- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:66.39-67.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了认识者与被认识者之间形式性亲缘性的结构,阐明灵魂并非与事物的实体达到同一,而是通过自身内在固有的原由(逻各斯)来认识从超验原因到质料性自然物的各等级对象。
τίς οὖν ἡ τοῦ γνωστικοῦ πρὸς τὸ γνωστὸν συγγένεια; εἰδητική, ὡς εἴρηται, καὶ αὐτὴ ζωτικὴ καὶ κριτική. ἡ δὲ εἰδητικὴ τὴν ἀμέριστον δηλοῖ πάντων πρὸς πάντα κοινωνίαν. καὶ ἥνωται μὲν ἀλλήλοις καὶ τὰ ἔσχατα εἴδη τὰ τοῦ κινεῖσθαι ἄρχοντα καὶ ὡς κινουμένων ὁριστικά, τὰ δὲ γνωστικὰ καὶ ὡς γνωστικῶς ἀλλήλων πεπληρωμένα. ἀλλ’ ἡ μὲν εἰλικρινῶς ἀμέριστος ἕνωσις τοῖς εἴδεσι πρόσκειται, ταῖς δὲ λογικαῖς οὐσίαις ἡ κατὰ λόγους κοινωνία· οὐδὲ γὰρ οὐδὲ οἱ λόγοι ἀλλήλων εἰσὶν ἀπεσπασμένοι, ὅτι οὐκ ἐν μερισμῷ αὐτοῖς τὸ εἶναι, ἀλλ’ ἐν κοινωνίᾳ κεχαλασμένῃ καὶ ὑφειμένῃ τῆς ἀμερίστου ἑνώσεως. διάφορα δὲ τὰ μέτρα τῆς ὑφέσεως. τὰ μὲν γὰρ κατὰ λόγους τοὺς προσεχεῖς τοῖς νοεροῖς εἴδεσι γινώσκοντα ὀλίγην ἔχει τὴν ὕφεσιν καὶ διαπρεπῆ τὴν κοινωνίαν, τὰ δὲ ἀπωτέρω ἀνάπαλιν. καὶ τὰ μὲν τῶν πρώτων ἐστὶ θεωρητικὰ εἰδῶν, ὡς καὶ κατ’ οὐσίαν αὐτοῖς συνημμένα καὶ οὐ πάντη ἔξω ῥέοντα ἀλλὰ καὶ εἰς ἑαυτὰ καὶ εἰς τὰ κρείττω ἐπιφερόμενα. τὰ δὲ ἔσχατα ὅλα πρὸς τὸ ἔξω ἀποτεινόμενα οὔτε τῶν κρειττόνων οὔτε ἑαυτῶν ἀλλὰ τῶν ἔξω κειμένων πραγμάτων ἐστὶ μόνων ἀντιληπτικά. οἷς καὶ αὐτοῖς συγγενῆ τὰ μέσα,1 οὐχ ὡς τὰ αὐτὰ ἀλλ’ ὡς μέσα ἐσχάτοις, ὡς ἀνάπαλιν ὅταν τὰ μέσα τῶν πρώτων ᾖ θεωρητικά, ἡ συγγένεια καὶ οἰκειότης ὡς δευτέροις ἐστὶ πρὸς πρῶτα. οὐχὶ οὖν τὴν πρὸς ἄλληλα τοῦ γνωστικοῦ καὶ τοῦ γνωστοῦ οἰκειότητα ἀναίνεται ὁ Ἀριστοτέλης, ἀλλ’ οὐκ ἐξ ἀνάγκης ἐν ταυτότητι τὴν οἰκειότητα τίθεται εἶναι· μήτε γὰρ τοῖς ἐξῃρημένοις αἰτίοις, οἷον φιλίᾳ ἢ τῷ νείκει, ἐς ταὐτὸν ἰέναι τὴν ψυχὴν2 μήτε τοῖς ὑφειμένοις τοῖς τέτταρσι στοιχείοις. πῶς οὖν ταῦτα ὑλικὰ ὄντα γνώσεται; ὅτι καὶ ταῦτα κατὰ λόγους ὁρίζεται φυσικούς, οἷς καὶ αὐτοῖς συγγενὴς ὁ ψυχικός ἐστι λόγος. εἰ δὲ καὶ πᾶν τὸ δεκτικὸν οἰκείως ἔχειν δεῖ πρὸς τὸ ἐγγινόμενον εἶδος καὶ τὸ εἶδος πρὸς τὴν ὑποδοχήν, καὶ τῇ ὕλῃ ἔσται πρὸς τά τε εἴδη καὶ τοὺς λόγους οἰκειότης κατὰ τὴν ἀμυδρὰν ἔμφασιν, καὶ τούτοις πρὸς τὴν ὕλην κατὰ τὴν ὁριστικὴν ὑπεροχὴν καὶ τὴν συνεκτικὴν καὶ ἑνοποιὸν ἀρχήν. οἰκεία δὲ ἥ τε ἕνωσις τοῖς ἑνιζομένοις καὶ ἡ συνοχὴ τοῖς συνεχομένοις. οὐκ αὐτὰ οὖν ἐν τῇ οὐσίᾳ τῆς ψυχῆς τὰ γινωσκόμενα πράγματα, ἀλλ’ αἱ πρὸς αὐτὰ συγγενεῖς εἰδητικαὶ ἰδιότητες· μᾶλλον δὲ εἰδητικαὶ μὲν ἐν τῷ νῷ λογικαὶ δὲ ἐν τῇ ψυχῇ καὶ διάφοροι πρὸς τὰ διάφορα. τῷ μὲν γὰρ κατὰ τὰ ἐν αὐτῷ εἴδη καὶ ἡ τῶν δευτέρων γνῶσις, τῇ δὲ κατὰ τοὺς ἐν αὐτῇ λόγους οἰκείως πρὸς ἕκαστον τῶν γνωστῶν προβαλλομένους. ταῦτα δὴ καὶ τῇ τοῦ φιλοσόφου συμπροϊόντες λέξει θεωρήσωμεν.
那么,认识者与被认识者之间的亲缘性是什么呢?正如已经说过的,它是形式性的,其自身是充满生机且具判断性的。而形式性的亲缘性表明了一切与一切之间不可分割的共同体。甚至连掌管被推动并作为被推动者的界定者的最底层的形式,也彼此结合在一起,而认识性的形式则是作为以认识的方式彼此充满而结合在一起。但是,纯粹不可分割的合一属于形式,而依照理性原由(逻各斯)的共同体则属于理性实体;因为诸原由彼此之间也并未断裂开来,因为它们的存在并不在于分割,而在于从不可分割的合一中有所弛缓并降低品级的共同体。而降低的程度是各不相同的。因为那些依照临近于理智形式的原由进行认识的,其降低程度极微,其共同体极为显著;而距离较远的则反之。前者能够观照原始的形式,因为它们在实体上也与那些形式相联结,并不是完全流向外部,而是也朝向自身并朝向更高阶的事物运转。相反,最底层者完全伸向外部,既不能把握更高阶的事物,亦不能把握自身,而唯独能领会置于外部的事物。中间之物与这些事物本身也是同类的,并非作为相同之物,而是作为相对于最底层之物的中间物;正如反过来,当中间之物观照原始之物时,这种亲缘性与契合性乃是次等之物相对于原始之物的亲缘性。因此,亚里士多德并非否定认识者与被认识者之间的相互契合性,而是并未将这种契合性必然设定为存在于同一性之中;因为灵魂既不与超验的原因(如爱或争斗)达到同一,亦不与居于下位的四元素达到同一。那么,在这些事物是质料性的情况下,灵魂将如何认识它们呢?因为这些事物也是依照自然的原由而被界定的,而灵魂的原由与这些原由本身也具有亲缘性。如果说一切接受者必须与进入其中的形式具有适宜的契合性,而形式亦必须与接受体具有契合性,那么质料依照微弱的显现亦将具有对形式与原由的契合性,而形式与原由则依照界定性的优势以及维系和统合的原理而具有对质料的契合性。而合一对于被合一者、维系对于被维系者而言是固有的。因此,并非被认识的事物本身存在于灵魂的实体中,而是与它们具有亲缘性的形式特性存在于其中;更确切地说,形式特性存在于理智中,而理性的原由特性存在于灵魂中,并且针对不同事物而各不相同。因为对理智而言,即使对次等之物的认识也是依照其自身之中的形式而成立的;对灵魂而言,认识则是依照其自身之中针对每一被认识对象而适宜投射出的原由而成立的。这些事情,就让我们随着哲学家的文辞一同推进来加以考察吧。
- 1.125οἷς καὶ αὐτοῖς συγγενῆ τὰ μέσα
与格关系代词 οἷς 指向前句中的先行词 τῶν ἔξω κειμένων πραγμάτων(置于外部的事物)。它与紧接着的短语“οὐχ ὡς τὰ αὐτὰ ἀλλ’ ὡς μέσα ἐσχάτοις”相配合,表明中间者(灵魂)与最底层的感官对象虽有同类亲缘性,但并非由于它们完全相同,而是作为居于其上的中间者与之相关联。
- 1.125μήτε γὰρ τοῖς ἐξῃρημένοις αἰτίοις, οἷον φιλίᾳ ἢ τῷ νείκει, ἐς ταὐτὸν ἰέναι τὴν ψυχὴν
此处是由不定式 ἰέναι 及其宾格主语 τὴν ψυχὴν 构成的宾格不定式结构,受前句中亚里士多德的主张“οὐκ ἐξ ἀνάγκης ἐν ταυτότητι τὴν οἰκειότητα τίθεται εἶναι”(并不认为亲密契合必然存在于同一性之中)所管辖。由 γάρ 引导作为原因说明,以间接引语的形式表述亚里士多德的论点,即灵魂并不与两极达到同一。
