- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:67.34-68.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修注解亚里士多德在《论灵魂》409b23–410a11中对“灵魂由元素构成”之说的批判。他援引恩培多克勒的学说,阐明不仅是元素本身,甚至连复合物的比例(原由)和匮乏都必须存在于灵魂之中的荒谬后果。
" Λείπεται δὲ ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ τῶν στοιχείων αὐτὴν εἶναι." Λέγουσι μὲν γάρ, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζῃ, ὥσπερανεὶ τὴν ψυχὴν τὰ πράγματα τιθέντες. οὐ βουλόμενος αὐτὰ τὰ πράγματα ἐν τῇ ψυχῇ ὑπάρχειν1 (διαφαίνεται γὰρ τὸ τῆς ὑποθέσεως ἄτοπον μάλιστα ἐπὶ τῶν σωμάτων), ὅτι οὐδὲ τὰ τέτταρα στοιχεῖα μόνα ἐν αὐτῇ ἀνάγκη ὑποτίθεσθαι, ἀλλὰ καὶ τὰ σύνθετα πάντα· οὐ γὰρ ἐκ στοιχείων μόνων, ἀλλὰ καὶ κατὰ τὸν λόγον τῆς συνθέσεως γινώσκεται. δεῖ οὖν καὶ τὸν ἑκάστου ἐνυπάρχειν λόγον, εἰ μέλλοι καὶ τὸ σύνολον, τούτεστι τὸ σύνθετον, γνωρίζειν. θεὸν δὲ κατ’ Ἐμπεδοκλέα λέγει ἐκ τῶν στοιχείων ὄντα καὶ αὐτόν, τὸν σφαῖρον. καὶ μαρτύρεται καὶ Ἐμπεδοκλέα ἐπὶ τῶν ὀστῶν καὶ τὸν λόγον τῆς συνθέσεως παραδιδόντα. ‘ἐπίηρος’ δέ, τουτέστιν ἐναρμόνιος, εἴρηται ἡ γῆ ὡς κύβος κατὰ τὴν Πυθαγόρειον παράδοσιν· τὸν γὰρ κύβον διὰ τὸ δώδεκα μὲν ἔχειν πλευρὰς ὀκτὼ δὲ γωνίας ἓξ δὲ ἐπίπεδα τὴν ἁρμονικὴν ποιοῦντα ἀναλογίαν ἁρμονίαν ἐκάλουν. ‘χόανα’ δὲ καὶ παρὰ τῷ ποιητῇ, ἐν οἷς ἡ τῶν μιγνυμένων γίνεται κρᾶσις, ἀγγεῖα· “φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων”, ἃ καὶ ‘εὔστερνα’ ὡς πλατέα διὰ τὸ χωρητικὸν καλεῖ. μίγνυσι δὲ πρὸς τὴν τῶν ὀστῶν γένεσιν τέσσαρα μὲν πυρὸς μέρη, διὰ τὸ ξηρὸν καὶ λευκὸν χρῶμα ἴσως πλείστου λέγων αὐτὰ μετέχειν πυρός, δύο δὲ γῆς καὶ ἓν μὲν ἀέρος ἓν δὲ ὕδατος· ἃ δὴ ἄμφω ‘νῆστιν αἴγλην’ προσαγορεύει, νῆστιν μὲν διὰ τὸ ὑγρὸν ἀπὸ τοῦ νάειν καὶ ῥεῖν, αἴγλην δὲ ὡς διαφανῆ.
“余下的则是要考察,灵魂由元素构成究竟是在何种意义上被谈论的。” 因为他们说[灵魂由元素构成]是为了让〔灵魂〕借同类认识同类,仿佛将灵魂设定为事物本身一样。[亚里士多德]不愿承认事物本身存在于灵魂之中(因为这一假定的荒谬性尤其在物体上显露出来),[指出]不仅有必要在灵魂之中只假定四元素,而且必须假定所有复合物亦在其中;因为事物不仅单凭元素被认识,而且是依照复合的原由(比例)而被认识的。因此,如果灵魂将要认识整体(即复合物),各个事物的原由亦必须内在其中。[亚里士多德]提及依恩培多克勒之说的神,即球体,也是由诸元素构成的。而且他还援引恩培多克勒为证,后者传授了关于骨头的复合的原由。依照毕达哥拉斯学派的传统,大地被称为“适宜的”,即协调谐和的,是作为立方体而言的;因为他们称立方体为“谐和”,乃因它具有十二条边、八个角和六个面,构成了调和比例。而“坩埚(熔炉)”即使在诗人[荷马]那里也是指使被混合之物产生融合的器皿:“全部二十个风箱都在熔炉中吹拂”,[恩培多克勒]亦因其容纳量而称这些宽大的器皿为“宽胸的”。为了骨头的生成,他混合了四份火(他说骨头或许由于干燥和白色而分有了最多的火),两份土,以及一份气和一份水;他将后两者称作“绝食的光辉”,“绝食”是因源于流动(naein)的湿润,“光辉”则是因其透明。
"Ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν." Ἄτοπον μὲν καὶ τὸ σώματα ἄττα ὅλως λέγειν ἐν τῇ ψυχῇ, ἀτοπώτερον δὲ καὶ ἄπειρα ὡς εἰπεῖν, διὰ τὸ καὶ κατ’ εἶδος τὰ σύνθετα ἀπερίληπτα ἀνθρωπίνῃ εἶναι νοήσει, καὶ μειζόνως τὸ καὶ στερήσεις ἐν εἰδητικῇ ἢ λογικῇ τίθεσθαι οὐσίᾳ. ἐν γὰρ τῷ ἐπικτήτως τῶν λόγων δεκτικῷ ὑφίσταται ἡ στέρησις, καὶ οὐδὲ ἐν τῇ συμφυῶς αὐτῶν μετεχούσῃ καὶ πολὺ μᾶλλον οὐκ ἐν τῇ κατ’ αὐτοὺς οὐσιωμένῃ. οὐ γάρ ἐστιν ἀλλ’ ἐνεργεῖ τὴν στέρησιν τὰ τῶν γενητῶν ὁριστικὰ εἴδη, ταῦτα μὲν ὡς ὑποστατικά· τὰ δὲ γνωστικὰ γνωστικῶς2 τῷ προηγουμένως μὲν τὸ ἀγαθὸν γνωρίζειν· ὅταν δὲ γενητὸν ᾖ τὸ ἀγαθόν, οἶδεν αὐτὸ καὶ ἀναστελλόμενον ποτέ, καὶ αὐτὰ τῇ ἀναστολῇ τῆς τοῦ ἀγαθοῦ γνώσεως γινώσκοντα τὸ κακόν, ὡς ἡ ὄψις τὸ σκότος οὐ κατ’ ἐπιβολὴν καθάπερ τὸ φῶς, ἀλλ’ αὐτῷ τῷ μὴ θεωρεῖν φῶς. εἰ δὲ τὰ ὁπωσοῦν γνωστὰ αὐτά τις ἐν τῇ ψυχῇ τιθείη, οὐ τὸ ἀγαθὸν ἔσται μόνον, ἀλλὰ καὶ τὸ μὴ ἀγαθὸν ἐν αὐτῇ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων· καὶ γὰρ τῶν ἄλλων εἰδῶν ἐνέσονται στερήσεις.
“同样,善与非善亦是如此。” 甚至断言有任何物体在灵魂之中固然是荒谬的,而断言可以说是无限之物在其中则更为荒谬,这是因为即便依形式而言,复合物亦无法为人类思想所完全囊括;而将匮乏亦置于形式性或理性的实体之中,则更是莫大的荒谬。因为匮乏是在以后天方式接受原由之物中成立的,甚至不在以先天相生方式分有原由之物中成立,更不在依原由而实体化之物中成立。因为被生成事物的界定性形式并非匮乏,而是使匮乏发生作用,这些形式是作为实体化之因如此行事的;而认识性的形式则是以认识的方式、通过首要地认识善而如此行事的。然而,当善属于生成之物时,〔认识性的形式〕亦知晓它有时会被抑制,其本身亦通过对善之认识的抑制来认识恶,正如视力认识黑暗不是像认识光那样通过直接触及,而是恰恰通过不观照光这一事实本身来认识。然而,若有人将以任何方式被认识的事物本身置于灵魂之中,那么不仅善,而且非善亦将在灵魂之中。在其他事物上也是同一方式;因为其他形式的匮乏亦将在其中存在。
- 1.126οὐ βουλόμενος αὐτὰ τὰ πράγματα ἐν τῇ ψυχῇ ὑπάρχειν
分词 οὐ βουλόμενος 修饰未言明的句法主语(亚里士多德),但在没有明确主句主要动词(如“指出”或“论述”)的情况下直接引入了 ὅτι 分句。在句法上应理解为表述亚里士多德驳论意图与理由的悬空结构。
- 1.127οὐ γάρ ἐστιν ἀλλ’ ἐνεργεῖ τὴν στέρησιν τὰ τῶν γενητῶν ὁριστικὰ εἴδη, ταῦτα μὲν ὡς ὑποστατικά· τὰ δὲ γνωστικὰ γνωστικῶς
主语 τὰ τῶν γενητῶν ὁριστικὰ εἴδη 统摄形成对比的动词 ἐστιν 与 ἐνεργεῖ。在接下来的平行结构中,ταῦτα μὲν ὡς ὑποστατικά 与 τὰ δὲ γνωστικὰ γνωστικῶς 构成对立,后半句中承前省略了述谓成分 ἐνεργεῖ τὴν στέρησιν(“而认识性的形式则是以认识的方式[产生或作用匮乏]”)。
