← 辛普里丘

亚里士多德《论灵魂》注释

§51.27-53.4

作为使用者的灵魂与对和谐说的驳斥

辛普里修围绕407b23的引文,论述了作为使用者的灵魂与界定身体工具的生命之间的层级差异,驳斥了将灵魂视为身体和谐的观点,并批评了亚历山大因否定使用者与工具能够结合为一体而剥夺灵魂推动能力的解说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.100

" Δοκεῖ γὰρ ἕκαστον ἴδιον ἔχειν εἶδος καὶ μορφήν." Καὶ γὰρ ζῆν ἤδη χρὴ τὸ ζωτικῶς ὑπὸ τῆς ψυχῆς κινηθησόμενον σῶμα, καὶ ζῆν κατὰ τὸ τῆς κινούσης εἶδος ὁριζόμενον. καὶ τοῦτό ἐστιν, ὃ ἐν τούτοις ἀξιοῖ, διακρίνειν τε τὴν ἐν τῷ σώματι ζωὴν ἀπὸ τῆς ψυχῆς ὡς κατὰ τὸ χρώμενον ἱσταμένης, τῆς ὡς ὄργανον τὸ σῶμα καὶ ὡς ζωτικῶς κινούμενον εἰδοποιούσης, καὶ ὁμοίαν τῇ χρωμένῃ ἀεὶ τὴν εἰδοποιὸν τοῦ ὀργάνου ὑποτίθεσθαι.1 ὡς γὰρ οὐκ ἂν αὐλοῖς τεκτονικὴ χρήσαιτο, οὕτως οὐδὲ ἡ λογικὴ ψυχὴ τοῖς κατὰ τὴν ἄλογον ζωὴν χαρακτηριζομένοις ὀργάνοις, ἐπεὶ καὶ ἐπεισοδιώδης ἀλλ’ οὐκ αὐτοφυὴς ἔσται ἡ χρῆσις. καί μοι δοκεῖ διὰ τοῦ θεωρήματος ἀξιοῦν καθ’ ὁμοιότητα τὴν πρὸς τὸ χρώμενον ἀφορίζειν τὸ ὄργανον, ἀλλ’ ὁμοιότητα ἐκβεβηκυῖαν. τὸ γὰρ ἔμψυχον τῇ ψυχῇ ἐκβεβηκότως ὅμοιον, οὐ κατ’ αὐτὴν τὴν κινοῦσαν χαρακτηριζόμενον ψυχήν, ἀλλὰ κατὰ τὴν ἐκεῖθεν μὲν ὑποβᾶσαν τῷ μὴ κινητικὴν ἔτι ἀλλὰ τοῦ κινουμένου εἶναι ὁριστικήν,2 καθ’ ὁμοιότητα δὲ ὑποβᾶσαν· ᾗ καὶ τὸ κινούμενον τῷ κινοῦντι ὡμοίωται ὡς τοῦτο πεπονθός, ὅπερ ἐνεργεῖ τὸ κινοῦν τὴν κίνησιν. ἀλλ’ οὐχ ὡς κινούμενον κινοῦντι μόνον ὡμοιῶσθαι δεῖ, 〈ἀλλὰ〉καὶ ὡς τοιῶσδε κινοῦντι, οἷον αἰσθητικῶς ἢ λογικῶς. ἀκολούθως δὴ οὖν τούτοις, ὅτι μηδὲ ἁρμονία τῶν τοῦ σώματος μορίων ἐστὶ δείκνυσι, μήτε ὡς ζωτικῶς κινουμένου χαρακτηριστική, μήτε ἔτι μᾶλλον ἡ κινοῦσα. δεῖ μὲν γὰρ ἡρμόσθαι πάντως τὸ δεκτικὸν τῆς ζωῆς σῶμα, καὶ συμφώνως ἡρμόσθαι πρὸς τὴν ἐγγινομένην ζωήν, ἵνα ἐπιτήδειον ᾖ πρὸς τὴν ταύτης μέθεξιν· διαφέρει δὲ πάντως τὸ πρὸς μετοχὴν ἐπιτήδειον τοῦ μετεχομένου, καὶ ὡς ὕλη πρὸς εἶδος ὑπέστρωται καὶ πρὸς εἶδος τὸ μὲν ὡς πρὸς ὀργάνου ὁριστικόν, τὸ δὲ ὡς πρὸς χρώμενον· οἷον ἡ τοία τῶν ξύλων σύνθεσις ἐπιτηδεία μὲν πρὸς τὸ σχῆμα τῆς νεώς, οὐχ ἡ αὐτὴ δὲ τῷ σχήματι οὐδὲ ἔτι μᾶλλον τῇ κυβερνητικῇ. οὔτε ἡ σύνθεσις τοίνυν τῶν σωματικῶν στοιχείων ἢ ἡ τῶν ποιοτήτων κρᾶσις ἢ ὁ πρὸς ἄλληλα τῶν συντιθεμένων ἢ κιρνωμένων λόγος ἐστὶν ἡ ψυχικὴ ζωή, ἀλλ’ ὡς ὕλη ὑπέστρωται τῇ τοῦ ὀργάνου ὁριστικῇ. διὰ τί οὖν πιθανὴ τοῖς πολλοῖς ἡ ἁρμονίαν τὴν ψυχὴν τιθεμένη δόξα; ἐπειδὴ τῇ προσεχεῖ ὕλῃ τελείαν ἀπολαβούσῃ τὴν ἐπιτηδειότητα ἀθρόως ἐπιγινόμενον τὸ εἶδος ὡς ταὐτὸν ὂν ἐκείνῃ φαντάζεται (οὕτω γοῦν τὸ σχῆμα τῆς νεὼς οὐδέν τι διαφέρειν δοκεῖ τῆς τῶν ξύλων τοιᾶσδε ἁρμονίας), καὶ ἐπειδὴ οὐ διακρίνουσιν οἱ πολλοὶ τὴν ὡς ὀργάνῳ χρωμένην τῆς τὸ ὄργανον ὡς ὄργανον εἰδοποιούσης ζωῆς· ὅπου γε καὶ ὁ τοῦ Ἀριστοτέλους ἐξηγητὴς Ἀλέξανδρος τοῦτο πέπονθε3 καὶ ἀξιοῖ μὴ ὡς ὀργάνῳ χρῆσθαι τὴν ψυχήν· μὴ γὰρ γίνεσθαι ἕν τι ἐκ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου. ὅθεν οὐδὲ τὸ κινητικὸν ἂν αὐτῇ δοίη, τοῦ κινουμένου ὡς κινουμένου εἶδος αὐτὴν τιθέμενος καὶ κατὰ τοῦτο μόνον αὐτὴν ἀκούων ἐντελέχειαν σώματος, τοῦ Ἀριστοτέλους καὶ τὸ ὀργανικοῦ προσθέντος καὶ ὡς αὐτῆς οὔσης τῆς χρωμένης καὶ κινούσης διαβεβαιουμένου καὶ διὰ τοῦτο τῆς φύσεως ἐξαιροῦντος, ὅτι ἐκείνη μὲν τοῦ κινεῖσθαι καὶ πάσχειν ἀρχή, κινητικὴ δὲ ἡ ψυχή. πῶς οὖν ἓν τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος, εἰ μὴ ἐκ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου γίνεται ἕν τι; ἢ οὐκ ἀληθὲς τοῦτο ἁπλῶς, ἀλλά τινος δεῖται διορισμοῦ. ὅταν γὰρ ἡ τοῦ ὀργάνου χαρακτηριστικὴ διάθεσις ἀπεσπασμένη τοῦ χρωμένου ᾖ, οὐ γίνεται ἕν, ὡς ἐπὶ τῶν τεχνῶν ἔχει· ὅταν δὲ ἐκείνου ἐξάπτηται καὶ συμφυῶς τῷ χρωμένῳ τὸ ὄργανον συνάπτηται, ἓν ἀποτελεῖταί τι οὐχ ὡς ἐξ ὕλης καὶ τοῦ ὀργανικοῦ εἴδους (ἤδη γὰρ ὄργανον ὑπόκειται), ἀλλ’ ὡς ἐξ ὀργάνου καὶ χρωμένου διὰ τὴν οὐσιώδη σύμφυσιν. ἐν κοινῷ δὲ γινομένους λόγους τοὺς συμμέτρως καὶ τοῖς πολλοῖς ἠρωτημένους καλεῖ, αἰνιττόμενος μὲν ἴσως καὶ τοὺς ἐν Φαίδωνι, λέγων δὲ καὶ τοὺς ὑπ’ αὐτοῦ ἐν τῷ διαλόγῳ τῷ Εὐδήμῳ γραφέντας ἐλεγκτικοὺς τῆς ἁρμονίας.

“因为每一事物似乎都具有其特有的形式和形态。” 因为由灵魂赋以生命而将被运动的身体,本身就必须已经在活着,并且依照推动者的形式受到规定而活着。而这正是他在此处所要求确立的:一方面,要将身体之中的生命从作为使用者的灵魂——即从把身体作为工具并作为赋以生命而被运动者赋予形式的灵魂——区分开来;另一方面,要设定赋予工具形式者始终类似于使用者。正如木工技艺不会使用长笛一样,理性灵魂也不会使用依照无理性生命而获得特征的工具,因为否则这种使用就将是偶发的,而非本性的。在我看来,他通过这一论题所要求的,乃是依照对使用者的类似性来界定工具,然而这是一种降格的类似性。因为具灵之物是对灵魂以一种降格方式的类似,它不是依照那直接推动的灵魂本身获得特征,而是依照从那里降下者获得特征,这降下者不再具有推动性,而是对被运动者的界定性,但它又是依照类似性降下的;在这一方面,被运动者也被同化于推动者,如同将推动者所现实发挥的运动自身承受下来。但它不仅应当作为被运动者而被同化于推动者,而且还应当被同化于具有如此特征的推动者,例如具有感觉能力的或理性的推动者。因此,顺着这些道理,他指出灵魂甚至不是身体各部分的和谐,作为赋以生命而被运动者的特征性〔灵魂〕不是,那推动的〔灵魂〕就更不是了。因为接纳生命的身体固然在一切方面都必须被调谐,并且必须与内生其中的生命相协调地被调谐,以便适于分有此生命;但适于分有者在一切方面都不同于被分有者,并且如同质料相对于形式一样作为基底而存在;而相对于形式而言,一方面作为基底相对于界定工具的形式,另一方面相对于使用者。正如木材的如此组合虽然适于船只的形态,却不等于形态本身,更不等于舵手之术。因此,身体元素的组合、性质的调和,以及被组合或被调和者相互之间的比例,都不是灵魂性的生命,而是作为质料成为界定工具之生命的基底。那么,为何将灵魂设定为和谐的观点对大众而言具有说服力呢?这是因为,当直接质料完满地获得其适应性时,猝然加于其上的形式显现得犹如与那质料同一(至少船只的形态似乎与木材的如此调和毫无二致),并且因为大众未能将作为工具而使用者的生命,与把工具作为工具而赋予形式的生命区分开来。甚至亚里士多德的注解家亚历山大也陷入了这一境地,并要求不把灵魂视为将身体作为工具而使用者;因为他认为,由使用者与工具无法生成单一之物。由此,他甚至不愿赋予灵魂以推动力,而是将其设定为被运动者作为被运动者的形式,并仅在这一意义上将其理解为身体的现实态,尽管亚里士多德补充了“工具性的”,并坚决断言灵魂本身即是使用者与推动者,且因此将其从自然中拔除出来,因为自然是被运动和受动的本原,而灵魂则是具有推动性的。那么,如果由使用者和工具无法生成单一之物,由灵魂和身体构成的动物又如何是一呢?难道这种说法并非完全真实,而是需要某种界定吗?因为当工具的特征状态与使用者分离时,确实不会生成单一之物,就如在诸技艺中所见的那样;但当工具依附于使用者,并与使用者浑然一体地结合在一起时,就会造就某种单一之物,这并非如同由质料与工具形式所构成(因为工具早已作为基底存在),而是通过本质的浑然一体由工具与使用者所构成。至于他所谓的“流传于公众的论证”,指的是那些以甚至适合大众的方式提出的论证,这或许是在暗指《斐多篇》中的论证,但也是在指他自己在对话录《欧德谟》中所写的驳斥和谐说的论证。

语法注3 条
  1. 1.100διακρίνειν τε τὴν ἐν τῷ σώματι ζωὴν ἀπὸ τῆς ψυχῆς ὡς κατὰ τὸ χρώμενον ἱσταμένης, τῆς ὡς ὄργανον τὸ σῶμα καὶ ὡς ζωτικῶς κινούμενον εἰδοποιούσης, καὶ ὁμοίαν τῇ χρωμένῃ ἀεὶ τὴν εἰδοποιὸν τοῦ ὀργάνου ὑποτίθεσθαι.

    由 τε... καί 连接的两个不定式短语(διακρίνειν 和 ὑποτίθεσθαι)具体阐释了关系从句 ὃ ... ἀξιοῖ(“他所要求者”)的内容。在前一个短语中,属格分词短语 τῆς ... εἰδοποιούσης 与 ἀπὸ τῆς ψυχῆς 构成同位语,表明须将具身生命与赋予身体以形式并使用身体的灵魂本身相区分。

  2. 1.100τῷ μὴ κινητικὴν ἔτι ἀλλὰ τοῦ κινουμένου εἶναι ὁριστικήν

    带冠词的不定式 τῷ ... εἶναι 用作原因与方式的与格,依附于分词 ὑποβᾶσαν(“降下者”)。表语 κινητικήν 与支配宾格性属格 τοῦ κινουμένου 的 ὁριστικήν 形成对照,说明该生命降格后的状态。

  3. 1.100ὅπου γε καὶ ὁ τοῦ Ἀριστοτέλους ἐξηγητὴς Ἀλέξανδρος τοῦτο πέπονθε

    连词短语 ὅπου γε 用于引出确证性例证(“就连……也同样发生此种情况”),指出不仅普通大众如此,甚至亚里士多德的权威注疏家亚历山大亦陷入了上述关于灵魂与工具关系的误区。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:51.27-53.4