← 辛普里丘

亚里士多德《论灵魂》注释

§63.28-64.19

灵魂为数说与原子说的同质性崩溃

针对亚里士多德《论灵魂》409a10–15将灵魂为数说(色诺克拉底)与原子说(德谟克利特)归为同一荒谬的论述,辛普利丘阐明两者的共同前提是将灵魂视为不可分且同质的多数性,并解释若必须区分推动者与被运动者,其单位之间的同质性便必然崩溃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.121

" Δόξειε δ’ ἂν οὐδὲν διαφέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά." Τὸ μὲν νῦν ἐπαγόμενον ἄτοπον τοῖς ὡς ἐκ μονάδων ἀριθμὸν ποιοῦσι τὴν ψυχήν ἐστι τὸ ἐξ ἀνάγκης τὰς μὲν τῶν μονάδων κινητικὰς λέγειν, τὰς δὲ κινουμένας, ἐπεὶ εἰ ἑκάστη ἱκανὴ αὐτὴ ἑαυτὴν κινεῖν, τί δεῖ τοῦ πλήθους, ἀλλὰ μὴ ἑκάστη μονάς ἐστι ψυχή; εἴπερ δὲ ἀριθμός, αἱ μὲν ἔσονται κινητικαί, αἱ δὲ κινούμεναι. ἀλλ’ οὕτω διάφοροι κατ’ εἶδος αἱ μονάδες ἔσονται πρὸς ἀλλήλας, στιγμή τε στιγμῆς διοίσει· αἱ γὰρ μονάδες θέσιν ἤδη ἐν σώματι ἔχουσαι στιγμαὶ γίνονται. κοινοποιῶν δὲ τὸ ἄτοπον καὶ πρὸς τὴν Δημοκρίτου περὶ ψυχῆς δόξαν ὡς κἀκείνῃ ἑπόμενον, πρότερον τὸ ἀδιάφορον τῶν δοξῶν τῆς τε Δημοκρίτου καὶ τῆς Ξενοκράτους κατὰ τὸ πλῆθος τι λέγειν αὐτὴν ὑπομιμνήσκει, ἵνα, ὡς εἴρηται, καὶ ἀμφοτέροις κοινῇ τὸ ἐντεῦθεν ἕπηται ἄτοπον. κἂν γὰρ ἐκ σωματίων τινῶν ποιῇ τὸν ἀριθμὸν ὁ Δημόκριτος, ἀλλ’ ἐξ ἀδιαιρέτων διὰ ναστότητα καὶ ἔτι ἀδιαφόρων κατ’ εἶδος καὶ τὴν ὑποκειμένην φύσιν. ἀριθμὸς οὖν κατ’ ἀμφοτέρους ἡ ψυχὴ ἐξ ἀδιαιρέτων καὶ ἀδιαφόρων. οὐδὲν γὰρ διοίσει πρὸς τὸ ἀριθμὸν εἶναι τὸ τὰ μὲν σωμάτια ὄγκον ἔχειν, ὃ δὴ μέγεθος ἔφη, τὰς δὲ μονάδας εἶναι ἀμερεῖς,1 ἃς μικρὰς διὰ τοῦτο εἶπεν. ἀρκεῖ γὰρ τὸ ποσὸν κατὰ πλῆθος λέγειν ἑκάτερον πρὸς τὸ ἔνια μὲν κινητικὰ ἔνια δὲ κινούμενα ἐξ αὐτῶν ἐξ ἀνάγκης ὁμολογεῖν. ὅταν οὖν λέγῃ μόνον δὲ μένει τὸ ποσὸν καὶ πάλιν ἀλλ’ ὅτι ποσόν, τὸ διωρισμένον λέγει ποσόν.

“说单子或说微小物体,似乎并无分别。” 如今针对那些将灵魂设定为由单子构成的数的人所带来的荒谬之处在于:他们必然要把某些单子说成是推动的,而另一些说成是被运动的;因为如果每一个单子自身都足以推动自身,为何还需要多数,为何不是每一个单子都是灵魂?但如果是数,则某些将是推动的,某些将是被运动的。然而这样一来,单子彼此之间在种上就会有所不同,点与点也会有所不同;因为已经在身体中具有位置的单子便成了点。他使这一荒谬之处也通用于德谟克利特关于灵魂的意见,因其亦伴随该意见而来;他首先提醒人们注意,在将灵魂说成某种多数性这一点上,德谟克利特的意见与色诺克拉底的意见是无差别的,以便如前所述,由此而来的荒谬共同伴随着两者。因为即使德谟克利特用某些微小物体构成数,但它们也是由于坚实性而不可分的,且在种和底层本性上亦无差别。因此,按照两者的看法,灵魂都是由不可分且无差别之物构成的数。因为微小物体具有体积(他称之为量度),而单子是无部分的(他为此称它们为微小),这对于其作为数而言并无分别;因为仅仅将它们各自说成依多数性而言的量,就足以必然承认其中一些是推动的,另一些是被运动的。因此,当他说“只留下量”以及“但作为量而言”时,他指的是离散量。

§1.122

"Διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσαν τὰς μονάδας." Ἄλλο τι παρὰ τὰς κινουμένας δηλαδή, ἐπεὶ καὶ ἑκάστη μονὰς καὶ τῶν Δημοκριτείων σφαιρίων ἕκαστον ἔσται ψυχή.2 φησὶ δὲ μὴ ἐνδέχεσθαι μονάδα εἶναι τὴν κινοῦσαν· διαφορὰν γὰρ ἄν τινα ἔχοι πρὸς τὰς κινουμένας. οὐδεμιᾷ δὲ μονάδι πρὸς μονάδα διαφορά, ὡς οὐδὲ τοῖς κατὰ Δημόκριτον σφαιρίοις, ἐξ ὧν ἡ ψυχή, πρὸς ἄλληλά τίς ἐστι κατ’ οὐσίαν διαφορά, πλὴν θέσις. τὰς δὲ μονάδας, ἐξ ὧν ἀριθμὸς ἦν ἡ ψυχή, στιγμὰς νῦν καλεῖ ὡς θέσιν προσλαβούσας διὰ τὴν ἐν σώματι αὐτῆς παρουσίαν. καὶ αἱ στιγμαὶ δὲ οὐ τῷ εἴδει ἀλλὰ μόνῃ θέσει τῷ ὡδὶ ἢ ὡδὶ κεῖσθαι διαφέρουσιν.

“因此必然存在某种推动诸单子的东西。” 显然是存在某种不同于被运动者的东西;否则每一个单子以及德谟克利特的每一个小球体都将成为灵魂。他说,推动者不可能是单子;因为它相对于被运动者会有某种差异。但单子对单子毫无差异,正如德谟克利特那里构成灵魂的小球体彼此之间除了位置之外在实体上毫无差异一样。他现在把构成作为数的灵魂的诸单子称为点,因为它们由于灵魂在身体中的临在而获得了位置。而点亦并非在种上,而仅仅在位置上由于如此或如彼安置而有所不同。

语法注2 条
  1. 1.121οὐδὲν γὰρ διοίσει πρὸς τὸ ἀριθμὸν εἶναι τὸ τὰ μὲν σωμάτια ὄγκον ἔχειν, ὃ δὴ μέγεθος ἔφη, τὰς δὲ μονάδας εἶναι ἀμερεῖς

    διοίσει 的语法主语是带有冠词的不定式从句 τὸ τὰ μὲν σωμάτια ὄγκον ἔχειν ... τὰς δὲ μονάδας εἶναι ἀμερεῖς,与介词短语 πρὸς τὸ ἀριθμὸν εἶναι(“就作为数而言”)相搭配。关系从句 ὃ δὴ μέγεθος ἔφη 的先行词为 ὄγκον(即亚里士多德将小物体的“体积”称为“量度”)。

  2. 1.122Ἄλλο τι παρὰ τὰς κινουμένας δηλαδή, ἐπεὶ καὶ ἑκάστη μονὰς καὶ τῶν Δημοκριτείων σφαιρίων ἕκαστον ἔσται ψυχή.

    承接标目中的 ἀναγκαῖον εἶναί τι(“必然存在某种……”),句首省略了 εἶναι δεῖ(“必须是……”)。连词 ἐπεί 带有隐含的反事实假设前提(“否则”),引出原因说明,即若非如此,“每一个单子以及……每一个小球体都将成为灵魂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:63.28-64.19