← 辛普里丘

亚里士多德《论灵魂》注释

§5.6-6.17

理智的划分与全书结构及序言结语

作者概括了亚里士多德对理智能力的区分(实践理智与理论理智,灵魂的可灭与不灭维度)以及《论灵魂》全三卷的结构,并在序论末尾拒绝了普罗提诺的未下降灵魂说而赞同杨布里柯的折中立场,随即转入对原著字句的直接注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

Διακρίνει δὲ ἱκανῶς καὶ τὰ περὶ τῆς νοερᾶς τῶν ψυχῶν δυνάμεως, ἑτέραν μὲν ὁρῶν τὴν πρακτικὴν ταύτην καὶ φαντασίᾳ χρωμένην, σωματοειδεῖ οὔσῃ ζωῇ,1 κατὰ τὴν μερικὴν πρότασιν· ἑτέραν δὲ τὴν θεωρητικήν, καὶ ταύτην διττήν, τὴν μὲν κατὰ τὴν ἀπὸ τῆς οὐσίας προϊοῦσαν ἐνέργειαν ἢ ἀτελῶς ἔχουσαν ἢ τελειωθεῖσαν, καὶ ἢ εἰς τὸ πρότερον δυνάμει διὰ τὸ ἀτελὲς ἐκπίπτουσαν ἢ κατὰ τὸ τελειότερον ἱσταμένην δυνάμει ἢ καὶ κατὰ τὸ ἐνεργείᾳ· ἥτις οὐ χρῆται μὲν τῇ φαντασίᾳ, ἑπομένην δὲ αὐτὴν ἔχει2 ὡς τῇ προϊούσῃ καὶ ἐξισταμένῃ τῆς οὐσίας ἐνεργητικῇ θεωρίᾳ συγκινουμένην· τὴν δὲ κατὰ τὴν μόνιμον καὶ εἰς ἓν καὶ ταὐτὸν τῇ οὐσίᾳ τὴν ἐνέργειαν συνάγουσαν· καθ’ ἣν καὶ τὸν ἐξῃρημένον μιμεῖται νοῦν, καὶ ἔστι τῇ οὐσίᾳ ἐνέργεια. καθ’ ἣν μόνην ἐστὶν ἀθάνατος, ὡς δι’ αὐτῆς τοῖς αἰωνίοις συναπτομένη καὶ ὡς ἀεὶ μὲν τὸ μόνιμον ἔχουσα, ἀκραιφνὲς μὲν ἐν τῇ χωριστῇ ζωῇ, ἀφιστάμενον δέ πως ἑαυτοῦ ἐν τῇ εἰς τὰ δεύτερα ῥοπῇ, ἀλλ’ οὐχ οὕτως ὡς μηδαμῶς μένον. ἔστι μὲν οὖν καὶ τότε μόνιμον δευτέρως· τὸ δὲ ἔξω ῥέπον οὐκ ἀθάνατον, ὡς μεταβαλλόμενον καὶ ὡς ἐν τῇ χωριστῇ ζωῇ οὐ παρόν. διελὼν δὲ καὶ τὰς ὀρεκτικὰς δυνάμεις ἀπὸ τῶν γνωστικῶν, τίνες αἱ κατὰ τόπον τῶν ζῴων κινητικαὶ δυνάμεις ἐπεξεργάζεται. Καὶ ταύτην μὲν ἅπασαν τὴν θεωρίαν ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ ποιεῖται· ἐν δὲ τῷ πρώτῳ μετὰ τὸ ἀφορίσαι τὸν σκοπὸν καὶ ἐκθέσθαι, ὅσα τε καὶ οἷα δεῖ ζητῆσαι περὶ ψυχῆς προβλήματα, καὶ τὸν τρόπον ἀφορίσαι τῆς ἐπεξεργασίας τὸν ἀπὸ τῶν ἀντικειμένων ἀρχόμενον καὶ διὰ μέσης τῆς ἐνεργείας εἰς τὴν οὐσίαν ἀναπεμπόμενον, τὰς τῶν παλαιοτέρων ἱστορήσας περὶ ψυχῆς δόξας, δι’ ὧν τε ἀποδέχεται καὶ δι’ ὧν ἀντιλέγει, γνωστικήν τε τὴν ψυχὴν καὶ κινητικὴν τίθεται ἀσώματόν τε καὶ ἀμέριστον καὶ ἀκίνητον τὰς σωματικὰς κινήσεις οὖσαν. καὶ οὔτε ἁρμονίαν σωματικὴν οὔτε σύνθεσιν οὔτε λόγον τινὰ μίξεως ἐπιδείκνυσι· καὶ ἀρχὴν οὐχ ὡς στοιχεῖον, οὐδὲ ὡς ἐκ τῶν στοιχείων, ἀλλ’ ὡς λόγον καὶ εἶδος. καὶ μίαν τὴν ἐν ἑκάστῳ ζῴῳ εἶναι βούλεται ψυχὴν καὶ ἐν τοῖς λογικοῖς, πάσας ἔχουσαν τὰς ζωτικὰς οὐσίας τε καὶ δυνάμεις, καθ’ ἅς τε ὀρέγεται λογικῶς τε καὶ θυμοειδῶς καὶ ἐπιθυμητικῶς, καὶ καθ’ ἃς γινώσκει νοερῶς ἢ ἐπιστημονικῶς ἢ δοξαστικῶς ἢ φανταστικῶς ἢ αἰσθητικῶς, καὶ αὐτὰς ἔχουσαν ἐσχάτως τὰς φυσικάς. Ἔτι ἐν τῷ τρίτῳ κατ’ αὐτὸ τὸ λογικὸν τὴν ἡμετέραν ψυχὴν ἐν μεσότητι τῶν ἄκρων ὁρῶν ζωῶν, ποτὲ μὲν ἀπεικάζει τῇ αἰσθητικῇ ποτὲ δὲ τῇ νοερᾷ· καὶ ποτὲ μὲν εἰς τὴν αἰσθητικὴν ὑποβαίνουσαν, ποτὲ δὲ εἰς τὴν νοερὰν ἀνιοῦσαν μίμησιν· καὶ ποτὲ μὲν εἰς τὸ ἀμέριστον ὡς οἷόν τε αὐτῇ συναιρουμένην καὶ ὅλην ἐν ἑαυτῇ μένουσαν, ὅτε καὶ τὸν ὑπερέχοντα αὐτῆς μιμεῖται νοῦν, ποτὲ δὲ ἀφισταμένην πως ἑαυτῆς ἐν τῇ ἔξω ῥοπῇ καὶ κατὰ προβολὴν ἐνεργοῦσαν καὶ εἰς μερισμὸν προϊοῦσαν· οὐ μὴν ὡς πάντῃ τῶν ἀντικειμένων ἀφισταμένην. καὶ γὰρ ὁ μερισμὸς αὐτῆς μετὰ τῆς εἰς τὸ ἀμέριστον συναιρέσεως, καὶ ἡ προβολὴ μετὰ τῆς εἰς ἑαυτὴν ἐπιστροφῆς, καὶ ἡ ἑαυτῆς ἀπόστασις μετὰ τῆς ἐν ἑαυτῇ μονῆς, ἀμυδρουμένης ὅτε εἰς τὸ ἔξω ῥέπει· ἵνα καὶ μένῃ ἅμα καὶ μεταβάλλῃ διὰ τὴν τῶν μόνως τε μενόντων καὶ πάντῃ μεταβαλλομένων μεσότητα ἡ ἡμετέρα ψυχὴ ἑκατέρῳ πως ἐπικοινωνοῦσα τῶν ἄκρων, ὥσπερ καὶ μερίζεταί πως καὶ οἷον ἀμέριστος [τε] ἅμα γίνεται τε καὶ ἀγένητος ὑπάρχει, φθείρεταί τε τρόπον τινὰ καὶ ἄφθαρτος διασώζεται. διὸ οὔτε μένειν τι αὐτῆς θησόμεθα κατὰ τὸν Πλωτῖνον ἀεὶ ὡσαύτως καὶ καθαρῶς οὔτε παντελῶς προϊέναι3 ἐν τῇ εἰς γένεσιν ῥοπῇ, ἀλλ’ ὅλη πρόεισι καὶ μένει εἰλικρινῶς ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ. ἀλλὰ ταῦτα μὲν σαφέστερον καὶ ἡ ὅλη τῶν λόγων ἐπιδείξει διέξοδος ὡς καὶ Ἀριστοτέλει δοκοῦντα καὶ ὑπὸ τοῦ Ἰαμβλίχου ἐναργέστερον ἐκπεφασμένα. ἤδη δὲ τῶν ῥητῶν ἐχώμεθα.

他也充分区分了关于诸灵魂的理智能力的事情,一方面看到了这依照个别前提而借助作为具身态生命的表象的实践理智;另一方面看到了理论理智,而这理论理智又是双重的:一种依照从其实体流出的现实活动,处于不完全或已被完善的状态,且或者由于不完全而退回先前在潜能中的状态,或者依照更完善的潜能态乃至依照现实态而立定;它虽然不使用表象,却伴随有表象,表象乃是与那从其实体流出并逸出的活动性观照一同被运动的;另一种则是依照常驻的理智,它将自身的现实活动归聚为与其自身实体合一且同一者;依照这后一种理智,它也摹仿超迈的理智,并在实体上就是现实活动。唯有依照这后一种理智,灵魂才是不可毁灭的,因为灵魂借由此理智而与永恒之物相联结,并始终具有常驻之物——这常驻在分离的生活中纯然无杂,而在向第二等事物的倾斜中虽在某种程度上偏离自身,却绝非完全不常驻。因此,它在那时也是在第二等意义上常驻的;然而那向外倾斜的部分则非不可毁灭,因为它是变化的,且在分离的生活中并不存在。在将欲求能力从认识能力中划分开之后,他又深入阐明了在动物中引致位置运动的能力究竟为何。 所有这些考察,他都是在第二卷和第三卷中进行的;而在第一卷中,他在规定了宗旨、陈述了关于灵魂应当研究哪些以及何等样的问题、并规定了那种从对象出发经由现实活动的中介而上升归溯至实体的探讨方式之后,记述了古人关于灵魂的意见,经由他所赞同与所反驳的论点,将灵魂设定为具有认识性与发动运动性的,设定为非物体的、不可分的,并在物体性运动方面是不动的。他论证了灵魂既非身体的和谐,亦非组合,亦非某种混合的比例;它作为始基,既非作为元素,亦非作为出于元素者,而是作为形式与逻各斯。且他主张在每一动物中的灵魂——即使在理性存在者之中——皆是一体的,具有全部生命的实体与能力,依循这些能力,灵魂以理性的、激情的以及欲望的方式进行欲求,并依循它们以理智的、科学知识的、意见的、表象的或感觉的方式进行认识,甚至在最终的层面上也具有自然的能力。 此外,在第三卷中,他看到我们的灵魂依其理性本身而处于各极端生命的中介地位,有时将它比作感觉的,有时比作理智的;有时降至感觉性的摹仿,有时升至理智性的摹仿;有时在自身能力所及的限度内将自身收敛为不可分者并通体留驻在自身之中,此时它也摹仿超迈于它的理智;有时则在向外的倾斜中在某种程度上偏离自身,按照射出而活动,并流向分割;然而绝非完全偏离其对立项。因为它的分割乃是伴随着向不可分者的收敛,它的射出乃是伴随着向自身的复归,而它偏离自身乃是伴随着在自身中的常驻,当它向外倾斜时,这种常驻便减弱了;以便我们的灵魂由于处在纯然常驻者与完全变化者之间的中介地位,在某种程度上分有这两个极端,从而同时常驻且变化,正如它在某种方式上被分割,同时又作为不可分者而存在,生成着而又本是不生者,以某种方式毁坏而又作为不朽者得以保全。因此,我们既不按照普罗提诺那样设定它的某种成分始终以同样方式纯然常驻,也不设定它在向生成的倾斜中完全流散出去,而是在向第二等事物的倾斜中通体流出而又纯粹地常驻。但关于这些事情,论述的整个进程将更明晰地论证它们也是亚里士多德所赞同的,并由杨布里柯更为清晰地揭示出来的。现在,让我们紧扣原著字句开始探讨吧。

语法注3 条
  1. 1.0σωματοειδεῖ οὔσῃ ζωῇ

    该与格短语既可视为与格绝对结构,亦可视为修饰前述 φαντασίᾳ 的同格/表语性与格(指明表象作为一种具身化生命的属性)。在此理解为对表象的性质进行说明的修饰成分。

  2. 1.0ἥτις οὐ χρῆται μὲν τῇ φαντασίᾳ, ἑπομένην δὲ αὐτὴν ἔχει

    关系代词 ἥτις 的先行词是前文理论理智的第一种区分(即依照从其实体流出的现实活动的那一部分)。它构成了与实践理智的对比:理论理智并不直接使用表象作为工具,却伴随有表象,表象与其外溢的观照活动相伴随。

  3. 1.0οὔτε μένειν τι αὐτῆς θησόμεθα κατὰ τὸν Πλωτῖνον ἀεὶ ὡσαύτως καὶ καθαρῶς οὔτε παντελῶς προϊέναι

    由动词 θησόμεθα 统领由 οὔτε... οὔτε... 连接的两个不定式短语 μένειν 和 προϊέναι。它同时拒绝了普罗提诺的灵魂未完全下降说(即灵魂有一部分“始终以同样方式纯然常驻”)以及灵魂完全流散的极端主张,确立了杨布里柯的中介立场。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:5.6-6.17