← 辛普里丘

亚里士多德《论灵魂》注释

§59.22-61.4

衰老与理性灵魂的可分离性

辛普里丘针对 408b19 展开注解,基于理性灵魂(理智)在年老时与身体的衰退相反反而展现出更强力量这一事实,论证了理智的可分离性与不灭性。他还通过比喻阐明,疾病或醉酒中思考的减弱并非理智自身受到情态影响,而是源于它与工具协调关系中的外部扰动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.114

" Μάλιστα γὰρ ἐφθείρετ’ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως." Ὅτι μὲν κατὰ στέρησιν ἡ φθορά, αὐτὸς ἐν τῷ πρώτῳ ἡμᾶς διδάσκει τῆς Φυσικῆς ἀκροάσεως. τῆς δὲ στερήσεως οὔτε τὸ εἶδος δεκτικὸν οὗ ἡ στέρησις1 (οὐδὲν γὰρ τοῦ ἀντικειμένου δεκτικόν), οὔτε τὸ συμφυῶς τοῦ εἴδους μετέχον, ὡς οὐδὲ τὸ πῦρ ψυχρότητος διὰ τὸ τοῦ ἐναντίου συμφυῶς μετέχειν· ὡς πᾶν τὸ φθειρόμενον διὰ τὴν ἐν τῷ ἐπικτήτως δεχομένῳ ὑπόστασιν φθείρεσθαι·2 ἐκεῖνο γὰρ τῶν ἐναντίων δεκτικόν. ἥτις οὖν ψυχὴ καθ’ αὑτὴν ὑφέστηκεν καὶ οὐκ ἐν τῷ ἐπικτήτως ζῶντι τὸ εἶναι ἔχει, πάντως ἄφθαρτος. διὸ τῷ χωριστῷ τῆς ψυχῆς ἐπερειδόμενος τῷ λογικῷ ἄφθαρτον εἶναι ἀποφαίνεται κἀν τῷ τρίτῳ κἀν τούτοις. ἡ μὲν οὖν τοῦ ὀργάνου χαρακτηριστικὴ ζωὴ καὶ ἡ ἐν τῷ χρῆσθαι τῷ ὀργάνῳ ὅλη οὐσιωμένη οὐκ ἂν ἐκείνου ἄνευ ὑποσταίη, ὡς εἰ φθαρτὸν ἐκεῖνο εἴη, φθαρτὴν καὶ τὴν τοιαύτην ἀποφαίνειν ζωήν, εἰ μὴ καὶ ἀφθάρτου τινὸς εἴη ὀχήματος ἡ χαρακτηριστικὴ ἢ κινητική. ἡ δέ γε καὶ χωριστὰς ἔχουσα ἐνεργείας, ἣν νοῦν προσαγορεύειν ὁ Ἀριστοτέλης εἴωθεν, ὡς ὁ πλωτὴρ τῆς νεὼς οὐχ ᾗ πλωτὴρ ἀλλ’ ᾗ ἄνθρωπος χωρίζεται, οὕτω καὶ ἡ τοιαύτη χωρισθεῖσα τοῦ ὀργάνου ψυχὴ ὑποστήσεται. εἰσὶ δὲ τῆς λογικῆς ψυχῆς χωρισταὶ αἱ πρὸς ἑαυτὴν ἐπιστρεπτικαὶ καὶ αἱ τῶν κρειττόνων θεωρητικαί, αἱ αὐτοῦ τοῦ ἰδίου ἀντιληπτικαί, αἱ παντὸς εἴδους γνωστικαὶ καὶ εἰς τὸ ἀμερὲς τὰς πολλὰς συναιροῦσαι ἰδιότητας. ὁ δὲ Ἀριστοτέλης τεκμαίρεται τὸ χωριστὸν τῆς λογικῆς ἐνεργείας ἐκ τοῦ ἀντικειμένως τῷ σώματι ἀκμάζειν αὐτήν· ἀκμάζει γάρ, ὅταν παρακμάζῃ τὸ σῶμα ὡς ζῶν, δηλαδὴ ἐν τῷ γήρᾳ. τότε γὰρ ἀμαυρουμένου τοῦ σώματος καὶ τῶν χρωμένων αὐτῷ ζωτικῶν δυνάμεων ἀμυδρότερον ἐνεργουσῶν διὰ τὴν τοῦ ὀργάνου ἀσθένειαν, οἷον τῶν τε αἰσθητικῶν καὶ τῶν ὀρεκτικῶν, εὐσθενεστέρα ἡ λογικὴ ἐπιτελεῖται ὡς οὐ συγγινομένη οὐδὲ συμφθειρομένη τῷ σώματι· ἀκμάζοντί τε γὰρ ἂν συνήκμαζε καὶ γηράσκοντι συνεμαραίνετο. τὸ μὲν οὖν συγγινόμενον καὶ συμφθειρόμενον συναύξεσθαί τε καὶ συμφθίνειν ἀνάγκη· ὅθεν τὸ μὴ συναυξόμενον μηδὲ συμφθῖνον οὔτε συγγίνεται οὔτε συμφθείρεται. οὐκέτι δὲ τὸ ἀνάπαλιν, εἰ τὰς ἐνεργείας τι ἔχοι συνακμαζούσας ἢ συμφθειρομένας τῷ ὀργάνῳ, ἤδη συγγίνεται πάντως καὶ συμφθείρεται τοῦτο τῷ σώματι· ἐνίοτε γὰρ οὐ τῷ αὐτό τι πάσχειν ἀλλὰ διὰ τὸ ὄργανον ἡ δι’ αὐτοῦ ἐνέργεια ἐπιδίδωσιν ἢ ἀμυδροῦται. ὃ καὶ αὐτὸς βουλόμενος ἐπισημαίνεται, ὡς οὐκ εἴ ποτε τὸ θεωρεῖν μαραίνεται ἐν νόσοις ἢ μέθαις, ἤδη καὶ τὸ νοοῦν πάσχειν ἀνάγκη· οὐδὲ γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις ἀμυδροῦται τῷ τὴν αἰσθητικήν τι πάσχειν ψυχήν, ἀλλὰ τῷ τὸ ὑποκείμενον ὄργανον. εἰ οὖν λάβοι ὁ πρεσβύτης ὄμμα 〈τοιονδί〉, βλέποι ἂν ὥσπερ ὁ νέος. οὕτως οὖν καὶ τὸ νοεῖν ἐν ταῖς παρὰ φύσιν διαθέσεσι παραποδίζεται ἄλλου τινὸς ἔσω φθειρομένου, αὐτὸ δὲ ἀπαθές ἐστι τὸ νοοῦν δηλαδή. διὰ τί οὖν ἡ μὲν αἴσθησις ἐν τῷ γήρᾳ παραποδίζεται κατὰ τὰς ἐνεργείας, οὐχὶ δὲ καὶ ἡ νόησις; ἐπειδή, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, ἡ μὲν χρῆται ὡς ὀργάνῳ τῷ σώματι, διὸ καὶ ὑπὸ τῶν σφοδροτέρων αἰσθητῶν ἀμβλύνεται πρὸς τὴν τῶν ἐλαττόνων κατάληψιν, ἡ δὲ λογικὴ θεωρία οὐ χρῆται, κἂν διὰ τὴν πρὸς αὐτὸ σύνταξιν παρακολουθοῦν ἔχῃ καὶ συνδιατιθέμενόν πως, ὡς τὸ ἐν φωτὶ σῶμα τὴν σκιάν· ἀνάπαλιν γοῦν αὐτὴ ἐκ τῆς τῶν μειζόνων θεωρίας ἐπιρρώννυται πρὸς τὴν τῶν ἐλαττόνων. ἀλλ’ εἰ μὴ χρῆται, πῶς ὅλως ἄλλου τινὸς ἔσω φθειρομένου ἢ πνεύματος ἢ κράσεως μαραίνεται τὸ νοεῖν; διὰ τὴν πρὸς αὐτὸ σχέσιν καὶ σύνταξιν καὶ τὴν κατά τινας ἐνεργείας χρῆσιν, εἰ καὶ μὴ κατὰ τὰς θεωρητικάς· ὡς καὶ ὁ κυβερνήτης ὑπ’ ἀντανεμιῶν καὶ κλύδωνος οὐ πρὸς μόνην τὴν τῆς νεὼς παρεμποδίζεται χρῆσιν, ἀλλὰ καὶ πρὸς τὰς χωριστὰς τῆς νεὼς ἐνεργείας, διὰ τὴν ταραχὴν οὐδὲ ἐκείνας οἷός τε ὢν προβάλλειν. οὕτω καὶ εἰ βελόνην τις ἀπαρτήσειε τοῦ καρποῦ, πρὸς τὸ ῥάπτειν αὐτῇ χρωμένης τῆς χειρὸς ἀλλ’ οὐ πρὸς τὸ πλάττειν, οὐδενὸς πρὸς τοῦτο δεομένης ὀργάνου, ἀλλὰ τὸ κατὰ φύσιν μὲν μέγεθος καὶ τὴν οἰκείαν βαρύτητα ἐχούσης τῆς βελόνης οὐδὲν πρὸς τὴν ταύτης χρῆσιν οὐδὲ πρὸς τὸ πλάττειν τι κωλύεται ἡ χείρ· βάρος δὲ πολὺ προσλαβούσης οὐ πρὸς τὴν ῥαπτικὴν μόνην ἀλλὰ καὶ πρὸς τὴν πλαστικὴν ἐμποδίζεται. οὕτως οὖν καὶ ἡ λογικὴ ψυχὴ κατὰ μὲν τὰς πρακτικὰς γνώσεις χρωμένη τῷ σώματι, οὐ μὴν καὶ κατὰ τὰς θεωρητικάς, βαρυνομένου αὐτοῦ καὶ παρὰ φύσιν διατιθεμένου παραποδίζεται ταρασσομένη, ἕως ἂν αὐτῷ συντάσσηται καὶ ὅλως ἔξω ῥέπῃ, οὐχὶ δὲ ἐν τῷ γήρᾳ, τῷ μὴ ταράσσεσθαι ἐν ταῖς κατὰ φύσιν τοῦ σώματος διαβολαῖς.3

“因为[如果灵魂可毁灭,]它尤其会在年老时的衰微中被毁灭。” 毁灭乃是依据缺乏而发生的,他自己在《物理学》第一卷中便教导了我们这一点。然而对于缺乏而言,无论是缺乏所剥夺的形式本身(因为没有任何事物能接受自身的对立面),还是本赋地分有该形式的事物(正如火因本赋地分有其对立面[热]而不能接受冷一样),都不能接受缺乏;因此,一切被毁灭之物,都是由于在后天接受[形式]的事物中的自立而被毁灭的(因为后者能接受对立面)。因此,凡依自身自立且不在后天活着的事物中拥有其存在的灵魂,无论如何都是不朽的。因此,他立足于灵魂可分离的部分,即理性部分,在第三卷以及在这些段落中都断言它是不可毁灭的。表征工具[身体]的生命,以及在运用工具中完全获得实体性的生命,脱离了工具便无法自立,因此如果那工具是可毁灭的,人们就会断言这种生命也是可毁灭的(除非它是某种不朽乘载具的表征性或推动性生命)。然而,兼具可分离活动的灵魂(亚里士多德通常称之为“理智”),正如船上的水手不是作为水手而是作为人脱离船只一样,这种脱离了工具的灵魂也同样能够自立。而理性灵魂的可分离活动,乃是回转向自身者、观照更高之物者、把握自身特质本身者、认识一切形式者,以及将诸多特质统摄入不可分者之中的活动。亚里士多德从理性活动与身体以相反方式繁盛这一事实推论出它的可分离性;因为当身体作为活物衰落时,即在年老时,它反而处于全盛。因为在那时,当身体衰微,且运用身体的生命能力(例如感觉能力与欲求能力)因工具的软弱而较暗淡地活动时,理性能力却作为既不与身体一同生成也不与身体一同毁灭者而更强劲地得以完成;因为[如果它一同生成,]当身体全盛时它就会一同全盛,当身体衰老时它就会一同衰竭。凡一同生成且一同毁灭者,必然一同增长且一同消亡;因此,既不同时增长也不同时消亡者,既不一同生成,也不一同毁灭。但反过来却不再成立:如果某物具有与工具一同全盛或衰亡的诸活动,并不能由此断定它必定全盘与身体一同生成且一同毁灭;因为有时并非由于它自身承受了什么,而是由于工具的缘故,通过工具的活动得以增强或变得暗淡。他自己也是有意指出这一点的:即绝非一旦在疾病或醉酒中观照发生衰竭,那思考者自身就必然承受情态;因为现实活动中的感觉变弱,也并非由于感觉灵魂承受了什么,而是由于底层的工具承受了情态。“因此,如果老人获得了一只如此这般的眼睛,他就会像年轻人一样观看。”由此可见,在反常的状态中,思考也是在内部其他事物遭受毁灭时受到妨碍的,而思考者本身显然是无受动的。那么,为什么感觉在年老时在活动上受到妨碍,而思惟却不呢?因为,正如他自己在下文也将说到的,前者将身体用作工具,所以因过于强烈的感官对象而对于较小对象的把握变得迟钝,而理性观照并不使用身体,即使由于与身体的协调整合,它像光中的身体带有影子一样,带有随行并在某种程度上随之受影响的〔身体〕;无论如何,思惟本身反而通过对更伟大之物的观照而在通向对较小之物的观照中获得强化。“但若它不使用身体,究竟为何当内部其他事物(无论是气息还是体液配比)遭受毁灭时,思考会衰竭呢?”这是由于对身体的关联与协调,以及在某些活动中的使用(即使不是在观照活动中);正如舵手受到逆风与巨浪的冲击时,不仅在使用船只方面受到妨碍,而且在脱离船只的自身活动方面也受到妨碍,由于动荡甚至无法施展那些活动。这也正如如果有人在手腕上悬挂一枚针,手将其用于缝纫而非用于塑形(手对后者不需要任何工具),当针具有自然大小和固有重量时,手无论在运用针方面还是在塑形方面都丝毫不受阻碍;但当针承受了巨大重量时,手不仅在缝纫技术上受到妨碍,而且在塑形技术上也受到妨碍。因此理性灵魂也是如此,在实践认识中虽使用身体,但在观照认识中却绝不使用,当身体承受重负且处于反常状态时,只要它与身体协调并整体倾向于外部,它就会因受到扰乱而受阻,但在年老时却非如此,因为在身体的自然演变中[灵魂]并不会受到扰乱。

语法注3 条
  1. 1.114οὗ ἡ στέρησις

    属格关系代词 οὗ 指代先行词 τὸ εἶδος,作客体或领属性属格:“缺乏作为其自身之缺乏的那种形式”。由于缺乏始终是对某一特定形式的缺乏,该形式自身绝不能作为接受自身缺乏的基质。

  2. 1.114ὡς πᾶν τὸ φθειρόμενον διὰ τὴν ἐν τῷ ἐπικτήτως δεχομένῳ ὑπόστασιν φθείρεσθαι

    连词 ὡς 后接不定词 φθείρεσθαι,构成引出前述前提(形式本身及本赋分有形式者皆不接受缺乏)之逻辑结论的从属句。宾格 πᾶν τὸ φθειρόμενον 充当该不定词的主语。

  3. 1.114τῷ μὴ ταράσσεσθαι ἐν ταῖς κατὰ φύσιν τοῦ σώματος διαβολαῖς

    带冠词与格不定词 τῷ μὴ ταράσσεσθαι 用以表示紧接在前之否定判断(“在年老时却非如此受阻”)的理由。名词 διαβολαῖς 在此处并非指其常见的伦理或法律含义(诽谤),而是依 διαβάλλω 的本义,在物理与生物学语境中表示身体的自然“转变”、“推移”或“演变”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:59.22-61.4