← 辛普里丘

亚里士多德《论灵魂》注释

§54.14-55.23

关于部分组合与混合比例之和谐说的反驳

辛普利丘注解了亚里士多德《论灵魂》408a5–12中对和谐说的进一步批判。他阐明了“并置的组合”与“混合的比例”的严格定义及区别,指出无论将灵魂或理智解释为部分的组合还是混合的比例,都会导致严重的荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Ἔτι δὲ εἰ λέγομεν τὴν ἁρμονίαν εἰς δύο ἀποβλέποντες." Ἡ μὲν θέσις αὐτὴ ἡ πρὸς ἄλληλά ἐστι τῶν συνεχῶν καὶ ὑπομενόντων μορίων σύνταξις. διὸ οὐδὲ τὰ τοῦ ἀριθμοῦ μόρια, ὅτι οὐ συνεχῆ, οὐδὲ τὰ τοῦ χρόνου διὰ τὸ μὴ ὑπομένειν, οὐδὲ τὰ τοῦ λόγου δι’ ἄμφω. ἡ δὲ σύνθεσις πλειόνων ἂν εἴη πραγμάτων θέσιν ἐχόντων πρὸς ἄλληλα, μηδενὸς συγγενοῦς μέσου παρεμπίπτοντος. ἁρμονία γὰρ καὶ σύνθεσις πλείω τε ἀπαιτεῖ τὰ κείμενα καὶ συνάπτει πρὸς ἄλληλα. διὸ ἅπτεσθαι δεῖ καὶ ἀκριβῶς ἅπτεσθαι τὰ κυρίως συγκεῖσθαι λεγόμενα, ὡς μὴ τῶν συγγενῶν τι ἢ ἀμφοτέροις, ἐὰν ὅμοια, ἢ ὁποτέρῳ, ὅταν ἀνομοειδῆ τυγχάνῃ, παρεμπίπτειν μεταξὺ δύνασθαι, οἷον εἰ ξύλα εἴη, μὴ ξύλον, εἰ δὲ ξύλον καὶ λίθος, μήτε ξύλον μήτε λίθον· ὑγρὸν γάρ τι οἷον ἀέρα ἢ ὕδωρ, οὐ θαυμαστὸν παρεμπίπτειν. σύνθεσις δὲ αὕτη κυριώτατα λέγεται, ὅτι κατὰ τὴν θέσιν ἔχει τὸ σὺν ἀλλήλοις. ἐν γὰρ τῷ κυριώτατα μὲν τῶν μεγεθῶν ἐν τοῖς ἔχουσι κίνησιν καὶ θέσιν τὴν σύνθεσιν αὐτῶν οὐ τὴν ἁρμονίαν ἐπὶ τῆς συνθέσεως κυριώτατα λέγεσθαι ἀκουστέον, ἀλλ’ ἐπὶ τῶν ἐχόντων κίνησιν καὶ θέσιν τὴν σύνθεσιν κυριώτατα ἔχειν.1 τὰ δὲ φυσικὰ δηλῶν μεγέθη, κίνησιν αὐτὰ καὶ θέσιν ἔχειν ἔφη. τὰ γὰρ μαθηματικὰ θέσιν μὲν ἔχει, οὐ μὴν κίνησιν. ἐντεῦθεν δὲ καὶ τὸν τῶν μεμιγμένων λόγον ἐκ τῆς κυρίως εἰρημένης συνθέσεως καὶ τὴν κατὰ λόγον μῖξίν τε καὶ κρᾶσιν σύνθεσιν καλοῦμεν κοινότερον. οὐ γὰρ οἶνος οἴνῳ, ἀλλ’ οἶνος μίγνυται ὕδατι, ὡς ἀλλοιοῦσθαι μὲν ἄμφω ὑπ’ ἀλλήλων καὶ μηδέτερον μένειν εἰλικρινές, μὴ μὴν παντελῶς ἀπόλλυσθαι ἢ θάτερον ὑπὸ τοῦ λοιποῦ ἐπικρατοῦντος ἄγαν, ὡς ὁ τοῦ οἴνου χοῦς εἰς θάλατταν ἐκχεόμενος, ἢ ἄμφω εἰς ἑτέραν τινὰ φύσιν ὑπό τινος ἄλλου μεταβάλλοντα, ὡς εἰ ὑπὸ πυρὸς καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἐξαερωθείη. διὸ εἰ μέλλοι εἶναι μῖξις, κατά τινα πάντως ἔσται καὶ τὴν πρὸς ἄλληλα τῶν μιγνυμένων συμμετρίαν, ἵνα μὴ θάτερον ἄγαν ὑπερβάλλον μεταβάλλῃ εἰς ἑαυτὸ τὸ λοιπόν· οὐκέτι γὰρ τοῦτο μῖξις· ὡς ἔν γε τῇ κατὰ παράθεσιν συνθέσει δύναται καὶ τῷ πολὺ ὑπερέχοντι συνηρμόσθαι διὰ τὸ μὴ πάσχειν ὑπ’ ἀλλήλων τὰ οὕτω συγκείμενα. οὐδετέρως μὲν οὖν εὔλογον, οὔτε τὴν κατὰ παράθεσιν ἁρμονίαν, οὔτε τὴν κατὰ μῖξιν εἶναι ψυχήν, ἐπειδὴ οὐδέτερον τὸ ζωτικὸν ἐμφαίνει. ἡ δὲ κατὰ τὴν τῶν μερῶν σύνθεσιν λίαν εὐεξέταστος, τουτέστιν εὐέλεγκτος, διὰ τὸ ἐναργεστέραν ἔχειν τὴν ἀτοπίαν· ἡ μὲν γὰρ μῖξις ἐν τοῖς συνθέτοις σώμασιν ἐκ τῶν αὐτῶν πᾶσι στοιχείων, καὶ εἰ μὴ κατὰ τὸν αὐτὸν ἐν πᾶσι λόγον· ἡ δὲ κατὰ τὰ μέρη οὐδὲ ἐξ ὑποκειμένων τῶν αὐτῶν, ἀλλὰ πῇ μὲν ὀστέων πρὸς ὀστέα ἢ πρὸς σάρκας, πῇ δὲ νεύρων ἢ ἀρτηριῶν, ἢ καὶ ἀνομοιομερῶν πρὸς ἕτερα ἀνομοιομερῆ, ὡς χειρὸς πρὸς ὦμον· οὐδὲ ἡ αὐτὴ σύνθεσις πάντως· οὐ γὰρ ἡ αὐτὴ ὀστέου καὶ σαρκός, καὶ ὀστέου πρὸς ὀστέον καὶ σαρκὸς πρὸς νεῦρον. πολλαὶ οὖν αἱ καθ’ ἕκαστον ζῷον ἔσονται ψυχαί, πολλῶν τε τῶν συγκειμένων ὄντων μερῶν καὶ διαφόρων καὶ πολλαχῶς γινομένων τῶν συνθέσεων.

“此外,如果我们着眼于两件事物来谈论和谐。” 位置本身是连续且持存的部分相互之间的排列。因此,数的各部分因不连续而没有位置,时间的各部分因不持存而没有位置,言语的各部分则因兼具二者而没有位置。另一方面,组合乃是若干相互具有位置的事物之结合,且其间没有任何同类的中间物介入。因为和谐与组合既要求被放置的多个事物,又将它们相互连接起来。因此,被严格称为组合的事物必须相接触,且必须精确地接触,以至于没有任何同类之物能够介入其中——如果它们是相似的,则不能有与二者同类之物;如果它们恰好是相异的,则不能有与其中任一者同类之物。例如,如果是木块,则不能有木料;如果是木与石,则既不能有木亦不能有石;因为某种湿润之物(如空气或水)介入其间并不足为奇。而这种组合之所以最本真地被称为组合,是因为它按照位置而具有相互在一起的性质。因为在“最本真地是指在具有运动和位置的事物中大小的组合”这句表述中,不应当理解为和谐最本真地适用于组合,而应当理解为组合在具有运动和位置的事物中最具本真性。而他指明自然的大小,说它们具有运动和位置;因为数学对象具有位置,却不具有运动。由此,从本真意义上的组合出发,我们也更通常地将混合物的比例以及依比例的混合与调和称为组合。因为并非酒与酒,而是酒与水混合,以至于二者都被彼此改变且都不保持纯粹,但又并非其中一者因另一者极度占优而完全毁灭(犹如将一罐酒倾倒入大海),或者二者因外在之物转变成某种其他的本性(犹如水与酒两者都被火气化)。因此,若要有混合存在,它无论如何都会依循被混合者相互之间的某种均称,以免一者过度压倒而将剩余者转变成自身;因为这便不再是混合了;然而至少在并置的组合中,由于如此组合的事物彼此不受动,即便面对大为超出的事物也能够被调谐。因此,无论哪种方式,无论是依并置的和谐还是依混合的和谐,作为灵魂都是不合情理的,因为二者都不显现出生机。而依据部分的组合而有的和谐则极易被审视,即极易被驳斥,因为其荒谬之处更为明显。因为复合身体中的混合,即便在所有事物中并非依据相同的比例,在所有事物中也是由相同的元素构成的;但依据部分的组合甚至不是由相同的底层基底构成的,而是在这一处为骨与骨或骨与肉的组合,在另一处为筋腱或动脉的组合,甚至为异质部分与另一异质部分的组合,如手与肩的组合;并且绝非在所有情况下都是相同的组合;因为骨与肉的组合、骨与骨的组合以及肉与筋腱的组合并不相同。因此,在每一个动物中灵魂将是众多的,因为组合而成的部分既多且杂,而且组合的方式也多种多样。

§1.105

"Τίνος οὖν ἢ πῶς ὑπολαβεῖν χρὴ τὸν νοῦν σύνθεσιν εἶναι;" Δύο λέγων ἕπεσθαι ἄτοπα τῇ ὑποθέσει, ἓν μὲν διὰ τὸ μὴ εὐλόγως ἡμᾶς ἀποδοῦναι δύνασθαι τὴν τῶνδε ἢ ἑτέρων σύνθεσιν εἶναι νοῦν ἢ ἄλλην τινὰ ψυχικὴν δύναμιν· ἕτερον δὲ διὰ τὸ ἀπεμφαίνειν παντελῶς πάντα τρόπον ἐκ τῆς συνθέσεως τῆς σωματικῆς τὰς ζωτικὰς ἀναπλάττοντα οὐσίας. τοῦτο γὰρ τὸ πῶς δηλοῖ.2

“那么,应当假定理智是何物的组合,或者是如何的组合呢?” 他说从这一假设会引出两条荒谬的结论:其一是因为我们无法合乎情理地将这些部分或那些部分的组合归定为理智或任何其他的灵魂能力;其二是因为以任何方式从身体性的组合中构想出生机实体都是全然荒谬的。因为“如何”一词正指明了这一点。

语法注2 条
  1. 1.104ἐν γὰρ τῷ κυριώτατα μὲν τῶν μεγεθῶν ἐν τοῖς ἔχουσι κίνησιν καὶ θέσιν τὴν σύνθεσιν αὐτῶν οὐ τὴν ἁρμονίαν ἐπὶ τῆς συνθέσεως κυριώτατα λέγεσθαι ἀκουστέον, ἀλλ’ ἐπὶ τῶν ἐχόντων κίνησιν καὶ θέσιν τὴν σύνθεσιν κυριώτατα ἔχειν.

    在 ἐν τῷ [...] 中引用了亚里士多德的原文章句(408a6–7)。主句以动名词性形容词 ἀκουστέον(“应当理解为”)为核心,通过 οὐ ... ἀλλά ... 对比了两个带宾格的不定式短语(τὴν ἁρμονίαν [...] λέγεσθαι 与 τὴν σύνθεσιν [...] ἔχειν)。注疏者在句法上指出,副词 κυριώτατα 修饰的不是“和谐”在组合上的称谓,而是指“组合”在具有运动和位置的物体中最具本真性。

  2. 1.105Δύο λέγων ἕπεσθαι ἄτοπα τῇ ὑποθέσει, ἓν μὲν διὰ τὸ μὴ εὐλόγως ἡμᾶς ἀποδοῦναι δύνασθαι τὴν τῶνδε ἢ ἑτέρων σύνθεσιν εἶναι νοῦν ἢ ἄλλην τινὰ ψυχικὴν δύναμιν· ἕτερον δὲ διὰ τὸ ἀπεμφαίνειν παντελῶς πάντα τρόπον ἐκ τῆς συνθέσεως τῆς σωματικῆς τὰς ζωτικὰς ἀναπλάττοντα οὐσίας. τοῦτο γὰρ τὸ πῶς δηλοῖ.

    通过以分词 λέγων 开头(承接前引原文 408a12: Τίνος οὖν ἢ πῶς... 的意图),将亚里士多德提出的两个疑问词(τίνος 和 πῶς)分别对应于两个荒谬后果(ἓν μὲν ... ἕτερον δὲ ...):前者对应 τίνος(“何物的”,即无法合理指明究竟是哪些部分的组合),后者对应 πῶς(“如何”,即无论如何从身体组合中构造生命实体皆属荒谬)。后半部的分词 ἀναπλάττοντα 为宾格,充当不定式 ἀπεμφαίνειν 的语义逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:54.14-55.23