- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:55.24-56.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德驳斥了灵魂是混合比例的观点,指出各器官比例不同将导致多个灵魂的荒谬后果,并批评恩培多克勒混淆了混合比例、爱与生命形式。辛普利丘随后阐释,混合比例本身并非灵魂,而仅仅是身体接纳灵魂的适宜性条件。
" Ὁμοίως δὲ ἄτοπον καὶ τὸν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν." Ὁμοίως κατὰ τοσοῦτον, καθ’ ὅσον πλείους καὶ οἱ τῶν μίξεων λόγοι καὶ πλείους διὰ τοῦτο καὶ αἱ ψυχαὶ ἐν ἑκάστῳ. τῷ δὲ πάντα ἐκ τῶν αὐτῶν εἶναι στοιχείων1 οὐκέτι ὁμοίως· ἐκεῖ γὰρ καὶ διὰ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι μερῶν τὸ ἄτοπον. συμβήσεται οὖν πολλάς τε ψυχὰς ἔχειν, καὶ κατὰ πᾶν τὸ σῶμα. ἐν ἑκάστῳ γὰρ τῶν ὀργανικῶν μορίων φλέβες ἀρτηρίαι νεῦρα ὀστέα σάρκες ὑμένες, κατὰ διαφόρους μεμιγμένα λόγους· ὥστε καὶ πολλὰς εἶναι ψυχάς, καὶ οὐκ ἐν μόνῳ τῷ ὅλῳ, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν ἀνομοιομερῶν μορίων τὸ πλῆθος τῶν ψυχῶν εἶναι.
“同样,灵魂是混合的比例也是荒谬的。” 在如下限度上是同样的:只要混合的比例也是较多的,并且因此在每个动物中的灵魂也是较多的。但在所有事物都由相同元素构成这一点上,则不再是同样的;因为在那一处,荒谬也源于它们并非由相同部分构成。因此将得出结论:拥有许多灵魂,并且贯穿整个身体都是如此。因为在每个器官性部分中,都有静脉、动脉、筋腱、骨、肉、膜,依不同的比例混合而成;因此灵魂也是众多的,不仅在整体中存在灵魂的多数性,而且在每个异质部分中也都存在灵魂的多数性。
"Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καὶ παρ’ Ἐμπεδοκλέους." Ἐπισημαίνεται καὶ Ἐμπεδοκλεῖ ὡς μὴ σαφῶς διορίζοντι τὸ ἐπιγινόμενον τῆς ζωῆς εἶδος ἀπὸ τοῦ ὑπεστρωμένου αὐτῇ τῆς μίξεως τῶν στοιχείων λόγου, καὶ ὡς οὐδὲ αὐτὴν τὴν φιλίαν διαρθροῦντι, πότερον μόνης ἐστὶ τῆς κατὰ λόγον μίξεως αἰτία ἢ καὶ τῆς τυχούσης (κἂν γὰρ πᾶσα μῖξις κατά τινα γίνηται λόγον, ἀλλὰ καὶ τὸ παρὰ φύσιν ἐν αὐτῇ πολύ, καὶ τὸ κατὰ φύσιν δὲ ἐν πλάτει), καὶ εἰ αὐτὸν τὸν τῆς μίξεως λόγον τὴν τῆς φιλίας τίθεται οὐσίαν, ἢ αἰτίαν μὲν τοῦ λόγου, ἑτέραν δὲ παρ’ αὐτόν. εἶτα ἀπορίαν ἐπιφέρει τοῖς μὴ ὁμολογοῦσιν ἁρμονίαν εἶναι τὴν ψυχὴν καὶ μίαν ταύτην, πῶς καὶ μιᾶς ἀναιρουμένης μίξεως, τῆς καθ’ ἣν τὸ σαρκὶ εἶναι,2 καὶ αἱ τῶν ἄλλων ἀναιροῦνται μίξεις μορίων, καθ’ ἃς αὐτοῖς τὸ εἶναι ὡς ζῴου μορίοις, ὡς καὶ τὴν ψυχὴν ἐξ ἀνάγκης ἀφίστασθαι3 τοῦ δεκτικοῦ γενομένου ἀνεπιτηδείου. τοῦτο μὲν οὖν τὸ ἄπορον τείνει πρὸς τοὺς μὴ ἕνα τὸν τῆς μίξεως οἰομένους εἶναι λόγον, ἀλλὰ πλείους καθ’ ἕκαστον. καὶ ἀναπέμπει ἡμᾶς εἰς τὸ καὶ πλείους ἅμα τοὺς λόγους τίθεσθαι καθ’ ἕκαστον τῶν ὁμοιομερῶν διαφορουμένους, καὶ ἕνα τὸν τοῦ ὅλου ζῴου ἐκ πάντων συμπληρούμενον, ὡς τῶν ἡγεμονικωτέρων αὐτοῦ φθειρομένων μορίων καὶ τὸν ὅλον φθείρεσθαι. τὸ δὲ ἐφεξῆς αὐτὸ τοῦτο κατασκευάζειν βούλεται τὸ τὴν ψυχὴν τὸν τῆς μίξεως εἶναι λόγον, διά τε τὸ ἕκαστον μόριον ψυχὴν ἔχειν καὶ διὰ τὸ ἀπολειπούσης τῆς ψυχῆς φθείρεσθαι τὰ ὄργανα ὡς ἀπολλύντα τοὺς λόγους. ἔχει μὲν οὖν ἕκαστον τῶν μορίων ψυχήν, μίαν δὲ καὶ τὴν αὐτὴν ἅπαντα ἑκάστῳ παροῦσαν. καὶ συντελεῖ μὲν ὁ λόγος τῆς μίξεως πρὸς τὴν τῆς ψυχῆς παρουσίαν (ἐπιτηδείαν γὰρ εἶναι δεῖ τὴν ὑποδεξομένην φύσιν), οὐκ αὐτὸς δέ ἐστιν ἡ ψυχή. ἐπεὶ δὲ ἀπὸ τῆς ψυχῆς καὶ ἡ ἐν τῇ ὕλῃ ἐπιτηδειότης, ἔμφασις οὖσα ἐκείνης, καθ’ ἣν ὁ τῆς μίξεως λόγος, εἰκότως ἀπολειπούσης καὶ ἡ ἔμφασις καὶ ὁ τῆς μίξεως φθείρεται λόγος. οἱ μὲν οὖν τὸ ἀκίνητον αὐτῆς δεικνύντες λόγοι τὸ ἀσώματον αὐτῆς καὶ ἀμέριστον κατεσκεύαζον· οἱ δὲ τῆς ἁρμονίας ἐλεγκτικοὶ οὐκ ἐῶσιν ὥς τι τῶν συμβεβηκότων ἀσώματον αὐτὴν φαντάζεσθαι, ἀλλ’ ὡς οὐσίαν καὶ ὡς ἀρχικὴν οὐσίαν· καὶ γὰρ κινητικὴν τίθενται, καὶ ὡς μίαν ἀπανταχοῦ τοῦ σώματος παροῦσαν πρεσβεύουσι, καὶ ὡς συνεκτικὴν αὐτοῦ καὶ τῆς πρὸς ζωὴν ἐπιτηδειότητος αἰτίαν.
“人们也可以就这一点向恩培多克勒发问。” 他也批评了恩培多克勒,指出他没有清晰地将后生的生命形式与作为其底层基础的元素混合比例区分开来,也没有阐明“爱”本身究竟仅仅是依比例混合的原因,还是也是偶然混合的原因(因为即便一切混合都是依据某种比例发生的,但其中违反自然的情况很多,而顺应自然的情况也有很大范围),以及他是将混合比例本身设定为“爱”的实质,还是将〔“爱”〕设定为比例的原因且不同于比例本身。随后,他向那些不同意灵魂是调和且调和是单一的人提出疑难:为何当一种混合被破坏(即肉之为肉所依据的那种混合)时,其他部分的混合(它们作为动物部分的存在所依据的混合)也会被破坏,以至于在接受体变得不适宜之后灵魂也必然离去?这个疑难是针对那些不认为混合的比例是单一的、而认为在每个动物中有多个比例的人提出的。它引导我们同时设定在每个同质部分中有所区别的多个比例,以及由所有部分充实而成的整个动物的单一比例,从而当其较具主导性的部分毁灭时,整个〔比例〕也随之毁灭。接下来的论述正是企图确立灵魂即混合之比例这一点,这既是因为每个部分都拥有灵魂,也是因为当灵魂离去时,各器官因丧失其比例而毁灭。因此,各个部分固然拥有灵魂,但所有部分所拥有的乃是持存于各个部分中的同一个灵魂。混合的比例对于灵魂的临在固然有所助益(因为接纳灵魂的本性必须是适宜的),但它本身并不是灵魂。而既然质料中的适宜性也是源自灵魂、是灵魂的映射,混合的比例正是依据此适宜性而存在的,那么在灵魂离去时,映射与混合的比例一同毁灭便是理所当然的。因此,证明灵魂不动性的论证确立了灵魂的非身体性与不可分性;而驳斥调和说的论证则不允许人们将灵魂想象为某种偶性上的非身体之物,而是将其确立为实体,且是主导性的实体;因为这些论证将灵魂设定为能动的,尊奉其为单一地临在于身体各处之物,并尊奉其为身体的统摄者以及身体走向生命的适宜性之原因。
- 1.106τῷ δὲ πάντα ἐκ τῶν αὐτῶν εἶναι στοιχείων
带定冠词的不定式与格短语 τῷ ... εἶναι 在此充当限制或观点的与格(“在……这一方面”),与前面的 κατὰ τοσοῦτον(“在这一限度上”)形成对照。
- 1.107τῆς καθ’ ἣν τὸ σαρκὶ εἶναι
短语 τὸ σαρκὶ εἶναι 是亚里士多德特有的通过与格加不定式表达本质的结构(“肉之为肉的存在”),在由 καθ’ ἣν 引导的关系分句中充当主语。
- 1.107ὡς καὶ τὴν ψυχὴν ἐξ ἀνάγκης ἀφίστασθαι
连词 ὡς 带有宾格加不定式结构(τὴν ψυχὴν ... ἀφίστασθαι),用以引出结果或推论(“以至于灵魂也必然离去”)。随后的 τοῦ δεκτικοῦ γενομένου ἀνεπιτηδείου 则是表示时间或情态的属格独立结构。
