶν στοιχείων ἀρχὴ ἡ ψυχή. τὰ μὲν γὰρ ὡς ὕλη, ἡ δὲ ὡς τὸ εἶδος καὶ ὡς τὸ ποιοῦν,3 ἡ μὲν ὡς ζῶντος χαρακτηριστικὴ ὡς εἶδος, ἡ δὲ ὡς ὀργάνῳ χρωμένη ὡς τὸ ποιοῦν.
“人们亦会疑难,究竟是什么将这些统一起来。” 凡是物体,无论单纯还是复合,正如其存在不是依其自身亦非由其自身而来,而是依据形式性的另一物并由作为作用因或目的因的另一物所赋予,同样其为一亦是依据形式性的东西并由构成原因所赋予。因此将复合物统一起来者,一方面是作为依之所在的形式,另一方面是作为由之而来的作用因。而显然,赋予存在与维系整体的原因比起被赋予实体与被统一的事物更为根本。而诸元素是被赋予实体并被统一的,在动物中由灵魂所维系这一事实便表明了这一点。所以灵魂是比诸元素更为根本的本原。因为前者有如质料,而后者有如形式与作用者:一方面作为表征活着之物者宛如形式,另一方面作为将[肉体]作为工具来使用者宛如作用者。
- 1.131τὸ μαρτυρεῖ δὲ τὸ νῦν λεχθὲν ἀντὶ τοῦ λεχθησομένου ἀποδεκτέον
针对亚里士多德原文中“方才所说的亦作证(μαρτυρεῖ δὲ τὸ νῦν λεχθέν)”的句法说明。辛普利丘指出,鉴于紧接其后的是说明原因的连词 γάρ,此处的“方才所说”应当被视为前递指涉下文即将陈述的具体论据(即土质部分并不具有感觉),因而须作“将要说者”解。
- 1.131ὡς αὐτὸ τοῦτο οὔσης ἀρχῆς
此处带有 ὡς 的属格绝对结构(οὔσης ἀρχῆς)表示理由,在语法上松散地指涉前文不定式从句中的宾格主语(τὴν κυρίως ἀρχήν),而非按常规与主语保持一致作宾格分词(οὖσαν)。
- 1.133τὰ μὲν γὰρ ὡς ὕλη, ἡ δὲ ὡς τὸ εἶδος καὶ ὡς τὸ ποιοῦν, ἡ μὲν ὡς ζῶντος χαρακτηριστικὴ ὡς εἶδος, ἡ δὲ ὡς ὀργάνῳ χρωμένη ὡς τὸ ποιοῦν
在以“τὰ μέν(诸元素)... ἡ δέ(灵魂)”构成整体对照之后,句中又嵌套了一组“ἡ μέν... ἡ δέ...”,用以分别展开方才赋予灵魂的两个方面(形式与作用者)。后一组中的 ἡ μέν 指作为形式的灵魂(表征活着之物),而 ἡ δέ 则指作为作用者的灵魂(将身体作为工具来使用)。
