← 辛普里丘

亚里士多德《论灵魂》注释

§6.18-7.28

科学知识的尊贵与灵魂探究的卓越地位

辛普利丘注解了亚里士多德《论灵魂》开篇(402a1–3),探讨了科学知识美好且尊贵的地位、“知识”与科学认识的定义、美与尊贵的辨析,并阐明了为何关于灵魂的探究因认识的精确性与对象的卓越性而位列首屈一指的地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες." Τὸ προοίμιον τὸν σκοπόν τε ἅμα τῆς προκειμένης πραγματείας ὁρίζει καὶ ὡς περισπούδαστον ἀνθρώποις ἅπασι γεραίρει. ἔτι τε συντείνει τὸν ἀκροατὴν τὸ δύσληπτον καθόλου τε τῆς τῶν οὐσιῶν θεωρίας καὶ ἰδίως τῆς ψυχικῆς ἐκφαῖνον.1 πᾶσαν μὲν οὖν εἴδησιν ἐν τοῖς καλοῖς τε καὶ τιμίοις τάττει, οὐ τὴν ὁποιανοῦν γνῶσιν εἴδησιν προσαγορεύων, ἀλλὰ τὴν ἐπιστημονικήν· κατὰ γὰρ ταύτην ἡμῖν τὸ εἰδέναι, κατὰ δὲ δόξαν τὸ οἴεσθαι. ἀπολείπονται δὲ καὶ φαντασίαι καὶ αἰσθήσεις τῆς εἰδήσεως, συμβεβηκότων ἀεὶ καὶ οὐδεμιᾶς οὐσίας ἀντιλαμβανόμεναι. εἴδησις μὲν οὖν ἡ ἐπιστημονική ἐστι γνῶσις. καλὰ δὲ καὶ τίμια τῷ μὲν ὑποκειμένῳ συντρέχει (καὶ γὰρ πᾶν τὸ ὄντως τίμιον καλόν, καὶ πᾶν τὸ καλὸν τίμιον), τῷ δὲ λόγῳ διαφέρει· καλὸν μὲν γάρ ἐστιν ὡς ἐραστὸν καὶ δι’ αὑτὸ αἱρετόν, τίμιον δὲ διὰ τὸ σεμνὸν καὶ ὑπερέχον, ὑποκλινομένων αὐτῷ τῶν ἄλλων οἷς ἐστι τίμιον. εἰκότως ἄρα ἄνθρωποι ὄντες καὶ κατὰ λόγον οὐσιωμένοι τῶν καλῶν καὶ τιμίων εἶναι ὑπολαμβάνομεν τὴν ἐπιστημονικὴν θεωρίαν, ὡς τὴν ἀρίστην οὖσαν τοῦ λόγου τελειότητα καὶ διὰ τοῦτο ἐφετήν τε αὐτῷ καθ’ αὑτὴν οὖσαν καὶ ἐγγενομένην τὸ ὑπερέχον αὐτῷ δωρουμένην.

“既然将知识认定为美好且珍贵的事物之一”序言在规定当前论著之宗旨的同时,亦赞誉其为全人类极当致力的追求。此外,它通过揭示对实体的考察在整体上的难以把握,尤其是对灵魂之考察的难以把握,来促使听者聚精会神。于是,他将一切知识列于美好且珍贵的事物之中,并非把随便何种认识都称为知识,而是专指科学认识;因为依循后者我们拥有“知”,而依循意见我们则拥有“推想”。表象与感觉亦逊于知识,因为它们始终把握附随属性,而不把握任何实体。因此,知识乃是科学认识。美好与珍贵在主体上固然一致(因为一切真正珍贵之物皆是美好的,一切美好之物亦皆是珍贵的),在定义上却有差异:美好乃因作为可倾慕之物且因其自身而值得选择,珍贵则因其庄严与卓越,其他视其为珍贵之物皆顺从于它。因此,合乎情理地,我们既然是人,且依循理性具有其实体,便认定科学观照属于美好且珍贵之列,视其为理性的最善圆满,并因此因其自身对理性而言是可企求的,且在生成于理性中时便赋予它以卓越之质。

§1.2

"Μᾶλλον δ’ ἑτέραν ἑτέρας ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι." Ἅπασα μὲν γὰρ ἐπιστήμη καλή τε καὶ τιμία, ἄλλη δὲ ἄλλης καλλίων τε καὶ τιμιωτέρα ἢ τῷ ἀκριβεστέρα εἶναι, ὡς γεωμετρία ἔχει πρὸς τὴν τῶν ἐν οὐρανῷ φαινομένων καταληπτικὴν ἀστρονομίαν, διὰ τὴν πόρρω αὐτῶν ἀπόστασιν ἀπολιμπανομένην τοῦ ἀκριβοῦς, ἢ τῷ βελτιόνων εἶναι, ὡς ἀνάπαλιν ἔχει ἀστρονομία καὶ ἡ περὶ τὰ φαινόμενα πρὸς ὀπτικὴν γεωμετρικήν τινα ὑπάρχουσαν. ἀλλ’ αὗται μὲν μαθηματικαὶ οὖσαι πραγματεῖαι τῶν κυρίως ἀπολείπονται ἐπιστημῶν, ὡς μήτε οὐσίας οὖσαι μήτε ἐκ τῶν ἀληθινῶν ἀρχόμεναι αἰτίων· ἀληθινὰ γὰρ τὰ οὐσιώδη εἴδη. εἶεν δ’ ἂν καὶ ἐν ταῖς τῶν οὐσιῶν θεωρητικαῖς ἀκριβέστερον μὲν ἡμῖν τῆς περὶ τῶν οὐρανίων φυσιολογίας ἐγγινομένη ἡ περὶ ζῴων διὰ τὸ προσεχὲς οὐ λανθάνουσα,2 ἐκείνη δὲ ταύτης τῷ περὶ βελτιόνων εἶναι. βέλτιον μὲν οὖν ἐστι τοῦ ποτὲ ὄντος τὸ ἀΐδιον, καὶ τὸ αἰτιώτερον ὡς τέλος ἢ ὡς ποιοῦν ἢ ὡς εἶδος τοῦ αἰτιατοῦ, καὶ ὅλως τὸ θεοῖς πλησιάζον τοῦ μᾶλλον ἀπωτέρω κατ’ οὐσίαν. ἀκριβεστέρα δὲ γνῶσις ἡ ἀναγκαία καὶ ἀπαράλειπτος καὶ ἡ οἰκεία τῷ γνωστῷ.

“但一者胜过另一者,或由于精确性,或由于其关乎更好且更令人惊奇的事物”因为一切科学皆是美好且珍贵的,但一者比另一者更为美好且珍贵,或由于其更为精确,犹如几何学相对于把握天象的天文学那般(天文学由于其对象相距遥远而在精确性上有所不及),或由于其关乎更好的事物,犹如天文学以及关乎天象的学问反过来相对于光学那般,光学乃是某种几何学的分支。然而,这些作为数学性质的论著,逊于严格意义上的科学,因为它们既非关涉实体,亦非从真实原因出发;盖真实的因乃是实体的形式。甚至在考察实体的诸科学之中,关乎动物的学问在生成于我们之中时,亦可能比关乎天体的自然学更为精确,因其直接切近而不致被忽略,而后者则因关乎更好的事物而胜过前者。更好者乃是永恒者之于曾在者,以及作为目的、制作者或形式而在因果性上高于受因者,总而言之,乃是依其实体而言更接近诸神者之于更远离诸神者。而更为精确的认识,乃是必然的、无遗漏的,且与认识对象相贴切的认识。

§1.3

"Δι’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν." Διά τε ἀκρίβειαν καὶ διὰ τὸ περὶ βελτίω καὶ θαυμάσια ἔχειν. διὰ γὰρ τὴν πρὸς ἑαυτὴν αὐτῆς τῆς ψυχῆς οἰκειότητα ἐγγυτάτω ὂν τῷ γινώσκοντι τὸ γνωστὸν ἐναργῆ παρέχεται καὶ ἀκριβῆ τὴν τῶν συνθέτων γνῶσιν· καὶ γὰρ ἡ τῶν συνθέτων ἡμῶν αὐτῶν συναίσθησις ἐναργής τε καὶ ἀκριβής. ἡ δὲ κατὰ νοῦν καὶ λόγον τῆς ψυχῆς αὐτῆς εἰς ἑαυτὴν ἐπιστροφὴ ἀπαθῶς γινομένη ἔτι ἐναργεστέρα καὶ ἀκριβεστέρα. ἀλλὰ καὶ αὐτῇ τῇ πρὸς ἑαυτὴν ἐπιστροφῇ ἀσώματον καὶ χωριστὴν σωμάτων ἑαυτὴν εὑρίσκουσα καὶ γνωστικὴν καὶ ἑαυτῆς κυρίαν διὰ τὸ κατὰ βούλησιν ζῆν καὶ ἀρχικὴν ὡς βελτίστην θαυμάσεται ὡς οὐκ ἀπεσπασμένην τῶν πρώτων αἰτίων.3 οὐ γὰρ ὡς αὐτόθεν πρώτην, ἀλλ’ ὡς ἐν τοῖς πρώτοις φησί, διὰ τὴν οἷον συνεχῆ πρὸς αὐτὰ ὑπόβασιν. ἡ δὲ ἱστορία ἀντὶ τῆς ἐπιστήμης εἴληπται νῦν· ἴσμεν γάρ φαμεν ὅσα ἀκριβῶς γινώσκομεν.

“基于这两点原因,我们理当将关于灵魂的探讨列于首位”既因精确性,亦因关乎更好且令人惊奇的事物。因为借由灵魂自身对自身的亲近,认识对象对于认识者而言至为切近,从而提供了对复合体的清晰而精确的认识;事实上,我们对自己这些复合体的共同感知乃是清晰且精确的。而灵魂自身依循理智与理性向自身的复归,由于是不受影响地生成的,因而更为清晰且精确。不仅如此,借由向自身的这种复归,灵魂发现自己是非物体的、独立于身体的、具有认识能力的、由于依意愿生活而为主于自身的、并作为最善者而具有统摄作用的,从而将惊异于自身并未脱离第一原因。因为正如他所说,并非直接作为“第一”,而是“列于首位”,乃是由于一种与它们仿佛连续的下降。至于“探讨”,在此乃是取用以代指“科学”;因为凡是我们精确认识的,我们便说我们“知晓”。

语法注3 条
  1. 1.1ἔτι τε συντείνει τὸν ἀκροατὴν τὸ δύσληπτον καθόλου τε τῆς τῶν οὐσιῶν θεωρίας καὶ ἰδίως τῆς ψυχικῆς ἐκφαῖνον.

    中性分词 ἐκφαῖνον 与前句的主语 τὸ προοίμιον 相一致,其实质宾语为中性名词化形容词短语 τὸ δύσληπτον。并列副词短语 καθόλου τε... καὶ ἰδίως... 修饰其后的属格补足语 τῆς τῶν οὐσιῶν θεωρίας 以及承前省略的 τῆς ψυχικῆς [θεωρίας]。

  2. 1.2ἀκριβέστερον μὲν ἡμῖν τῆς περὶ τῶν οὐρανίων φυσιολογίας ἐγγινομένη ἡ περὶ ζῴων διὰ τὸ προσεχὲς οὐ λανθάνουσα

    主语为阴性短语 ἡ περὶ ζῴων[θεωρία/ἐπιστήμη],分词 ἐγγινομένη 与 οὐ λανθάνουσα 与之一致。ἀκριβέστερον 作副词性修饰语修饰 ἐγγινομένη,属格 τῆς περὶ τῶν οὐρανίων φυσιολογίας 则作比较属格。

  3. 1.3ἀλλὰ καὶ αὐτῇ τῇ πρὸς ἑαυτὴν ἐπιστροφῇ ἀσώματον καὶ χωριστὴν σωμάτων ἑαυτὴν εὑρίσκουσα καὶ γνωστικὴν καὶ ἑαυτῆς κυρίαν διὰ τὸ κατὰ βούλησιν ζῆν καὶ ἀρχικὴν ὡς βελτίστην θαυμάσεται ὡς οὐκ ἀπεσπασμένην τῶν πρώτων αἰτίων.

    主要谓语动词 θαυμάσεται 采用中间态形式,表主动态含义(惊叹/钦佩),其主语承前分词 εὑρίσκουσα(即灵魂自身)。反身代词 ἑαυτήν 带有由一系列宾格形容词(ἀσώματον, χωριστήν, γνωστικήν, κυρίαν, ἀρχικήν)构成的宾语补足语,句末的分词短语 ὡς οὐκ ἀπεσπασμένην 亦在宾格上与 ἑαυτήν 相一致,补充说明惊异的对象状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:6.18-7.28