- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:53.5-54.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解亚里士多德《论灵魂》407b30–408a3,指出虽然承认动物身体因对立物的适度混合而是调谐的,但灵魂本身是实体而非比例或组合这类“关系”,并论证了健康等身体德性以及灵魂的现实活动(情状与功用)绝不能还原为身体的和谐。
" Καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσίν τινα καὶ σύνθεσιν ἐναντίων εἶναι, καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων." Οὐ μόνον συγχωρῶν ἡρμόσθαι τὸ σῶμα τῶν ζῴων, ἀλλὰ καὶ συλλογιζόμενος αὐτό· συγκεῖσθαι μὲν τὸ ζῷον σῶμα καὶ κεκρᾶσθαι συμμέτρως ἐξ ἐναντίων ὡς ἐναργὲς λαμβάνων, πᾶν δὲ τὸ ἐξ ἐναντίων συμμέτρως κεκραμένον ἢ συγκείμενον ἡρμόσθαι· καὶ δῆλον τὸ συναγόμενον. τὸ μὲν οὖν ἡρμόσθαι τὸ ζῷον σῶμα ἀληθές. οὐκέτι δὲ τὸ τὴν ἁρμονίαν αὐτοῦ εἶναι τὴν ψυχήν, ὡς αὐτίκα ἐπάγων δείκνυσι.
“因为和谐是对立物的一种调和与组合,并且身体也是由对立物构成的。” 他不仅承认动物的身体是调谐的,甚至还为此进行了推论:他将动物身体是由对立物适度地组合与调和而成的作为自明的前提,又假定凡由对立物适度地调和或组合而成者皆是调谐的;而推导出的结论是显而易见的。因此,动物身体是调谐的,这固然是真实的。但它的和谐就是灵魂,这却不再是真实的,正如他紧接着在后文中所指出的那样。
"Καίτοι γε ἡ μὲν ἁρμονία λόγος τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις." Τί μὲν οὖν ἡ σύνθεσις καὶ τί ὁ λόγος, μικρὸν ὑποκατελθὼν αὐτὸς σαφηνίζει. τοσοῦτον δὲ καὶ νῦν λαβών, ὅτι σχέσις τις καὶ ἡ σύνθεσις καὶ ὁ λόγος πρὸς ἄλληλα τῶν μιχθέντων, τὴν ψυχὴν οὐσίαν ἀλλ’ οὐ σχέσιν δείκνυσι διὰ τοῦ προκειμένου. ἐκ μὲν οὖν τοῦδε τοῦ λόγου οὐ μόνον ἡ ὡς ὀργάνῳ χρωμένη τῷ σώματι ζωὴ οὐκ οὖσα ἁρμονία ὑπέμνησται, ἀλλὰ [γὰρ] καὶ ἡ αὐτοῦ ὁριστικὴ τοῦ ὀργάνου. πᾶσα γὰρ ζωὴ οὐσία, ἐπειδὴ καὶ τὸ ζῷον, καὶ ἐπειδὴ τῶν ἐναντίων δεκτική. τὸ δὲ ἐφεξῆς ἐπὶ τῆς χρωμένης ἠρώτηται. αὕτη γὰρ ἡ κινοῦσα, ἣ μόνον ἐστὶν οὐσία,1 ἀλλὰ καὶ ἀρχικὴ οὐσία. οὔτε δὲ οὐσία οὔτ’ ἔτι μᾶλλον ἀρχικὴ ἡ σχετικὴ ἁρμονία. ἀφείσθω γὰρ νῦν ἡ κατὰ τοὺς Πυθαγορείους, κἂν μαθηματικὴ ᾖ ἁρμονία, οὐσία λεγομένη. ὁ δὲ ἐκ τῆς ὑγείας καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν τῇ τούτων παραθέσει τὸν ἔλεγχον ποιεῖται τῶν τὴν ψυχὴν οἰομένων ἁρμονίαν εἶναι σωματικήν. ἔστι μὲν γὰρ οὔτε ἡ ὑγεία ἢ ἰσχὺς ἢ κάλλος ἢ ἃς κοινότερον σωματικὰς καλεῖ ἀρετὰς σωματικὰς τελειότητας οὔσας ἁρμονία, ἀλλ’ ἐπὶ μὲν ἁρμονίᾳ καὶ συμμετρίᾳ ἐγγινόμεναι,2 ἡ μὲν τῶν ποιοτήτων, ἡ δὲ τῶν ὁμοιομερῶν μορίων, ἡ δὲ τῶν ἀνομοιομερῶν· οὐ μὴν αὗται οὖσαι αἱ συμμετρίαι, ἀλλ’ αἱ ἐπιγινόμεναι τελειότητες. πλὴν ταύταις ἂν δόξειε μᾶλλον προσήκειν ἡ ἁρμονία ἢ τῇ ψυχῇ, ὅτι ὑγεία μὲν καὶ ἰσχὺς κἂν τῶν ζώντων ὦσι σωμάτων, ἀλλ’ οὐ κατὰ τὴν ψυχήν, κατὰ δὲ τὸ σωματοειδὲς καὶ τὴν ἐκείνου ἐκφαίνονται εὐκρασίαν, ἡ δὲ ζωὴ καὶ ἡ ἐσχάτη κατὰ τὴν ψυχήν.
“然而,和谐乃是被混合者的一种比例或组合。” 组合是什么以及比例是什么,他自己在稍往下处作了澄清。而眼下他仅仅认定这一点,即组合与比例都是被混合者相互之间的某种关系,并通过当前的论说表明灵魂是实体而非关系。因此,根据这一论证,不仅将身体作为工具使用的生命不是和谐这一事实被提示出来,而且界定工具本身的生命也不是和谐。因为一切生命都是实体,因为动物也是实体,且因为它是对立物的接纳者。而接下来的问题是针对那作为使用者的生命而发问的。因为这才是推动性的生命,它不仅是实体,而且是支配性的实体;而相对性的和谐既非实体,更非支配性的实体。至于毕达哥拉斯派所说的和谐,即使是数学性的、被称为实体的和谐,此刻且置之不理。他从健康乃至一般的身体德性出发,通过将这些相并列,对那些认为灵魂是身体性和谐的人进行驳斥。因为健康、力量、美,或者他更一般地称为身体德性的那些作为身体完全态的东西,既非和谐本身,而是产生于和谐与均称之上——有的产生于性质的均称之上,有的产生于同质部分的均称之上,有的则产生于异质部分的均称之上;它们绝非这些均称本身,而是后生其上的完全态。然而,和谐与其说适合于灵魂,不如说更适合于这些东西;因为健康和力量即便属于活的身体,却不是依照灵魂显现的,而是依照具身体之物及其优良调和而显现的,但生命,哪怕是最底层的生命,也是依照灵魂而存在的。
"Φανερώτατον δ’ εἴ τις ἀποδιδόναι πειραθείη τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἁρμονίᾳ τινί.3" Ἐκ τῶν ἐνεργειῶν ἡ ἐπιχείρησις. ὧν γὰρ διάφοροι αἱ ἐνέργειαι, καὶ αὐτὰ διάφορα τὰ πράγματα. ψυχῆς μὲν οὖν ἐνέργειαι αἵ τε παθητικαὶ λεγόμεναι, ἃς καὶ πάθη καλεῖ, ὅσαι καὶ τοῦ σώματος κοιναί, ὀργὴ πραότης, ἐπιθυμία ἀποστροφή, αἰσθήσεις φαντασίαι, καὶ αἱ ἀπαθεῖς, ἃς ἔργα προσαγορεύει, οἷαι αἵ τε θεωρητικαὶ ἐπιστῆμαι καὶ αἱ νοήσεις τῶν χωριστῶν. χαλεπὸν μὲν οὖν, μᾶλλον δὲ ἀδύνατον ὁποιαοῦν σωματικῇ ἁρμονίᾳ τὰς τοιαύτας ἀποδοῦναι ἐνεργείας. τὸ γὰρ ζωτικὸν ἅπασαι ἐμφαίνουσι καὶ τὸ κατὰ τὸ ζῷον χαρακτηρίζεσθαι, ἀλλ’ οὐ κατὰ τὴν σωματικὴν σύστασιν, κἂν τοῦ συνθέτου ὦσιν. ἑτέρα δὲ παρὰ τὰ σώματα οὐσία ἡ ζωή· ἡ δὲ ἁρμονία τῶν μορίων ἢ τῶν ποιοτήτων τῶν σωματικῶν σωματοειδής ἐστι διάθεσις, κἂν ζώντων ᾖ σωμάτων, καὶ οὐ ζωή.
“而如果有人试图将灵魂的情状与功用归于某种和谐,这将是最为显而易见的。” 这一推论是从现实活动出发的。因为现实活动相异的事物,事物本身也互不相同。灵魂的现实活动既包括被称为受动性的活动——即他也称为情状的那些,凡是与身体共通者(愤怒、温和、欲望、厌恶、感觉、表象)——也包括无受动性的活动——即他称之为功用者(如理论科学与对分离者的理智认知)。因此,将这类现实活动归于任何一种身体的和谐,是困难的,毋宁说是不可能的。因为它们全都展现出生机,并依照动物而获得特征,而非依照身体的构造获得特征,哪怕它们属于复合体。而生命是独立于诸身体的实体;身体各部分或性质的和谐则是身体性的状态,哪怕它属于活的身体,它也不是生命。
- 1.102ἣ μόνον ἐστὶν οὐσία, ἀλλὰ καὶ ἀρχικὴ οὐσία
虽然手抄本原文作 ἣ μόνον... 脱落了否定词 οὐ,但根据前文的 αὕτη γὰρ ἡ κινοῦσα 以及后接的 ἀλλὰ καί,此处应理解为相关结构 οὐ μόνον... ἀλλὰ καί(“不仅是实体,而且也是支配性实体”)。关系代词 ἥ 为阴性单数主格,先行词为代词 αὕτη(使用工具的生命)。
- 1.102ἔστι μὲν γὰρ οὔτε ἡ ὑγεία ἢ ἰσχὺς ἢ κάλλος ἢ ἃς κοινότερον σωματικὰς καλεῖ ἀρετὰς σωματικὰς τελειότητας οὔσας ἁρμονία, ἀλλ’ ἐπὶ μὲν ἁρμονίᾳ καὶ συμμετρίᾳ ἐγγινόμεναι
句首的主谓结构(ἔστι... ἁρμονία)与单数主语(如 ἡ ὑγεία 等)在数上一致,但在接在 ἀλλ’ 之后的转折从句中,表语分词及名词转变为阴性复数(ἐγγινόμεναι, οὖσαι, τελειότητες)。这是一种依照意义的一致(constructio ad sensum),即将前面列举的各项单数主语(健康、力量、美及身体德性)统合在复数阴性名词(ἀρεταί / τελειότητες,德性/完全态)的概念下来统领。
- 1.103Φανερώτατον δ’ εἴ τις ἀποδιδόναι πειραθείη τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἁρμονίᾳ τινί.
亚里士多德引文(词元)的句法结构:中性单数形容词表语 φανερώτατον [ἂν εἴη](省略系动词)与 εἴ τις... πειραθείη(不定过去时愿望语气)构成的条件句相接。不定式 ἀποδιδόναι 表示“将……归于……”,支配宾格(τὰ πάθη καὶ τὰ ἔργα)和与格(ἁρμονίᾳ τινί)。
