- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:64.20-66.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在409a21–31中对将灵魂视为“自身运动之数”(色诺克拉底)观点的反驳,阐明了灵魂的单子/点与身体的点之间是相同还是相异所引发的荒谬,并说明了该说与微细物体说及德谟克利特原子说在荒谬之处上的共通性。
" Εἰ μὲν οὖν εἰσὶν ἕτεραι αἱ ἐν τῷ σώματι μονάδες καὶ στιγμαί." Ἐπειδὴ πᾶν μέγεθος στιγμὰς ἔχειν δοκεῖ, εἰ καὶ μὴ ἐνεργείᾳ, ἀλλὰ δυνάμει, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα, ἐρωτᾷ, πότερον ἕτεραι αἱ τῆς ψυχῆς μονάδες θέσιν λαβοῦσαι τῶν σωματικῶν στιγμῶν ἢ αἱ αὐταί. εἰ μὲν οὖν ἕτεραι, τὴν τοῦ σώματος στιγμὴν χώραν ἕξει ἡ τῆς ψυχῆς· ἀμερὴς γὰρ οὖσα ἐν ἀμερεῖ κείσεται. καὶ πρῶτον μὲν οὐ κατὰ τὸ μέγεθος ἑαυτοῦ τὸ σῶμα οὐδὲ κατὰ τὴν συνέχειαν ἔσται ἔμψυχον, ἀλλὰ κατὰ μόνα σημεῖα· οὐ γὰρ σύγκειται τὸ συνεχὲς ἐκ τῶν στιγμῶν. ἀλλὰ τοῦτο αὐτὸς οὐ θεὶς νῦν τὸ ἄτοπον, διότι μὴ ἰδίως ἐνίσταται πρὸς τὴν τῆς ἑτερότητος τῶν ψυχικῶν στιγμῶν παρὰ τὰς σωματικὰς ὑπόθεσιν, ἀλλὰ πρὸς τὴν ὅλως ἀριθμὸν ἐκ στιγμῶν τὴν ψυχὴν τιθεμένην, ἕτερον ἐπάγει. τί κωλύει, εἰ δύο ἐν ταὐτῷ γίνονται στιγμαί, μὴ καὶ πλείους γίνεσθαι, ὡς καὶ πάσας τὰς ψυχικὰς ἐν μιᾷ εἶναι σωματικῇ, ἣν κοινότερον τόπον ἐκάλεσεν ὡς δεκτικὴν ἐκείνων; οὕτω δὲ συμβήσεται μόνον τὸ σωματικὸν σημεῖον εἶναι ἔμψυχον. εἰ δὲ μὴ ἕτεραι ἀλλ’ αἱ αὐταὶ αἱ ψυχικαὶ ταῖς σωματικαῖς, ὡς εἶναι τὰς ἐν τῷ σώματι στιγμὰς τὸν ἀριθμὸν τῆς ψυχῆς, ἢ κάλλιον φάναι τὸν ἀριθμὸν τῶν ἐν τῷ σώματι στιγμῶν εἶναι τὴν ψυχήν, πάντα ἔσται τὰ σώματα ἔμψυχα, εἴ γε ἐν πᾶσι στιγμαί. τὸ δὲ καὶ ἄπειροι προσκείμενον καὶ ἄλλο τι δηλοῖ ἑπόμενον τῇ ὑποθέσει ἄτοπον. οὐ γὰρ ἐνεργείᾳ ἀλλὰ δυνάμει ἐν τῷ σώματι, εἴπερ ἄρα, αἱ στιγμαί· ἄπειροι δὲ αἱ δυνάμει. διὸ οὐδὲ ἀριθμὸς τὸ ἐξ αὐτῶν πλῆθος (πεπερασμένος γὰρ πᾶς ἀριθμός) πρὸς τῷ καὶ τὴν ψυχὴν δυνάμει ποιεῖν1 ἀλλ’ οὐκ ἐνεργείᾳ ἐν τοῖς ἐμψύχοις. ἐπάγει δὲ καὶ ἄλλο τὸ ἀχώριστον ἔσεσθαι οὕτω τὴν ψυχὴν τοῦ σώματος, ὡς οὔτε ἀληθὲς οὔτε αὐτοῖς ἀρέσκον τοῖς ταῦτα λέγουσιν, εἰ μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς.2 οὕτω γὰρ ἂν μόνως χωρίζοιντο αἱ ψυχαί, εἰ τὰ μὲν σώματα εἰς ἐπιφανείας, αὗται δὲ εἰς γραμμάς, αἱ δὲ γραμμαὶ εἰς σημεῖα διαιροῖντο· ἔσονται γὰρ οὐκέτι μετὰ συνεχείας. ἀδύνατοι δὲ αἱ τοιαῦται διαιρέσεις, ὅτι οὐ μέρη ἀλλὰ πέρατα αἱ στιγμαὶ τῶν γραμμῶν, καὶ αὗται τῶν ἐπιφανειῶν, κἀκεῖναι τῶν σωμάτων.
“那么,如果身体中的单子即点是相异的。” 因为一切量度似乎都具有点,即便不是现实地,也是潜在地,且因这一缘故身体亦具有点,所以他追问:获得了位置的灵魂单子是不同于身体的点,还是与它们相同。如果是相异的,那么灵魂的[单子]将把身体的点作为处所来占据;因为作为无部分者,它将处于无部分者之中。并且首先,身体将不是依照自身的量度,亦不是依照连续性而具有灵魂,而只是依照点而具有灵魂;因为连续者并非由点合成。但他自己现在并未提出这一荒谬,因为他并非专门反驳灵魂的点有别于身体的点的假说,而是反驳全然将灵魂设定为由点构成的数这一假说,因而他带来了另一个[荒谬]。如果两个点处于同一之中,有什么能阻止更多的点也如此呢?以至于灵魂的所有点都处于一个身体的点之中,他在更宽泛的意义上将该点称为处所,因其能接纳那些点。然而这样一来,就将得出唯有身体的点是具有灵魂的。另一方面,如果灵魂的[点]并非相异,而是与身体的[点]相同,从而身体中的点即是灵魂的数,或者更好说是身体中的点的数即是灵魂,那么只要所有物体中都具有点,一切物体都将是具有灵魂的。此外,“而且是无限的”这一附加说明指出了伴随该假说的另一个荒谬。因为点即使在身体中存在,亦非现实地而是潜在地存在;而潜在之物是无限的。因此,由它们构成的多数性甚至不能是数(因为一切数都是有限的),此外还会使灵魂在有灵魂者中潜在地而非现实地存在。他还带来了另一个[荒谬],即灵魂将以这种方式与身体不可分离,这既非真实,亦非主张这些观点的人自身所赞同的,除非线被分割为点。因为诸灵魂唯有在身体被分割为面、面被分割为线、线被分割为点的情况下,才能被分离;因为它们将不再伴随有连续性。但这样的分割是不可能的,因为点不是线的部分而是极限,这些〔线〕亦是面的〔极限〕,那些〔面〕亦是身体的〔极限〕。
"Συμβαίνει δέ, καθάπερ εἴπομεν, πῇ μὲν ταὐτὸ λέγειν τοῖς σῶμά τι λεπτομερὲς αὐτὴν τιθεῖσι, πῇ δ’, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον." Φθάνει γὰρ εἰπών, ὡς τοῖς ἀριθμὸν ἑαυτὸν κινοῦντα λέγουσι τὴν ψυχὴν ὑπάρχει ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα ἄτοπα, ἴδια δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. ἀλλ’ ἐπεὶ κινεῖσθαι εὐλόγως ἂν μόνοι αὐτὴν νομίζοιεν οἱ σῶμα οἰόμενοι, τὴν πρὸς τούτους κατὰ τὰ ἄτοπα κοινωνίαν τῶν ἀριθμὸν αὐτὴν ὁριζομένων ἑαυτὸν κινοῦντα παραδίδωσιν οὐκέτι κατὰ τὸ κινεῖσθαι (τοῦτο γὰρ ἤδη εἴρηται), ἀλλὰ κατὰ ἄλλας ἐπιβολάς. τοῖς μὲν γὰρ ἓν σῶμα συνεχὲς αὐτὴν φάσκουσιν, πῦρ ἢ ἀέρα ἤ τι ὅλως λεπτομερές, ἕπεται ἄτοπον τὸ δύο ἐν ταὐτῷ σώματα ποιεῖν, τό τε κινοῦν καὶ τὸ κινούμενον· διὰ παντὸς γὰρ τοῦ ζῶντος ἥκει ἡ ψυχή· τοῖς δὲ ἐκ μονάδων ἀριθμὸν αὐτὴν φάσκουσι τὸ δύο στιγμὰς ἢ καὶ πολλὰς ἐν ταὐτῷ ποιεῖν· καὶ πᾶσαι γὰρ αἱ τῆς ψυχῆς ἐν τῇ μιᾷ σωματικῇ ἔσονται. ἕτεραι γὰρ αἱ ψυχικαὶ στιγμαὶ παρὰ τὰς σωματικάς, ἵνα μὴ πᾶν σῶμα ἔμψυχον ὁμολογεῖν ἀναγκαζώμεθα. τοῖς δὲ πλῆθος αὐτὴν λέγουσι σωμάτων κατὰ τὸ ἴδιον αὐτοῖς ἑπόμενον ἄτοπον παρὰ τοὺς κινοῦντας αὐτὴν οἱ ἀριθμὸν εἰπόντες ἐκ μονάδων κοινωνοῦσιν.3 εἴρηται δὲ ἤδη τὸ τούτοις ἑπόμενον, τὸ τὰ μὲν κινοῦντα λέγειν τῶν ψυχικῶν μορίων τὰ δὲ κινούμενα ἀδιάφορα ὄντα. ἕπεσθαι δέ φησι καὶ ἄλλα ἄτοπα τοῖς εἰς ταὐτὸ συμπλέξασιν ἀριθμὸν καὶ κίνησιν· ἃ καὶ εὐθὺς ἐπιφέρει, ὅτι οὐ μόνον τὴν οὐσίαν τῆς ψυχῆς ἀδύνατον εἶναι τοιαύτην, ἀλλ’ οὐδὲ συμβεβηκέναι αὐτῇ τὰ λεγόμενα δυνατόν, τουτέστι τὸν ἀριθμόν. οὐ γὰρ ὥσπερ τὴν κίνησιν ὑπάρχειν ἐλέγομεν τῇ ψυχῇ καὶ τοῖς πάθεσι κατὰ συμβεβηκὸς τῷ τὸ σῶμα κινεῖσθαι, οὕτω καὶ τὸν ἀριθμόν. ποῖον γὰρ ἄν τις ἀριθμὸν τοῖς λογισμοῖς ἢ τοῖς ἄλλοις 〈ἔργοις〉 ἢ τοῖς πάθεσιν ὁπωσοῦν ἀποδοίη; χαλεπὸν γὰρ ἐφαρμόζειν, ὡς καὶ ἐπὶ τῆς ἁρμονίας ἔφη, εἰ ἐκ μονάδων δηλαδὴ νοοῖμεν τὸν ἀριθμόν, ἐπεὶ τῇ μεσότητι τῆς ψυχῆς, ἣν διὰ τοῦ ἀριθμοῦ τοῦ ἑαυτὸν κινοῦντος δηλοῦν ὁ Ξενοκράτης ἐβούλετο, καθ’ αὑτὰ τῇ εἰς γένεσιν προελθούσῃ ὑπάρχει ταῦτα τὰ πάθη.
“然而,正如我们所说,结果是在某种程度上与那些将灵魂设定为某种细微物体的人说的是一回事,而在另一种程度上,正如德谟克利特所说〔身体〕被灵魂推动那样,存在特有的荒谬。” 因为他已经说过,对于那些把灵魂说成自身运动的数的人,首先存在从被运动而来的不可能之荒谬,而特有的荒谬则来自于把它说成是数。但既然合乎情理地只有那些认为灵魂是身体的人才会认为它被运动,那么他便揭示出,那些把灵魂定义为自身运动的数的人,在荒谬之处上与那些人的共通性,不再是依照被运动而言(因为这已经说过了),而是依照其他着眼点而言。因为对于那些主张灵魂是单一连续身体(火或气或某种极其细微之物)的人来说,伴随而来的荒谬是将两个身体(推动者与被运动者)置于同一处所;因为灵魂贯穿整个活物。而对于那些主张灵魂是由单子构成的数的人来说,伴随而来的则是将两个或更多的点置于同一之中;因为灵魂的所有点都将处于单一的身体点之中。因为灵魂的点必须有别于身体的点,以免我们被迫承认一切身体都具有灵魂。而对于那些把灵魂说成物体的多数性的人,主张灵魂是由单子构成的数的人,则在相对于使其运动的人而特有地伴随他们的荒谬上具有共通性。伴随这些人的荒谬已经说过,即在灵魂的部分彼此并无差别的情况下,不得不说其中一些是推动的,而另一些是被运动的。他还说,对于那些把数与运动结合到同一事物中的人来说,还伴随着其他荒谬;他随即提出这些荒谬,指出灵魂的实体不仅不可能是这样的,而且所说的属性(即数)甚至也不可能偶然属于灵魂。因为数并不像我们所说的运动因身体被运动而偶然属于灵魂及其情态那样属于灵魂。事实上,人们究竟能以何种方式把何种数赋予推理或其他的[活动]或情态呢?因为正如他就和谐所说的那样,如果我们将数理解为由单子构成的,这是很难契合的;因为这些情态本质地属于色诺克拉底希望通过自身运动的数所表明、并已进入生成的灵魂中间本性。
- 1.123πρὸς τῷ καὶ τὴν ψυχὴν δυνάμει ποιεῖν
介词 πρός 加上附定冠词与格不定式 τῷ ... ποιεῖν 构成附加结构,表示“此外还(使……)/再加上……”。它在前面 οὐδὲ ἀριθμὸς τὸ ἐξ αὐτῶν πλῆθος 的荒谬推论之上,引入了另一层荒谬后果。
- 1.123εἰ μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς
此处虽为直说语气现在的条件从句,但实际上表达了一种不可能成立的假定,并由随后的 ἄν 搭配希求法(οὕτω γὰρ ἂν μόνως χωρίζοιντο αἱ ψυχαί)引出潜在/与事实相反的推论。它构成了一个排他性条件:“除非线被分割为点”。
- 1.124τοῖς δὲ πλῆθος αὐτὴν λέγουσι σωμάτων κατὰ τὸ ἴδιον αὐτοῖς ἑπόμενον ἄτοπον παρὰ τοὺς κινοῦντας αὐτὴν οἱ ἀριθμὸν εἰπόντες ἐκ μονάδων κοινωνοῦσιν
包含倒装(hyperbaton)的长句。主语为靠近句末的 οἱ ἀριθμὸν εἰπόντες ἐκ μονάδων(“那些主张灵魂是由单子构成的数的人”),主谓动词为 κοινωνοῦσιν(“共同具有/分担”),其支配的与格补足语置于句首:τοῖς δὲ πλῆθος αὐτὴν λέγουσι σωμάτων(“与那些把灵魂说成物体之多数的人”)。介词短语 παρὰ τοὺς κινοῦντας αὐτήν 表示对比/比较,修饰 κατὰ τὸ ἴδιον αὐτοῖς ἑπόμενον ἄτοπον(“相对于使灵魂运动的人而言特有地伴随他们的荒谬”)。
