← 辛普里丘

亚里士多德《论灵魂》注释

§56.33-58.6

灵魂是否被运动的疑难与双重灵魂

针对亚里士多德在《论灵魂》408a34–408b7中提出的关于灵魂被运动的疑难,辛普利丘区分了作为形式规定身体的灵魂与将身体作为工具使用的灵魂,论证了情感与思考的运动属于前者的复合现实活动,而作为作因的灵魂本身则是原封不动的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.108

" Εὐλογώτερον δὲ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης, εἰς τὰ τοιαῦτα ἀποβλέψας." Ἐπειδὴ καὶ ἀσώματος ἡ ψυχὴ καὶ ὡς οὐσία ἀσώματος, διακρίνει διὰ τῶν προκειμένων τήν τε χαρακτηριστικὴν τοῦ ζῶντος σώματος ψυχήν, καθ’ ἥν ἐστι ζῶν καὶ ζωτικῶς κινούμενον, καὶ τὴν ὡς κινοῦσαν καὶ τῷ ζῶντι ὡς ὀργάνῳ χρωμένην· καὶ πρός γε διττὴν ταύτην ἰδεῖν,1 τὴν μὲν ἐν τῷ κινητικῷ μόνῳ τῶν σωμάτων οὐσιωμένην, ἑτέραν παρὰ τὴν τῶν σωμάτων χρῆσιν οὐκ ἔχουσαν ἐνέργειαν, τὴν δὲ ὡς καὶ καθ’ ἑαυτὴν ἐνεργοῦσαν καὶ τότε παντὸς χωριζομένην σώματος. ἡ τοίνυν εὔλογος περὶ αὐτῆς ὡς κινουμένης ἀπορία εἰς τὴν ὁριστικὴν τοῦ ζῶντος σώματος ἀποβλέπει ψυχήν. αὕτη γὰρ ὡς ζωτικῶς κινουμένου οὖσα ἐντελέχεια δόξοι ἂν τὰ τοῦ κατ’ αὐτὴν ὁριζομένου ἀναδέχεσθαι πάθη. πάλιν δὲ ὑπομνηστέον, ὡς ἄλλη μὲν ἡ ὡς φυσικῶς κινουμένου σώματος κίνησις, ὡς ἡ ἄνω τοῦ πυρὸς φορά, ἄλλη δὲ ἡ ὡς ἐμψύχου, ὡς αὔξησις καὶ βάδισις καὶ πτῆσις, καὶ ὡς μεριστὴ ἑκατέρα καὶ διὰ τοῦτο μεριστῆς οὖσα οὐσίας. τοιαύτη δὲ ἡ εἰδοποιουμένη, ἀλλ’ οὐχὶ ἡ εἰδητική. διὸ ὥσπερ ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ ἀκίνητον τὸ φυσικὸν δείκνυσιν εἶδος, καίτοι τοῦ κινουμένου ὂν ὁριστικόν, οὕτως ἐνταῦθα καὶ τὴν τοῦ ζωτικῶς κινουμένου χαρακτηριστικὴν ψυχήν. διττῶν δὲ οὐσῶν τοῦ ζῶντος ἐνεργειῶν, τῶν μὲν τὸ σωματικὸν μᾶλλον ἐμφαινουσῶν, τῶν δὲ τὸ ζωτικόν, αὐξήσεως μὲν καὶ βαδίσεως τὸ σωματοειδές, αἰσθήσεων δὲ καὶ ἡδονῶν καὶ ὁμοίων τὸ ζωτικόν, αἱ μὲν πρότεραι ὁμολογουμένως εἰσὶ κινήσεις, αἱ δὲ δεύτεραι δοκοῦσιν εἶναι κινήσεις· παθεῖν μὲν γάρ τι δεῖ καὶ τὸ ὄργανον, σῶμα ὄν, κίνησις δὲ ἡ τοῦ σώματος πεῖσις. ἀλλ’ ἐπειδὴ ζῶν ἐστι σῶμα, οὐχ ἁπλῶς πάσχει ἀλλὰ μετὰ τῆς ζωτικῆς ἐνεργείας. τὸ δὲ ζωτικὸν μᾶλλον ἐμφαίνουσαι ἐνέργειαι μᾶλλον ἂν ἢ κινήσεις εἶεν.2 διὸ καὶ κινεῖσθαι ἔφη καὶ αὖθις ἐξ ὑποθέσεως·

“然而,若着眼于诸如此类的事情,人们便可以更为合情合理地就灵魂作为被运动者提出疑难。” 既然灵魂既是非身体的,并且作为实体是非身体的,他就通过摆在面前的这些讨论,将表征活着身体的灵魂(即身体依其活着并进行生命性运动的灵魂)与作为推动者并将活着之物作为工具使用的灵魂区分开来;而且进而可以看到这后一种灵魂也是双重的:一种仅仅在引起身体运动的作用中获得其实体,除了对身体的使用之外别无其他现实活动;另一种则是也能自身活动并在那时脱离一切身体的。因此,关于灵魂作为被运动者的合情合理的疑难,乃是着眼于规定活着身体的那种灵魂。因为这种灵魂既然作为生命性被运动者的现实性而存在,它似乎便会承受那依它而受规定之物的诸种被动情态。然而应当再次记起:作为自然被运动的身体的运动(例如火向上方的飞驰)是一回事,而作为具灵者的运动(例如生长、步行和飞翔)则是另一回事,并且这两种运动各自都是可分的,因此属于可分的实体。而这样的实体乃是被赋予形式的实体,而非作为形式本身的实体。因此,正如在《形而上学》第七卷中他表明自然形式是不动的(尽管它是被运动者的规定性),同样在此处他也表明表征生命性被运动者的灵魂[是不动的]。既然活着之物的现实活动是双重的,一类更多地显现出身体性,另一类则显现出生命性(生长和步行显现出类似身体之物,而感觉、快乐及类似者显现出生命性),前者无可争议地是运动,后者则似乎是运动;因为工具作为身体,也必须遭受某种被动承受,而身体的被动承受就是运动。然而,由于它是活着的身体,它不仅仅是被动承受,而是伴随着生命性的现实活动一同承受。而更多显现出生命性的诸活动,与其说是运动,不如说是现实活动。因此他也说它是被运动的,而且这又是基于假定而言的:

§1.109

"Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, καὶ ἕκαστον κινεῖσθαι." Ἐπειδὴ τὸ ἀνθρώπειον ζῷον λογικόν ἐστιν, ἔσται καὶ ἡ τοῦ ὀργάνου ὁριστικὴ διανοητική. ἀλλ’ οὐ μόνη ἡ κινητικὴ ζωὴ καὶ οὐ τὸ λυπεῖσθαι ἢ χαίρειν μόνα, ἀλλὰ καὶ τὸ διανοεῖσθαι κίνησις ἔσται ἢ κινεῖσθαι. ἄμφω γὰρ περὶ αὐτῶν εἴρηται, τὸ μὲν, εἰ αὐτὴν τὴν μετὰ πάθους ἐνέργειαν τὸ χαίρειν καὶ τὸ διανοεῖσθαι νοοῖμεν, τὸ δὲ, εἰ τὴν κατ’ ἐνέργειαν μέθεξιν.3 ὡς γὰρ τῆς λευκότητος τὸ λελευκάνθαι, οὕτω καὶ τῆς κινήσεως τὸ κινεῖσθαι καὶ τὸ ἐνεργεῖν τῆς ἐνεργείας διενήνοχεν.

“因为即使痛苦、喜悦或思考在最大程度上是运动,且每一项都是一种被运动,”既然人类这一动物是有理性的,那么工具[身体]的规定性灵魂也将是具有思考能力的。但不仅推动性的生命,不仅痛苦或喜悦是运动,而且思考也将会是运动或被运动。因为关于它们这两者都被说到了:一种是在我们将喜悦和思考理解为伴随被动情态的现实活动本身之时,另一种则是在将其理解为依据现实活动的分有时。因为正如变白之状态不同于白,被运动之于运动、活动之于现实活动也是如此相异的。

§1.110

"Τὸ δὲ κινεῖσθαί ἐστιν ὑπὸ τῆς ψυχῆς." Τὰ μὲν προειρημένα τὴν τοῦ ὀργάνου, ὅπερ ἦν τὸ ζῶν σῶμα, ὡς τοιούτου χαρακτηριστικὴν ἐξέφαινε ζωὴν διὰ τῶν προσηκουσῶν αὐτῇ ἐνεργειῶν, ταῖς σωματικαῖς συμπεπλεγμένων κινήσεσι καὶ διὰ τοῦτο κινήσεων τινων δοκουσῶν εἶναι καὶ οὐσῶν τρόπον τινά. ἐντεῦθεν δὲ ἐπὶ τὴν χρωμένην τῷ ὀργάνῳ ἄνεισι ψυχήν, διὰ τὸ πᾶν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, τὸ δὲ ὀργίλως ἢ διανοητικῶς κινεῖσθαι ὑπὸ ψυχῆς εἶναι οὐ τῆς καθ’ ἣν κινεῖται, ἀλλὰ τῆς ὑφ’ ἧς, διοριζομένης καὶ ταύτης ἐκ τῆς ἐνεργείας· αὐτὸ γὰρ τὸ κινεῖν ταύτης ἴδιον καὶ οὐ συμπεπλεγμένον τῷ κινεῖσθαι, ἀλλ’ ὡς ποιητικὸν προσεστὼς αἴτιον. διακέκριται δὲ ἡ τοιαύτη ζωὴ τῆς πρότερον, ᾗ τὸ ὑφ’ οὗ τοῦ καθ’ ὅ,4 καὶ ᾗ τὸ καθαρῶς ἐνεργοῦν τοῦ συμπεπλεγμένως ταῖς σωματικαῖς κινήσεσιν. ἃ δὴ καὶ ἐφεξῆς ἀντιπαρατιθεὶς ἐναργῶς τὸ διάφορον τῆς τε καθ’ ἣν αἱ κινήσεις καὶ τῆς ὑφ’ ἧς παρίστησιν.

“但被运动是由于灵魂。” 前面所说的话,是通过适合〔这一生命〕的现实活动,将表征工具(即活着的身体)作为此种事物的生命显露出来,这些活动与身体的运动交织在一起,并因此似乎是某种运动,在某种方式上也确实是运动。但从这里开始,他上升到了使用工具的灵魂,这是因为凡被运动者都是被某物所运动的,而以愤怒或思考的方式被运动,是出于灵魂的作用——不是依其被运动的灵魂,而是使之运动的灵魂,这一灵魂也是从其现实活动中被界定的;因为运动本身是这种灵魂所特有的,并不与被运动交织在一起,而是作为作因性的原因挺立在旁。而这样的生命与前一种生命的区分,正如作用原因与依其规定的形式的区分,也正如纯粹活动的生命与同身体运动交织而活动的生命的区分。他紧接着把这些加以对照,清楚地阐明了诸运动所依凭的形式与发起诸运动的作因之间的区别。

语法注4 条
  1. 1.108καὶ πρός γε διττὴν ταύτην ἰδεῖν

    不定词 ἰδεῖν 属于习惯表达,补足如 ἔνεστι 或 δεῖ 等非人称动词,表客观可能性或规范(“可以看到/应当看到”)。指示词 ταύτην 指代前文“将身体作为工具使用的灵魂”,随后将其一分为二:依附于身体使用的低阶灵魂与能够独立活动的高阶灵魂。

  2. 1.108τὸ δὲ ζωτικὸν μᾶλλον ἐμφαίνουσαι ἐνέργειαι μᾶλλον ἂν ἢ κινήσεις εἶεν

    带有潜在希求法的比较结构:μᾶλλον ἂν [ἐνέργειαι] ἢ κινήσεις εἶεν,意为“更多显现生命性的诸活动,与其说是运动(κινήσεις),不如说是现实活动(ἐνέργειαι)”。主语是被分词 ἐμφαίνουσαι 修饰的 ἐνέργειαι,而在 ἢ 之前省略的表语名词亦为 ἐνέργειαι。

  3. 1.109ἄμφω γὰρ περὶ αὐτῶν εἴρηται, τὸ μὲν, εἰ αὐτὴν τὴν μετὰ πάθους ἐνέργειαν τὸ χαίρειν καὶ τὸ διανοεῖσθαι νοοῖμεν, τὸ δὲ, εἰ τὴν κατ’ ἐνέργειαν μέθεξιν.

    中性词 ἄμφω(“两者”,指“是运动”与“是被运动”)为主语,冒号后通过 τὸ μέν ... τὸ δέ ... 分别引入带有希求法的条件从句(εἰ ... νοοῖμεν)对两者加以解说。后一个分句承前省略了动词 νοοῖμεν 及其宾语,意为“若将[喜悦与思考]理解为依据现实活动的分有”。

  4. 1.110ᾗ τὸ ὑφ’ οὗ τοῦ καθ’ ὅ

    由关系副词 ᾗ(以……的方式)引导的省略比较结构,其中通过冠词名词化的介词短语 τὸ ὑφ’ οὗ(主格,“借由其发起者”,即作因)与用于比较属格的 τοῦ καθ’ ὅ(“依其规定者”,即形式因)相对比,承前补充谓语动词 διακέκριται,意为“正如作用原因与依其规定的形式相区别那样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:56.33-58.6