- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:62.18-63.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德对灵魂是自决运动之数这一观点的反驳,论述了运动绝不可能属于单子或点,以及数在减法下会变成另一个数,而灵魂即便在植物或动物被切分时亦保持不可分且种属不变。
" Πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην;" Μεριστὸν γὰρ τὸ μεριστῶς ἐνεργοῦν, ἀμερὴς δὲ ἡ μονάς. καὶ ὑπὸ τίνος καὶ πῶς; οὔτε γὰρ ὑφ’ ἑαυτῆς, ἐπειδὴ διάφορος ἡ κινητικὴ παρὰ τὴν ὡς κινουμένου ἰδιότης, ἡ δὲ μαθηματικὴ μονὰς οὔτε τὴν ἑτέραν ἐμφαίνει τούτων οὔτε που καὶ ἀμφοτέρας (ἕξοι γὰρ ἂν καὶ τὸ πρὸς ἑαυτὴν διάφορον ὡς ἅμα κινητική τε καὶ κινητή,1 ἁπλῆ δὲ ἀπεστενωμένως ἅπασα μονάς), οὔτε ὑφ’ ἑτέρας· ἢ γὰρ ἂν ἔνδοθεν, καὶ ἔμψυχος ἔσται· οὐδεμία δὲ μονὰς ζωτικῶς ἐνεργεῖ· ἢ ἔξωθεν, καὶ ἢ ὤσει ἢ ἕλξει· τὸ δὲ ἀμερὲς οὐδέτερον οἷόν τε. τὸ οὖν δεύτερον πῶς τῷ ὑπὸ τίνος συντεταγμένον δηλωτικὸν τοῦ μήτε ὡς ἔμψυχον μήτε ἑτεροκινήτως.
“因为究竟应当如何构想一个被运动的单子呢?” 因为以可分方式活动者是可分的,而单子是无部分的。而且是由什么,以及如何[被运动]呢?因为既非由其自身[被运动],因为推动的特性不同于作为被运动者的特性,而数学的单子既不表现这两者之一,更不可能表现两者(因为若如此,它作为同时是推动的又是可被运动的,便会具有相对于自身的差异,然而每一个单子都绝对单纯);亦非由另一物[被运动];因为若是由内[被运动],它便会是有灵魂的——但没有任何单子以生命的方式活动;若是从外[被运动],则或是通过推,或是通过拉——但无部分者两者皆不可能承受。因此,与“由什么”并列的第二个“如何”,表明它既非像有灵魂之物那样[被运动],亦非依他动方式[被运动]。
"Ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν." Καὶ τοῦτο εἰς ταὐτὸν τείνει τὸ ἐπιχείρημα οὐ συγχωροῦν τῷ μοναδικῷ ἀριθμῷ προσήκειν τὴν κίνησιν. ἀλλ’ εἴπερ ἄρα, μᾶλλον τῷ ἐκ στιγμῶν κατὰ τοὺς τὴν γραμμὴν ῥύσιν σημείου ὁριζομένους. ἐπεὶ δὲ καὶ τὴν στιγμὴν τινες ὁρίζονται μονάδα θέσιν ἔχουσαν, κινοῖτο ἂν καὶ ὁ ἐκ μονάδων ἀριθμὸς θέσιν προσλαβουσῶν.2 προσλαμβάνουσι δὲ ἐν τῇ πρὸς σῶμα τῆς ψυχῆς κοινωνίᾳ, εἴ γε τοιοῦτος ἀριθμὸς ἡ ψυχή· ἤδη γάρ πού ἐστι, καὶ θέσιν ἔχει ἐν τῷ ἐμψύχῳ σώματι. ἀλλ’ ἄτοπον καὶ τούτων συγχωρουμένων γραμμὴν εἶναι τὴν τῆς ψυχῆς κίνησιν· γραμμὴ γὰρ ἡ τῆς στιγμῆς ῥύσις.
“此外,因为他们说线运动生成平面,点[运动]生成线。” 这一论证亦趋向于同一目的,不承认运动适用于由单子构成的数。但若真要适用,按照那些将线定义为点的流变的人,则宁可适用于由点构成的数。然而,既然有人也将点定义为具有位置的单子,那么在单子获得位置后,由单子构成的数亦当会运动。而若灵魂确实是这样一种数,单子便在灵魂与身体的相通中获得[位置];因为此时它已在某处,且在有灵魂的身体中具有位置。但即便承认这些,若说灵魂的运动是一条线也是荒谬的;因为点的流变乃是线。
"Ἔτι δ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός." Τοῦτο καθ’ αὑτὸ ἐλέγχει ἀριθμὸν εἶναι τὴν ψυχὴν καὶ οὐκέτι ὡς κινούμενον. ὁ γὰρ ἀριθμὸς καὶ διαιρεῖται καὶ εἰς ἀλλοίους τῷ εἴδει ἀριθμοὺς καὶ ἐλαττοῦται ἐν τῇ διαιρέσει. ἡ δὲ ψυχὴ καὶ ἐν τῇ τοῦ ἐμψύχου τομῇ μένει ἀδιαίρετος, καὶ πολλαπλασιαζομένη μὲν τῷ ἀριθμῷ ἐνίοτε, κατ’ εἶδος δὲ ἀνεξάλλακτος μένουσα, ὡς ἐπὶ τῶν φυτῶν, ἐφ’ ὧν καὶ οἱ ἀποκοπέντες κλάδοι τὴν αὐτὴν ἴσχουσι ψυχήν, οὐ δήπου μίαν τῷ ἀριθμῷ τοῖς διαφόροις παροῦσαν οὐδὲ ἐν τῷ ὅλῳ φυτῷ πολλῶν ὁμοειδῶν ὑπαρχουσῶν ἄλλης ἐν ἄλλῳ μορίῳ· τὸ γὰρ ἓν καὶ μιᾷ ζωοῦται ψυχῇ. πόθεν οὖν ἡ ἐν τῷ κλάδῳ ψυχή; ἔξωθεν φημί, ὅθεν ὅλως τοῖς ἐμψύχοις παραγίνεται, εἴτε τότε γινομένη εἴτε καὶ προϋφεστῶσα, εὐθὺς δὲ τῷ τμηθέντι ἐγγινομένη κλάδῳ ὡς ἤδη τελείαν τὴν τῆς μεταλήψεως ἔχοντι ἐπιτηδειότητα. διὰ γὰρ τὸ ἀμυδρὸν τῆς φυσικῆς ζωῆς οὐ πολλῆς δεῖ τῇ φύσει πραγματείας πρὸς τὴν τῆς ἐπιτηδειότητος τοῦ ὑποκειμένου παρασκευήν. οὕτω δὲ καὶ ζῷα ἔνια ἐκ σήψεως γίνεται ἀρκούμενα μόνῃ τῇ ἐκ τῶν ὅλων ποιήσει· ὡς τά γε τελεώτερα καὶ τῶν μερικωτέρων ποιητικῶν προσδεῖται αἰτίων. ἀλλὰ πῶς δὴ καὶ ζῴων ἐνίων διαιρουμένων ἑκάτερον τῶν τμημάτων ζῇ; θάτερον μὲν γάρ, ἐν ᾧ τὰ ἡγεμονικὰ μόρια, οὐ θαυμαστόν, τῆς αὐτῆς ἐν αὐτῷ μενούσης ψυχῆς, τὸ δὲ λοιπὸν πῶς; οὔτε γὰρ ὑπὸ τῆς αὐτῆς, ἅπαξ ἀποτετμημένον, οὐδὲ ἑτέρᾳ ζωοποιούμενον ψυχῇ, μὴ προσλαβὸν τὰ κυριώτερα μόρια, οἷς δέξεται τὴν ψυχήν. διὸ οὐδὲ ἐπὶ πολὺ ἐπαρκεῖ. ἀλλὰ πῶς καὶ ἐφ’ ὁποσονοῦν; οὐδὲ γὰρ ἔμφασιν μόνην αἰτιᾶσθαι δυνατόν, ἐπειδὴ πρὸς τὸ κινεῖσθαι καὶ αἰσθάνεσθαι τελείας δεῖ παρουσίας τῆς κινητικῆς τε καὶ κριτικῆς ψυχῆς. μήποτε οὖν καὶ τοῖς κεχωρισμένοις ἡ αὐτὴ παρεῖναι οὐ κωλύεται ψυχή,3 ἕως ἂν ἄμφω τὴν αὐτὴν πρὸς τὴν ἄτομον τῆς ψυχῆς ζωὴν σώζῃ ἐπιτηδειότητα.
“此外,若有人从一个数中减去一个数或一个单子,留下的则是另一个数。” 这从其自身驳斥了灵魂是一个数,而不再是作为运动之物[来驳斥]。因为数既被分割,且被分割为在种上相异的数,又在分割中减少。但灵魂即便在有灵魂之物的切分中亦保持不可分,且虽然有时在数量上增加,但在种上却保持不变,如在植物的情形中,被切下的枝条亦具有相同的灵魂——当然绝非在数量上为一的灵魂同时呈现在相异的事物中,亦非在整个植物中存在许多同种的灵魂而不同部分各有其一;因为一者亦由一个灵魂赋予生命。那么枝条中的灵魂从何而来?我说乃是从外部而来,即它普遍临在于有灵魂之物的地方,不论是彼时生成的还是早已预先存在的,它直接进入被切下的枝条,因为枝条已经具有了完备的接受适合性。因为由于植物性生命的微弱,自然在准备基质的适合性方面并不需要大费周章。有些动物亦是如此从腐败中生成的,仅仅满足于来自整体的产出;而更完备的动物则还需要更局部的动力原因。然而,当某些动物被分割时,每一个切段究竟又如何活着呢?其中包含统领性部分的一段固然不足为奇,因为相同的灵魂仍留在其中;但其余的一段又如何呢?因为一旦被切下,它既不再由相同的灵魂[赋予生命],亦未由另一个灵魂赋予生命,因为它并未获得用以接受灵魂的更具主导性的部分。因此它亦不能维持长久。但它究竟何以哪怕维持片刻呢?因为甚至不能归因于仅仅是一种表象残留,因为为了运动和感觉,需要推动性且判断性的灵魂的完整临在。难道不是这样吗:只要两者对于灵魂不可分的生命仍保持相同的适合性,相同的灵魂即使临在于分离的部分也未尝受阻?
- 1.118ἕξοι γὰρ ἂν καὶ τὸ πρὸς ἑαυτὴν διάφορον ὡς ἅμα κινητική τε καὶ κινητή
由 ἄν 与祈愿语气 ἕξοι 构成的潜势/虚构结构,引出从单子兼具推动性与可动性这一荒谬假设所必然导出的后果。
- 1.119θέσιν προσλαβουσῶν
属格独立结构,其逻辑主语承前指代 μονάδων,表达单子若获得位置这一假设性条件。
- 1.120μήποτε οὖν καὶ τοῖς κεχωρισμένοις ἡ αὐτὴ παρεῖναι οὐ κωλύεται ψυχή
以 μήποτε 引出的哲学探讨中表审慎推测或假说性质疑的句式(“难道不是……”),配合双重否定 οὐ κωλύεται(未尝受阻),审慎地提出同一灵魂亦可临在于被分离部分的可能性。
