- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:58.7-59.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论灵魂》408b7–15,辛普利丘阐明了发怒和思考等活动不单属于灵魂而属于整个动物,并论证了作为推动者的灵魂作为不可分且非质料的作用原因而超越于身体运动的结构。
" Οἷον τὸ ὀργίζεσθαι ἢ φοβεῖσθαι τῷ τὴν καρδίαν ὡδὶ κινεῖσθαι." Τοῦ γὰρ ζῴου ταῦτα, διὰ τὸ τὰς ζωτικὰς ἐνεργείας μετὰ σωματικῆς γίνεσθαι κινήσεως ἢ φορᾶς ἢ ἀλλοιώσεως, ὡς ἐπὶ ὀργῆς μὲν πηδώσης τῆς καρδίας, ἐπὶ δὲ φόβου καταψύξεως σημαινούσης, ἐπὶ δὲ τοῦ διανοεῖσθαι ξηρότητός τινος ἐνίοτε.
“例如通过心脏如此这般地被运动而发怒或恐惧。” 因为这些属于动物,乃是由于生命性的现实活动伴随着身体的运动(无论是位移还是质变)而发生,正如在发怒时心脏跳动,在恐惧时变冷显现出来,在思考时有时伴有某种干燥。
"Τὸ δὲ λέγειν ὀργίζεσθαι τὴν ψυχήν." Ἐπειδὴ τὸ ὀργίζεσθαι καὶ μανθάνειν καὶ διανοεῖσθαι δὲ, ὅσον εἰς τὸ ζῷον καθήκει, κινεῖσθαί πώς ἐστιν, οὐκ ἂν εἴη τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου, ὥσπερ οὐδὲ τὸ ὑφαίνειν ἢ βαδίζειν· καὶ γὰρ ταῦτα τοῦ συναμφοτέρου, εἰ καὶ ταῦτα πλέον τὸ σωματοειδέστερον ἐμφαίνει ἢ τὸ ὀργίζεσθαι. ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ·1 τῇ μὲν ὁριστικῇ τοῦ ὀργάνου, ὡς κατ’ αὐτὴν ὀργιζόμενον καὶ διανοούμενον καὶ ὅλως ζωτικῶς κινούμενον, τῇ δὲ κινητικῇ ὡς ὑπ’ αὐτῆς κινούμενον. φαίνεται δὲ τῇ ψυχῇ εἰπὼν οὐ τῇ ὁριστικῇ τοῦ ὀργάνου, ἀλλὰ τῇ κινητικῇ, ἣν καὶ μᾶλλον καλεῖ ψυχήν· τὴν γὰρ ἑτέραν ἢ εἴδωλον ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς. δηλοῖ δὲ ἐπιφέρων καὶ τάδε.
“而说灵魂发怒[……]”既然发怒、学习以及思考,就其涉及到动物而言,在某种方式上乃是被运动,那么它们就不会属于灵魂,而是属于动物,正如织布或步行也不[属于灵魂]一样;因为这些也属于复合物,即使它们比起发怒来更多地显现出类似身体之物。但是[应当说]人凭着灵魂[进行这些活动]:一方面是凭着规定工具[身体]的灵魂,即依据它而发怒、思考并在总体上生命性地被运动;另一方面是凭着推动性的灵魂,即作为被它所运动者。而他说“凭着灵魂”时,显然不是指规定工具的灵魂,而是指推动性的灵魂,这也正是他更本原地称之为灵魂的那种;因为另一种灵魂要么是灵魂的影像,要么并非脱离灵魂而存在。他紧接着补充的以下内容也表明了这一点。
"Τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης, ἀλλ’ ὁτὲ μὲν μέχρις ἐκείνης, ὁτὲ δὲ ἀπ’ ἐκείνης. οἷον ἡ μὲν αἴσθησις ἀπὸ τῶνδε, ἡ δ’ ἀνάμνησις ἀπ’ ἐκείνης ἐπὶ τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς." Δι’ ὧν ἐναργέστερον διακρίνει τὴν κινητικὴν ψυχὴν ἀπὸ τῆς τοῦ ὀργάνου χαρακτηριστικῆς ζωῆς. αὕτη γὰρ εἰ καὶ μὴ αὐτὴ κινεῖται, ἀλλ’ ὅμως ἐν αὐτῇ πως ἡ κίνησις, διὰ τὸ κατ’ αὐτὴν τὸ κινούμενον ὁρίζεσθαι. ἐν δὲ τῇ κινούσῃ οὐδαμῶς, ὡς κατ’ ἐνέργειαν ἱσταμένῃ ἀμερῆ, ἀλλ’ οὐ μεριστήν, εἴτε αὐτὸ κινοίη τὸ ὄργανον, εἴτε κινηθέντος ἔξωθεν τοῦ ζῴου τὴν κριτικὴν τοῦ κινήσαντος προβάλλεται ἐνέργειαν κατ’ αὐτὸ στᾶσα αὐτοῦ τὸ εἶδος. ὁτὲ μὲν γάρ φησι μέχρι ἐκείνης ἡ κίνησις, οὐχ ὅτι καὶ ἐν ἐκείνῃ (τοῦτο γὰρ ἀπέφησεν), ἀλλ’ ὅτι ἡ ἐν τῷ αἰσθητηρίῳ γινομένη κίνησις ὑπὸ τοῦ αἰσθητοῦ δηλαδὴ εἰς τὴν καθαρὰν κριτικὴν ἐκείνης ἀποπερατοῦται ἐνέργειαν. ἡ δὲ ἀνάμνησις ἀπ’ ἐκείνης ἐπὶ τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς, ὅτε ἡ κινοῦσα ἀφ’ ἑαυτῆς διὰ τῆς ἀναμνήσεως ἐγειρομένη κινεῖ ἢ ἠρεμίζει τὸ ζῷον, ὅπερ αἰσθητήριον ἔφη. εἰ δὴ ἕτερον τὸ ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ, ἑτέρα ἡ ψυχὴ αὕτη, εἰς ἣν ἀποτελευτᾷ ἡ αἴσθησις καὶ ἀφ’ ἧς ἄρχεται ἡ ἀνάμνησις, παρὰ τὸ ζῶν σῶμα. οὐ γὰρ ὡς σώματος ἁπλῶς ἡ αἴσθησις ἀλλ’ ὡς ζῶντος, οὐδὲ ὡς σώματος ἡ τοῦ αἰσθητηρίου κίνησις καὶ μονή. τῷ δὲ ζῶντι συνείληπται καὶ ἡ χαρακτηριστικὴ αὐτοῦ ζωή, καὶ οὔτε ἐπὶ ταύτην ἀπὸ τοῦ ζῶντος ἡ ἀναφορὰ οὔτε ἀπὸ ταύτης ἐπὶ τὸ ζῷον· οὐ γὰρ ἔχει οἰκείαν παρὰ τὸ σῶμα ἐνέργειαν οὔτε κριτικὴν καθαρὰν οὔτε ἀρχικήν, ἅτε τοῦ ἀρχομένου οὖσα ὁριστικὴ καὶ τὸ κριτικὸν ἐμπαθὲς διὰ τὸ σῶμα ἔχουσα. χρὴ δὲ καὶ τὴν αἴσθησιν εἰς καθαρὰν στῆναι ἐνέργειαν καὶ τὸν κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ὅρον. αὕτη μὲν οὖν ἡ τῆς κινούσης ψυχῆς πρὸς τὴν τοῦ κινουμένου ὡς ζωτικῶς δὲ κινουμένου χαρακτηριστικὴ ζωὴ οὐκ ἀνθρώποις μόνοις ἀλλὰ καὶ πᾶσι προσήκει ζῴοις. ἡ δὲ ἀνθρωπίνη ψυχή, ἣν νοῦν καλεῖ, κινητικὴ ἐνεργείας. ἐγγίνεσθαι γοῦν αὐτήν φησι δηλαδὴ τῷ σώματι, ἀλλὰ ποτὲ καὶ ὡς χωριστήν, ὅπερ ἀλλαχοῦ φησιν ἐπεισιοῦσαν, καὶ οὐσίαν τινὰ εἶναι ἀποφαίνεται, οὐχ ὅτι μὴ αἱ ἄλλαι ψυχαὶ οὐσίαι (πᾶσα γὰρ ζωὴ οὐσία), ἀλλ’ ὡς ἄυλον ὑπάρχουσαν καὶ καθ’ αὐτὴν ὑφεστῶσαν. τὸ δὲ τὶς πρόσκειται, ἵνα τὴν πρὸς τὰς ἀεὶ μενούσας ἐν ἑαυταῖς ὕφεσιν αὐτῆς δηλώσῃ. οὕτω γὰρ καθ’ αὑτὴν ἀσώματος καὶ ἄυλος, ὡς ποτὲ καὶ σώματι ἐγγινομένη καὶ εἰς ὕλην ῥέπουσα οὐ φθείρεσθαι.2
“但这不是由于运动在那个[灵魂]之中,而是有时直到那个,有时从那个出发;正如感觉是从这些[器官]出发,而回忆则是从那个出发,通向感觉器官中的诸运动或诸静止。” 通过这些话,他更清楚地将推动性的灵魂与表征工具的生命区分开来。因为这后一种生命即使本身不被运动,但运动在某种方式上仍然在它之中,这是由于被运动者是依它而受规定的。但在推动的灵魂中则绝非如此,因为无论它是推动工具本身,还是当动物从外部被运动时它针对推动者展示出批判性的现实活动(立足于其形式本身),它都挺立在不可分而非可分的现实活动中。因为当他说运动有时是“直到那个”时,并不是说运动也在那个之中(因为他否定了这一点),而是指在感觉器官中由感觉对象所产生的运动,显然终止于那个灵魂的纯粹批判性现实活动。而回忆“从那个出发通向感觉器官中的诸运动或诸静止”,乃是指当推动性的灵魂凭自身通过回忆被唤起时,它使动物(即他所说的感觉器官)运动或静止。既然出发点与所达到的终点是不同的,那么感觉终止于其中、回忆从中起始的这个灵魂,就不同于活着的身体。因为感觉并非单纯作为身体而属于它,而是作为活着的身体,感觉器官的运动与静止也并非作为[单纯的]身体而属于它。而在活着之物中也一同包含了表征它的生命,既没有从活着之物到这生命的归向,也没有从这生命到动物的归向;因为它脱离身体就没有固有的现实活动,既没有纯粹批判性的活动,也没有支配性的活动,因为它作为受支配者的规定性,并且由于身体而具有伴随被动情态的批判能力。然而感觉也必须挺立在纯粹现实活动以及依凭感觉对象之形式的规定中。推动性灵魂对于被运动者(即生命性被运动者)所表征的这种生命的关系,不仅属于人,而且属于一切动物。然而人类的灵魂(他称之为理智)是现实活动的推动者。无论如何,他说它显然产生在身体之中,但有时也作为可分离者(在别处他称之为从外部进入的),并且表明它是某种实体;这并非因为其他灵魂不是实体(因为一切生命都是实体),而是由于它作为非物质者存在并由自身自立。而加上“某种”,是为了表明它相对于那些始终停留于自身的实体而言的降级。因为它自身是如此非身体和非物质,以至于即使有时产生于身体中并倾向于质料,它也不会被毁灭。
- 1.112ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ·
该省略句引用并阐释了亚里士多德的原句(408b13–15之 ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ)。句中隐含了表示“应当说”(如 λέγειν δεῖ)的无人称结构,宾格 τὸν ἄνθρωπον 作为所补全不定词的逻辑主语。随后的与格短语(τῇ μὲν ὁριστικῇ... τῇ δὲ κινητικῇ)属于手段/原因与格,分别从两种不同灵魂面向解释人如何进行活动。
- 1.113οὕτω γὰρ καθ’ αὑτὴν ἀσώματος καὶ ἄυλος, ὡς ποτὲ καὶ σώματι ἐγγινομένη καὶ εἰς ὕλην ῥέπουσα οὐ φθείρεσθαι.
由 οὕτω... ὡς 后接不定词 φθείρεσθαι 构成的结果从句结构(程度/结果),谓语形容词 ἀσώματος καὶ ἄυλος 之后省略了系动词 ἐστί。通常 ὡς 接不定词表达潜在结果时使用否定词 μή,此处使用 οὐ 则是为了客观地断言灵魂不灭这一既定事实。
