← 辛普里丘

亚里士多德《论灵魂》注释

§68.30-69.26

十个范畴的多义性与感知的受动及能动

辛普里修注解了亚里士多德基于存在被区分为十个范畴而指出的荒谬性(若事物本身内在其中,灵魂便须属于一切范畴),并阐释了早期哲学家关于同类认识同类却不受同类影响的自相矛盾,进而论述了感知兼具受动与能动的双重性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.128

" Ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος." Στοιχεῖα ἑκάστου λέγει γένους τὰ κοινῇ μὲν πᾶσι τοῖς ὑπὸ τὸ γένος ὑπάρχοντα, οὐκέτι δὲ ἄλλῳ τινί, οἷον οὐσίας μὲν τὸ αὐθέδραστον καὶ μὴ ἐν ὑποκειμένῳ εἶναι, τὸ ἑδραστικὸν τῶν ἄλλων καὶ ὑποκείμενον αὐτοῖς, τὸ ἑαυτοῦ ὄν, τὸ μηδὲν πρὸς τὸ εἶναι τῶν συμβεβηκότων δεῖσθαι· διὸ καὶ ἡ αὐτὴ καὶ μία τῷ ἀριθμῷ τῶν ἐναντίων ἐστὶ δεκτική. ποσοῦ δὲ τὸ μέτρον καὶ τὸ τοσόνδε, τὸ ἰσότητος καὶ ἀνισότητος δεκτικόν, τὸ καὶ πρὸς πέρας καὶ πρὸς ἀπειρίαν ἐπιτήδειον. ποιοῦ δὲ τὸ χαρακτηριστικόν, τὸ τοιόνδε, τὸ ὅμοιον καὶ ἀνόμοιον. κοινὰ δὲ τῶν δέκα ἔστι μὲν ὅσα ὡς ὄντων ἐστὶ στοιχεῖα, ἀλλ’ οὐ συνωνύμως ἐπὶ πάντων λεγόμενα·1 διὸ νῦν οὐ δοκεῖν ἔφη εἶναι κοινά, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. διὸ εἰ μὲν αὐτὰ τὰ γνωστὰ ἐνυπάρχει τῷ γινώσκοντι, δεῖ πολλαχῶς τὰ κοινὰ ὑπάρξαι, καὶ δεκαχῶς, ὁσαχῶς καὶ τὰ κοινά· εἰ δὲ κατὰ τὴν πρὸς αὐτὰ τῶν λόγων συγγένειαν,2 ἀρκεῖ καὶ ὁ εἷς λόγος τῆς ταὐτότητος, τὸ ἁπανταχοῦ γινώσκειν ταὐτόν. οὐ γὰρ μόνου τοῦ συνωνύμως λεγομένου ἔστιν ἑνὸς μία ἐπιστήμη, ἀλλὰ καὶ τοῦ ἀφ’ ἑνὸς ἢ πρὸς ἕν, ὡς σαφῶς ταῦτα ἐν τῇ Μετὰ τὰ φυσικὰ διώρισται, καθάπερ καὶ τοῦ ὑγιεινοῦ ἡ ἰατρική, καίτοι πολλαχῶς λεγομένου. πάλιν εἰ μὲν αὐτά τις λέγοι ἐνυπάρχειν τῇ ψυχῇ τὰ τῶν γνωστῶν στοιχεῖα, ἔσται ἡ ψυχὴ οὐκ οὐσία μόνον ἀλλὰ καὶ ποιὸν καὶ ποσὸν καὶ τὰ ἄλλα γένη. ἡ δὲ λογικὴ πρὸς ἅπαντα οἰκειότης οὐδὲν κωλύεται εἶναι οὐσιώδης.

“再者,由于存在是在多种意义上被谈论的。” 他所说的每个属的元素,是指共同属于该属之下的一切事物,却不再属于任何其他事物的东西。例如关于实体,即是自立基底、不在基质之中、作为其他事物的基底并作为它们的承受者、属于其自身、对于自身的存在完全不需要偶性;因此同一且在数量上为一的实体能够接受相反者。关于数量,则是尺度和如此之大、对相等与不相等的接受能力、对于界限与无限的双重适宜性。关于性质,则是具有特征性质者、如此这般的性质、相似与不相似。至于十个范畴所共同具有的,确实有作为诸存在者的元素那样的东西,但它们并非同义地(单义地)被述说于一切之上;因此他现在说并不显得有共同的元素,而是作为由一而来并朝向一而被述说的。因此,若被认识的事物本身内在出现于认识者之中,那么共同元素必须在多种意义上存在,且是在十种意义上,正如共同元素有多少种一样;但若认识是依据原由与它们之间的亲缘关系,那么同一性的单一原由、即在各处认识同一物便已足够。因为并非仅对同义地被称为一之物才有一门科学,对由一而来或朝向一之物亦有一门科学,正如这些在《形而上学》中已被明确界定,就像医学是关于健康之物的科学,尽管“健康的”是在多种意义上被谈论的。反之,若有人说被认识的事物的元素本身内在存在于灵魂之中,灵魂将不仅是实体,而且也是性质、数量以及其他各类。然而,与一切事物的理性亲和性完全不妨碍是实体性的。

§1.129

"Ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ τὸ ὅμοιον τοῦ ὁμοίου καὶ γινώσκειν τὸ ὅμοιον τῷ ὁμοίῳ." Καὶ ἐν ἄλλοις διώρισται ὡς τὸ ἐνεργείᾳ καὶ πάντῃ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου, τὸ θερμὸν ὑπὸ τοῦ θερμοῦ, καὶ τὸ ξηρὸν ὡσαύτως. οὕτω δὲ καὶ τὸ γνωστικὸν γνωστοῦ, ἀλλ’ οὐ γνωστικοῦ. καίτοι καὶ αὐτοῦ, ἐπειδὴ καὶ τὸ γνωστικὸν γνωστόν, ὥσπερ καὶ τὸ γνωστὸν γνωστικόν, καὶ γινώσκει ἐνίοτε ὡς γνωστικόν. διὸ οὐ καθ’ ὁμοιότητα ἁπλῶς.

“并且,一方面说同类不受同类影响,另一方面又说同类感知同类、以同类认识同类,这是荒谬的。” 在其他地方亦已界定,在现实上且完全相似之物不受相似者影响:热不受热影响,干燥亦同样。同样地,认识者是〔认识〕被认识者的,而非〔认识〕认识者的。虽然亦是〔认识〕它的,因为认识者也是被认识者,正如被认识者也是认识者,且它有时是作为认识者而认识。因此并非单凭相似性。

§1.130

"Τὸ δ’ αἰσθάνεσθαι πάσχειν τε καὶ ποιεῖν τιθέασιν." Οὐ κατὰ μόνην τὴν τοῦ ὀργάνου πάθην πάσχειν ὄν,3 ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν κρίσιν ἢ κατὰ τὴν τοῦ αἰσθητοῦ εἴδους ἑτέρου ὄντος τῷ λόγῳ παρὰ τὸ αἰσθητικόν, τελειοῦταί γε κατ’ αὐτὴν τὴν αἰσθητικὴν ἐνέργειαν ποιεῖν ὄν.

“而他们将感知既设定为受影响,又设定为作用。” [感知]作为受影响,不仅是依器官的受动而言,而且也是依判断本身,或是由于可感形式在定义上不同于感官能力而言的;至少它依照感觉的现实活动本身而得以完成,是作为作用着的。

语法注3 条
  1. 1.128κοινὰ δὲ τῶν δέκα ἔστι μὲν ὅσα ὡς ὄντων ἐστὶ στοιχεῖα, ἀλλ’ οὐ συνωνύμως ἐπὶ πάντων λεγόμενα

    主语是关系从句 ὅσα ὡς ὄντων ἐστὶ στοιχεῖα(作为诸存在者的元素之物),与 ἔστι... κοινὰ τῶν δέκα(对十个范畴是共通的)构成表语结构。ἀλλ' οὐ συνωνύμως ἐπὶ πάντων λεγόμενα 修饰并限制前面的 κοινά,表明所谓“共通”并非在各个范畴上同名单义地述说,而是通过与一者的关联(核心歧义/指向一者)而共同成立。

  2. 1.128εἰ δὲ κατὰ τὴν πρὸς αὐτὰ τῶν λόγων συγγένειαν

    此条件分句与前文的 εἰ μὲν αὐτὰ τὰ γνωστὰ ἐνυπάρχει τῷ γινώσκοντι 构成对称对立。从上下文中省略了主语与谓语动词(即“如果灵魂认识事物是……”)。介词 κατά 表示认识发生的根据与方式。

  3. 1.130Οὐ κατὰ μόνην τὴν τοῦ ὀργάνου πάθην πάσχειν ὄν, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν κρίσιν ἢ κατὰ τὴν τοῦ αἰσθητοῦ εἴδους ἑτέρου ὄντος τῷ λόγῳ παρὰ τὸ αἰσθητικόν, τελειοῦταί γε κατ’ αὐτὴν τὴν αἰσθητικὴν ἐνέργειαν ποιεῖν ὄν.

    全句主语承接引文中的 τὸ αἰσθάνεσθαι。分词短语 πάσχειν ὄν(作为受影响者)与末尾的 ποιεῖν ὄν(作为作用者)形成两极对照。前半部分通过三个介词短语(κατὰ ... πάθην、κατὰ ... κρίσιν,以及包含属格绝对结构的 κατὰ τὴν ... ἑτέρου ὄντος)层叠说明受动的根据;后半部分则以主要限定动词 τελειοῦται 结合分词 ποιεῖν ὄν,表明其在活动中实现自身从而具有能动性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:68.30-69.26