← 辛普里丘

亚里士多德《论灵魂》注释

§66.4-66.39

承袭前人灵魂诸属性与对认识方式的批判

辛普里丘阐述亚里士多德虽承袭前人关于灵魂推动性、非物体性与认识性的论点,但否定了流传的解释方式,重点批驳了基于元素相似性的认识论,并论证认识活动是形式性、无受动且源于内在的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#1

" Τριῶν δὲ τρόπων παραδεδομένων, καθ’ οὓς ὁρίζονται τὴν ψυχήν." Οὐ ταὐτὸν τὸ τινὰ οὐσίαν ἢ ἐνέργειαν ἢ ὅλως ὁποιανοῦν σκοπεῖν ἰδιότητα καὶ τὸν τοῦ εἶναι αὐτῆς τρόπον. τὸ μὲν οὖν κινητικὴν εἶναι τὴν ψυχὴν καὶ ἀσωματωτέραν τῶν φαινομένων πάντων σωμάτων καὶ γνωστικὴν τὴν τῶν ζῴων, τὴν μὲν αἰσθητῶν μόνων τὴν δὲ καὶ νοητῶν, ἀποδέχεται τῶν ἐπιβαλόντων·1 οὐ μὴν ἔτι τοῖς παραδεδομένοις ἀρέσκεται τρόποις. οὔτε γὰρ τῷ κινεῖν ἑαυτὴν κινεῖν, οὔτε τῷ λεπτομερέστερον εἶναι σῶμα ἀσωματωτέραν εἶναι, οὔτε τῷ ἐκ τῶν στοιχείων εἶναι γνωρίζειν τὰ πράγματα, ἀκίνητόν τε οὖσαν παντελῶς καὶ καθαρῶς ἀσώματον, καὶ οὐ κατὰ τὴν ὑλικὴν ἀλλὰ τὴν εἰδητικὴν ἑστῶσαν ἀρχήν·2 ὑλικὰ δὲ τὰ στοιχεῖα. ὅτι μὲν οὖν καὶ ἀκίνητος τὰς σωματικὰς πάσας κινήσεις, καὶ ὅτι ἀσώματος ἥ τε τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴ ζωὴ καὶ μειζόνως ἡ χρωμένη καὶ κινητικὴ τοῦ ὀργάνου καὶ ἔτι μᾶλλον ἡ νοερά, ἤδη διώρισε διὰ τῶν τὰ ἀντικείμενα ἐλεγχόντων λόγων. ἐλέγχει δὲ λοιπὸν τοὺς ἐκ τῶν στοιχείων εἶναι λέγοντας αὐτήν, ἵνα καὶ αὐτῶν τῶν ἀπανταχοῦ στοιχείων καὶ τῶν ἐξ αὐτῶν συνισταμένων δι’ ὁμοιότητος ᾖ γνωριστική. οὐ γὰρ ταύτῃ βούλεται τὴν ψυχὴν γινώσκειν ὁ Ἀριστοτέλης, ἀλλ’ εἶναι μὲν συγγένειάν τινα καὶ οἰκειότητα τῷ γινώσκοντι πρὸς τὸ γνωστόν, εἴ γε ἡ κατ’ ἐνέργειαν γνῶσις κατὰ τὸ γνωστὸν ἵσταται, εἰδητικὴν δὲ ταύτην καὶ οὐδαμῶς ὑλικὴν (εἴπερ καὶ ὅταν σύνθετον ᾖ τὸ γνωστὸν ὡς τὸ αἰσθητόν, οὐ κατὰ τὴν ὕλην οὐδὲ κατὰ τὸ συναμφότερον ἀλλὰ κατὰ μόνον αὐτοῦ τὸ εἶδος ἕστηκεν ἡ γνῶσις), ὡς ἐνέργειαν οὖσαν καὶ οὐ πάθος· ἀλλὰ τὴν μὲν τῷ ὀργάνῳ συνεργῷ χρωμένην οὐκ ἄνευ πάθους γινομένην,3 οὐκ ἐν αὐτῇ τῇ γνώσει ἀλλ’ ἐν αὐτῷ τῷ σώματι συνισταμένου τοῦ πάθους. καὶ τότε γὰρ ἡ εἰς τὸ εἶδος ἀποτελευτῶσα κρίσις ἀπαθής ἐστιν ἐνέργεια, ἔτι καὶ κατ’ οἰκείαν ἐνέργειαν τοῦ γινώσκοντος ἐγγινομένη. ἔστι γάρ τι καὶ ἔξωθέν τινι κατ’ ἐνέργειαν ἐγγινόμενον εἶδος, ὡς τὸ φῶς τῷ ἀέρι οὐ κατὰ τροπήν τινα, ὡς τὸ ἄχρονον τῆς παρουσίας τε καὶ ἀπουσίας δηλοῖ (διὸ καὶ ἐντελέχεια λέγεται τοῦ διαφανοῦς), καὶ ὡς ἡ ζωὴ τῷ σώματι καὶ ὅλως τῇ ὕλῃ τὸ εἶδος, ἀλλ’ ἔξωθεν. ἡ δὲ γνωστικὴ ἐνέργεια ἔνδοθεν, καὶ αὐτὴ οὐ τοῦ συνθέτου ὡς ἡ θερμαντικὴ τοῦ πυρός· ἡ γὰρ εἰς εἶδος ἀποτελευτῶσα καὶ ἡ ἀμερὴς καὶ ὅλη ἐν τῷ νῷ οὐ μεριστῆς ἀλλ’ ἀμερίστου ἐστὶν οὐσίας. ὅθεν καὶ ἀρχικὸν πᾶν τὸ καθαρὸν κατὰ τὴν εἰδητικὴν ἑστὼς ἐνέργειαν· τὸ δὲ λογικῶς καὶ νοερῶς μειζόνως ἀρχικόν, καὶ μάλιστα ὅταν μηδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι.

“既然流传下来三种方式,人们依照它们来定义灵魂。” 考察某种实体、现实活动或一般的任何特性,与考察其存在的方式,并不是同一回事。因此,灵魂是推动性的、比一切显现的物体都更非物体的,以及动物的灵魂是认识性的(有的仅是对感觉对象的认识,有的则也是对理智对象的认识),他在这些方面接受了前人的见解;然而他不再赞同流传下来的方式。因为灵魂既不是通过推动自身而推动,也不是通过作为更精微的物体而更非物体,亦不是通过由诸元素构成而认识事物,因为它全然是不动的且纯粹是非物体的,并且不是依照质料的原理而是依照形式的原理而确立的;而元素则是质料性的。因此,灵魂就一切身体运动而言是不动的,并且作为工具的工具之特征性生命是非物体的,使用并推动工具的生命更是如此,理智的生命尤其如此,这些他已经通过反驳对立观点的论证予以了界定。余下要反驳的,是那些主张灵魂是由元素构成以便能够凭借相似性认识各处的元素本身及由它们构成的复合物的人。因为亚里士多德并不主张灵魂以这种方式来认识,而是主张:即便认识者与被认识者之间存在某种亲缘性与契合性(如果说现实的认识是依照被认识者而确立的),这种亲缘性也是形式性的而决不是质料性的(既然即使当被认识者像感觉对象那样是复合物时,认识亦非依照质料或依照复合者本身,而唯独依照其形式而确立),因为认识是一种现实活动而非受动;然而使用工具作为协作者的认识并非没有受动而产生,只是受动并非在认识本身中形成,而是在身体本身中形成。因为即便在此时,归结为形式的判断仍是一种无受动的现实活动,并且更是依照认识者固有的现实活动而产生的。因为也有某种形式是从外部现实地进入某物之中的,正如光进入空气并非依照某种质变,正如其出现与隐去的无时间性所表明的(因此它也被称为透明者的实现),又如生命之于身体,以及一般的形式之于质料,但那是从外部而来的。而认识的现实活动则是从内部而来的,其自身并不像致热活动属于火那样属于复合者;因为归结为形式、在理智中无部分且完整的活动,不属于可分之实体,而属于不可分之实体。由此,一切依照形式的现实活动而确立的纯粹之物也是具有统治性的;而在理性与理智上如此的事物在更高程度上具有统治性,特别是当它甚至不把身体用作工具的时候。

语法注3 条
  1. 1.125ἀποδέχεται τῶν ἐπιβαλόντων

    动词 ἀποδέχομαι 通常接宾格表示所接受的事物,但此处接属格 τῶν ἐπιβαλόντων 表示来源(“从进行探求的人们那里采纳”)。前面的对格加不定词短语 τὸ μὲν οὖν κινητικὴν εἶναι... 充当实际被接受的内容(实质宾语)。

  2. 1.125ἀκίνητόν τε οὖσαν παντελῶς καὶ καθαρῶς ἀσώματον, καὶ οὐ κατὰ τὴν ὑλικὴν ἀλλὰ τὴν εἰδητικὴν ἑστῶσαν ἀρχήν

    宾格分词 οὖσαν 与 ἑστῶσαν 与前文不定词子句的隐含主语(τὴν ψυχήν)保持一致,作说明原因/环境的情状分词,阐明前述三个否定从句(οὔτε... οὔτε... οὔτε...)的理由(“因为灵魂是……”)。

  3. 1.125ἀλλὰ τὴν μὲν τῷ ὀργάνῳ συνεργῷ χρωμένην οὐκ ἄνευ πάθους γινομένην

    阴性单数宾格分词短语(τὴν ... χρωμένην ... γινομένην)省略了名词 γνῶσιν(认识),与前文的 ὡς ἐνέργειαν οὖσαν καὶ οὐ πάθος 相对立,构成宾格分词结构,表达“但使用工具作为协作者的认识并非没有受动而产生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:66.4-66.39