← 辛普里丘

亚里士多德《论灵魂》注释

§61.5-62.17

无受动的理智与对自身运动之数说的批判

辛普里丘阐明了亚里士多德将思惟与情态归于复合体而将理智视为无受动的意图(408b25),确认了灵魂不可运动的结论(408b30),并剖析了对洗诺克拉底“运动自身的数”这一说法的批判,分析了亚里士多德的反驳理路与洗诺克拉底主张灵魂中介性的本意(408b32)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115

" Τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλὰ τοῦδε τοῦ ἔχοντος ἐκεῖνο, ᾗ ἐκεῖνο ἔχει." Ἐπειδὴ τὴν διάνοιαν λογικὴν οὖσαν γνῶσιν ἐν τοῖς τοῦ κοινοῦ πάθεσιν ἐτίθετο, νῦν δὲ τὸν νοῦν ἀπαθῆ τίθεται καὶ ἐγγίνεσθαι.1 λογικὴ δὲ γνῶσις καὶ ὁ νοῦς διορίζεται, ὡς διάνοιαν μὲν αὐτὸς καλεῖ τὴν τοῦ λογικοῦ ζῴου χαρακτηριστικὴν ζωὴν2 καὶ διανοεῖσθαι τὸ τοῦ λογικοῦ ζῴου μετὰ πάθους ἐνέργημα, οὗ καὶ τὸ φιλεῖν καὶ τὸ μισεῖν, νοῦν δὲ αὐτὴν τὴν λογικὴν ψυχήν, ἢ ὡς χρωμένην ὡς ὀργάνῳ τῷ συνθέτῳ, οἷος ὁ πρακτικὸς νοῦς, ἢ ὡς καθ’ ἑαυτὴν ἐνεργοῦσαν οἷος ὁ θεωρητικός. ἄμφω δὲ ἡ αὐτὴ ἐνεργοῦσα ὡς ἀπαθὴς καὶ ὡς ἔχουσά τι θεῖον ὑμνεῖται διὰ τὸ ὄντως ἀρχικὸν σωμάτων, διὰ τὸ εἰς ἑαυτὴν ἐπιστρεπτικόν, διὰ τὸ ποτὲ πάντῃ ἀρρεπές, διὰ τὴν πρὸς τὰ κρείττω συναφήν.

“而思惟、爱或恨,并不是它的情态,而是具有它的这一个〔复合体〕在具有它的限度内的情态。” 由于他此前把作为理性认识的思惟置于复合体的诸情态之中,而现在却把理智设定为不受动的且由外进入的——而理智也是理性认识——他便作出区分:他本人以“思惟”指称理性动物的特征性生命,以“去思惟”指称理性动物伴随着情态的现实活动(爱与恨亦属于此类活动),而把“理智”指称理性灵魂本身:或者作为像实践理智那样把复合体用作工具者,或者作为像观照理智那样依自身活动者。同一种灵魂在实施这两种活动时,因真正支配身体,因回转向自身,因有时完全不倾斜偏向,以及因与更高之物的联结,而被赞颂为不受动的且具有某种神圣之物。

§1.116

"Ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτων." Ἐπειδὴ τὰς μεριστὰς καὶ συνεχεῖς καὶ ἁπλῶς εἰπεῖν μόνας αὐτῷ δέδοκται κινήσεις καλεῖν,3 ὧν μάλιστα ἡ λογικὴ ἐξῄρηται ψυχή.

“因此,灵魂不可能运动,这从上述诸点来看是显而易见的。” 因为在他看来,被认定称为运动的,只有那些可分的、连续的、简而言之仅仅是这一类的运动,而理性灵魂尤其超拔于这些运动之外。

§1.117

"Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦντα ἑαυτόν." Ὅτι μὲν τὸν Ξενοκράτους τῆς ψυχῆς ὁρισμὸν διακαθαίρει, ἵνα μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἀκούωμεν, φανερόν. ὁ δὲ πραγματειώδης αὐτῷ τέταται σκοπὸς παντὸς μερισμοῦ τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν δεῖξαι,4 οὐ τοῦ κατὰ συνέχειαν μόνου (τοῦτο γὰρ ἤδη δέδειχεν, ἀκίνητον αὐτὴν τὰς σωματικὰς κινήσεις δεδειχὼς καὶ καθ’ ὅρους ἀεὶ βαίνουσαν καὶ οὐ μέρεσι μέρη ἢ τὸ ὅλον γινώσκουσαν, δι’ ὧν οὐ μόνον ὅτι οὐ σῶμα ἀλλ’ ὅτι οὐδὲ ἄλλο τι μέγεθος ἔχειν ἐδείκνυτο), ἀλλ’ ἐπειδὴ καὶ ὁ συνήθως λεγόμενος ἀριθμὸς ὅ τε ἐκ μονάδων, οἷος ὁ μαθηματικός, καὶ ὁ ἐκ σωμάτων ἀδιαιρέτων ἢ ἐνεργείᾳ μόνον ἢ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὡς οἱ περὶ Δημόκριτον ὑπετίθεντο, ἢ ὅλως τῇ θέσει ἀπ’ ἀλλήλων κεχωρισμένων μεριστός ἐστιν, αὐτός τε ἐν διαιρέσει θεωρούμενος καὶ τὰ συμπληροῦντα ἔχων μερικὰ καὶ ἀπεστενωμένα, διὰ τῶν πρὸς Ξενοκράτην ἀντιρρήσεων ὅτι οὐδὲ οὕτω μεριστὴ ἡ ψυχὴ δείκνυσιν, οὔτε ὡς ὁ ἀριθμὸς οὔτε ὡς μονάδες ἢ στιγμαί, ἐξ ὧν ὡς ἀδιαιρέτων ὁ ἀριθμός. ὁ γὰρ ἐκ σωμάτων τινῶν ἀριθμὸς ὡμολογημένως αὐτῇ οὐ προσήκει, εἴ γε μηδὲν ἔχει μέγεθος. ὁ μὲν οὖν Ξενοκράτης ἀριθμοὺς τὰ εἴδη καὶ αὐτὸς προσαγορεύων καὶ πᾶν εἶδος ἀμέριστον εἰδώς, τὸ δὲ κινούμενον μεριστὸν καὶ πάντως μετὰ τὰ εἴδη, τὴν μεσότητα τῆς ψυχῆς διὰ τῶν ἄκρων ἀμφοτέρων δηλοῖ, ἀριθμὸν κινούμενον αὐτὴν εἰπών, ὡς οὐχ ἁπλῶς οὖσαν εἶδος ἀλλὰ τὸ ὅλον τοῦτο εἰς μερισμὸν ὑποβάν, οὐ μερισθὲν τελέως ἀλλ’ οὐδὲ μεῖναν εἶδος, τῷ χαλάσαι καὶ ἐκλῦσαί πως τὴν ἀμέριστον ἕνωσιν μεταξὺ γενόμενον. καὶ διὰ τοῦτο οὐδὲ κινούμενον ἁπλῶς ἀλλ’ ἑαυτὸν ἔφη κινοῦντα, ἵνα καὶ τὸ ἴδιον ἐμφήνῃ τῆς μεσότητος κεχαλασμένης μέν, ὅπερ ἡ κίνησις σημαίνει, οὐχ οὕτω δὲ ὡς τοῦ αὐτοῦ ἀποσπασθείσης. ὁ δὲ Ἀριστοτέλης ἀριθμόν τε τὸ μεριστὸν ἀκούων πλῆθος καὶ κίνησιν τὴν κατὰ συνέχειαν προϊοῦσαν, ἀναγκαίως ἄμφω τῆς ψυχῆς ἀποφάσκει, ὡς διὰ τὴν μεσότητα παντὸς ὑπερέχουσαν μερισμοῦ. τὰ μὲν οὖν ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα καὶ τοῖς ἄλλοις ὅσοι κινεῖσθαί φασιν αὐτὴν ἀκολουθεῖ, ἰδίᾳ δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν· διχῇ ἐνιστάμενος, καὶ ὅτι ἀριθμὸν ὅλως λέγει τὴν ψυχήν, καὶ ὅτι ἀριθμῷ τῷ ἐκ μονάδων ἢ ἐκ σημείων ἀσύγκλωστος ἡ κίνησις.5

“但在所言诸说中,远为最不合常理的,乃是主张灵魂是运动自身的数。” 他是在辨析澄清洗诺克拉底对灵魂的定义,免得我们按照语词的通常用法来理解,这是显而易见的。然而,他切实的论述宗旨,乃是旨在表明灵魂的实体超越一切可分性,而不仅仅是超越基于连续性的可分性(因为这一点他此前已经表明,他已证明灵魂在身体性运动方面是不动的,并且始终循着界说前行,并非以部分来认识部分或整体,由此不仅证明了它不是身体,而且证明了它也不具有任何其他量度);因为通常所说的数也是可分的——无论是如数学之数那样由单子构成的数,还是如德谟克利特一派所假设的那样仅在现实上不可分、或在潜能与现实两方面都不可分的物体构成的数,或总的来说由在位置上彼此分离之物构成的数——它本身在划分中被观照,且其组成要素是部分的和局限的;因此他通过对洗诺克拉底的反驳表明,灵魂甚至在这一方式上也绝非可分的,既不像数那样,也不像构成数的作为不可分者的单子或点那样。因为由某些身体构成的数,若灵魂确实不具有任何量度,公认是不适用于灵魂的。洗诺克拉底本人既然把形式称为数,并明知凡形式皆是不可分的,而运动之物则是可分的且完全在形式之后,便通过两个极端表明了灵魂的中介地位,称其为运动的数——意指它并非单纯是形式,而是这一整体下降到了可分性之中,既未被完全分割,亦未保持为形式,而是通过某种程度上松弛并解开那不可分的一,成为了居间者。正因如此,他说的不是单纯被运动者,而是“运动自身者”,以便显明其中介地位的特性:虽然松弛了(这正是运动所意指的),但并非完全脱离了同一者。然而亚里士多德却把数听作可分的多,把运动听作依连续性推进的历程,因此必然将这两者都从灵魂上否定掉,因为灵魂凭借其中介地位超越了一切可分性。由此,从被运动这一前提出发所带来的后果,也伴随着其他主张灵魂运动的人,但从主张它是数所带来的后果则是特有的;他是从两个方面进行反驳的:既因为〔洗诺克拉底〕一般地把灵魂称为数,也因为运动根本无法与由单子或由点构成的数相交织结合。

语法注5 条
  1. 1.115Ἐπειδὴ τὴν διάνοιαν λογικὴν οὖσαν γνῶσιν ἐν τοῖς τοῦ κοινοῦ πάθεσιν ἐτίθετο, νῦν δὲ τὸν νοῦν ἀπαθῆ τίθεται καὶ ἐγγίνεσθαι.

    从属从句 Ἐπειδὴ ... ἐτίθετο 与主句 νῦν δὲ 相应,并与后文的 διορίζεται 形成逻辑上的呼应。不定式 ἐγγίνεσθαι 与宾语补足语 ἀπαθῆ 并列,受动词 τίθεται 支配构成宾格加不定式结构,意指将理智设定为不受动且由外生成的。

  2. 1.115διορίζεται, ὡς διάνοιαν μὲν αὐτὸς καλεῖ τὴν τοῦ λογικοῦ ζῴου χαρακτηριστικὴν ζωήν

    διορίζεται 既可视为以亚里士多德为主语的中动态(“他界定/区分”),亦可视为非人称被动态(“被区分为”)。鉴于紧随其后的从句中包含主格的 αὐτὸς καλεῖ,将其主语理解为亚里士多德在行文上最为自然贯通。

  3. 1.116Ἐπειδὴ τὰς μεριστὰς καὶ συνεχεῖς καὶ ἁπλῶς εἰπεῖν μόνας αὐτῷ δέδοκται κινήσεις καλεῖν

    句首的 Ἐπειδὴ 引导原因从句,其对应的主句被省略,用来直接为引文(引理)中“灵魂不可能运动”的断言提供解释依据。不定式短语 κινήσεις καλεῖν 受非人称结构 αὐτῷ δέδοκται 支配,τὰς μεριστὰς καὶ συνεχεῖς 为其宾语。

  4. 1.117ὁ δὲ πραγματειώδης αὐτῷ τέταται σκοπὸς παντὸς μερισμοῦ τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν δεῖξαι

    该句核心骨架为 ὁ σκοπὸς τέταται δεῖξαι(其宗旨意在表明)。πραγματειώδης 指该专门论著或哲学探讨的严肃主旨;不定式 δεῖξαι 表目的,支配分词从属结构 τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν(表明灵魂实体超越……)。

  5. 1.117ἀσύγκλωστος ἡ κίνησις

    形容词 ἀσύγκλωστος(源自 συγκλώθω,意为“合纺、编织在一起”加上否定前缀)是表语性用法,表明两件事物在本质上无法交织或相容。此处省略了系动词 ἐστί,意指运动与由单子或点构成的数是根本不相融结的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:61.5-62.17