- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:50.18-51.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德指出不能说运动对灵魂是更好的,并批评了毕达哥拉斯派等忽视灵魂与其作为工具的身体相匹配的前人学说;辛普利丘依据善的形而上学性质以及身体与灵魂生命的适应性展开阐释。
" Ἀλλὰ μὴν οὐδ’ ὅτι βέλτιον λέγει." Παντὶ τῷ προηγουμένως καὶ καθ’ αὑτὸ ὄντι καὶ τὸ ἀγαθὸν συνυφίσταται. στέρησις γὰρ ὂν τὸ κακὸν ὥσπερ οὐκ ὄν ἐστι προηγουμένως, οὕτως οὐδὲ ἀγαθόν, καὶ ὥσπερ αὖ ἔστιν, οὕτω καὶ ἀγαθόν ἐστι τῷ ἴχνει τινὶ παρυφίστασθαι τοῦ ἀγαθοῦ. καλῶς οὖν ἀξιοῖ τὸν τῶν ὄντων θεωρητικὸν καὶ τὸ ἀγαθὸν τὸ ἑκάστοις σύμμετρον ἐπισκοπεῖν, ἀλλὰ καὶ τὸν θατέρου ἔλεγχον ἀπὸ τοῦ λοιποῦ ποιεῖσθαι. εἰ τοίνυν μὴ ἡ κίνησις προσήκει τῇ ψυχῇ, οὐδὲ τὸ τῇ κινήσει σύμμετρον ἀγαθὸν αὐτῇ ἁρμόσει, καὶ ὁ τὸ πρόσφορον τῇ ψυχῇ ἑωρακὼς ἀγαθὸν ἔγνω ἂν καὶ αὐτὴν ἐξῃρημένην τῆς τοιαύτης κινήσεως. ὀρθῶς δὲ ἀξιοῖ καὶ τὸν θεὸν μάλιστα τοῦ ἀγαθοῦ αἰτιᾶσθαι καὶ πρὸς τοῦτο βλέπειν, ὅτι καὶ ἄριστον ἐν πᾶσι τὸ ἀγαθόν. καλῶς δὲ κἀκεῖνο μαρτυρεῖ Πλάτωνι ὡς οὐ λέγοντι τὸ βέλτιον τῆς κινήσεως ἐπὶ τῆς ψυχῆς, ἧς αὐτὸς ἀκούει. ἧς γὰρ ὁ Πλάτων καὶ τὸ εἶδος ὁρίζει1 καὶ τὴν τελειότητα, οὐσίαν τε αὐτῇ ἀπονέμων τὴν μεταξὺ τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας καὶ ταύτην ὁλικήν, καὶ δῆλον ὡς καὶ ἁπλότητα τῆς τοιαύτης συνεκτικὴν καὶ σωστικὴν οὐσίας, ἐν ᾗ αὐτῇ τὸ ἀγαθὸν καὶ τὸ βέλτιον.
“然而,他甚至没有说这是更好的。” 善亦与一切首要地且就自身而存在者共同存在。因为恶作为缺乏,正如它不是首要地存在一样,亦非善;而正如它又确实存在一样,它因依附于善的某种痕迹而并存,因而亦是善。因此,他主张考察诸存在者的人亦应审视与各物相符的善,并从剩余的一方对另一方进行驳斥,这是极好的。因此,如果运动并不属于灵魂,那么与运动相符的善亦不会适合于它,而看见适合灵魂之善的人,本亦会认识到它自身超越于此类运动。而且他正确地主张,应当将善主要归因于神并着眼于此,因为善在万物之中亦是最善的。并且他极好地向柏拉图证实,柏拉图在灵魂上并未言及他自己所理解的那种运动的“更好”。因为显而易见,柏拉图界定了它的形式与完成态,不仅赋予它介于不可分割的实体与在诸身体周围被分割的实体之间的实体——且是作为整体的这一实体——,而且赋予它维系并保全此类实体的单纯性,正是在此单纯性之中存在着善与更好。
"Ἐπεὶ δ’ ἐστὶν ἡ τοιαύτη σκέψις ἑτέρων λόγων." Οὐχ ἡ περὶ κινήσεως, ἵνα εἰς τὴν φυσικὴν ἡμᾶς ἀναπέμπῃ ἀκρόασιν,2 ὡς τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Πλουτάρχῳ δοκεῖ. οὐδὲ γὰρ περὶ κινήσεως ἦν προηγουμένως ὁ λόγος, ἀλλ’ εἰ ἡ ψυχὴ κινεῖται καὶ εἰ τοῦτο αὐτῇ βέλτιον, καὶ ὅτι χρὴ τὸν θεὸν διὰ τὸ ἀγαθὸν ποιεῖν. τὴν οὖν περὶ τὸ ἀγαθὸν σκέψιν ὑπερτίθεται ὡς ἑτέρων οὖσαν λόγων οἰκειοτέραν τῶν Μετὰ τὰ φυσικά, ἐν οἷς καὶ τὸ ἀγαθὸν ὅτι ἐν ἁπλότητι ἀπὸ τοῦ πρώτως ἀγαθοῦ παραδέδοται.
“既然此类探究属于其他论述。” 这并不是指关于运动的探究,从而如亚历山大和普鲁塔克所认为的那样,要把我们引向《物理学讲义》。因为论述首要关注的并非运动,而是灵魂是否运动、这是否对它更好,以及神必须因善而造物这一点。因此,他将关于善的探究延期,认为它属于其他论述,与《形而上学》更为亲近,在其中亦传授了善在于来自首要之善的单纯性。
"Ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς." Ὅτι μὴ σῶμα ἡ ψυχὴ συμπερανάμενος διὰ τὸ σώματος μὲν εἶναι οἰκείαν ἐνέργειαν τὴν κίνησιν, τὴν δὲ ψυχὴν μὴ κινεῖσθαι, ἀξιοῖ ὅπως τέ ἐστιν ἐν σώματι ἐπισκοπεῖν, καὶ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τὸ ὑποκείμενον αὐτῇ σῶμα, ὁποῖον εἶναι χρή· ὅτι γὰρ συνῆπται σώματι ἐναργές. τίνι οὖν καὶ πῶς ἔχοντι; οὐ γὰρ ἅπαντι. εἶτα λαβὼν ὡς φανερὸν ποιεῖν μὲν τὴν ψυχήν, πάσχειν δὲ τὸ σῶμα, καὶ τὴν μὲν κινεῖν τὸ δὲ κινεῖσθαι, εἰκότως καὶ τὴν μὲν εἶναι βούλεται τὸ χρώμενον, τὸ δὲ τὸ ὄργανον, καὶ οὐ τὸ τυχὸν εἶναι ὄργανον τῇ ψυχῇ, ἀλλὰ τὸ πρὸς ζωὴν δηλαδὴ ἐπιτήδειον καὶ διάφορον πρὸς τὰς διαφόρους ζωάς. οὐ γὰρ τὰ τυχόντα ὑπὸ τῶν τυχόντων πάσχει.
“而那个荒谬的结果不仅发生于这一论述中,亦发生于大多数关于灵魂的论述中。” 既然他通过运动是身体的固有现实活动而灵魂并不运动这一前提得出灵魂不是身体的结论,他便要求审视它究竟如何存在于身体之中,且不仅审视它自身,亦审视作为其基础的身体应当具有何种性质;因为灵魂与身体结合是显而易见的。那么究竟结合于何种身体、处于何种状态的身体?因为并非结合于任何身体。接着,由于认定显而易见的是灵魂施行作用而身体承受作用、灵魂引起运动而身体被运动,他理所当然地主张灵魂是使用者而身体是工具,且灵魂的工具并非碰巧的任何身体,而是显然适合于生命、且对于不同的生命具有不同特性的身体。因为并不是任何偶然之物都会被任何偶然之物施加作用。
"Οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν ὁποῖόν τι ἡ ψυχή." Οἷον ὅτι κινητικὸν ζωτικῶς τῶν σωμάτων, καὶ ἡ μὲν φέρε θρεπτικῶς, ἡ δὲ πρὸς τούτῳ καὶ γνωστικῶς, ἡ δὲ καὶ κατὰ τόπον καὶ ὁρμητικῶς, ἡ δὲ καὶ λογικῶς. περὶ δὲ τοῦ δεξομένου σώματος οὐδὲν ἔτι προσδιορίζουσιν· οὐ γὰρ διακρίνουσι τὰ πρὸς διαφόρους ζωὰς ἐπιτήδεια ὄργανα.
“然而他们仅试图言说灵魂具有何种性质。” 例如言其具有生命力地推动诸身体,且某一种灵魂比如以滋养的方式,另一种除此以外亦以认识的方式,另一种兼具位置和冲动的方式,而另一种更以理性的方式。然而关于接纳它的身体,他们便不再作任何进一步规定;因为他们并不区分适合不同生命的工具。
"Ὥσπερ ἐνδεχόμενον κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα." Ὀρθῶς εἰδώς τε καὶ λέγων, ὅτι3 ὡς μυθικῷ χρώμενοι παραπετάσματι τὴν λογικὴν εἰς ἄλογα ἔφασκον εἰσκρίνεσθαι ὀχήματα, τὴν ἐμπαθῆ καὶ ἀλόγιστον αὐτῆς ἐκτραγῳδοῦντες ζωήν.
“仿佛依循毕达哥拉斯派的神话,任何碰巧的灵魂都可能穿上任何碰巧的身体。” 他正确地知晓并言明,他们是借助神话的帷幕,将灵魂充满激情的和无理智的生命悲剧化地夸张,从而声称理性的灵魂会进入非理性的运载工具之中。
- 1.95ἧς γὰρ ὁ Πλάτων καὶ τὸ εἶδος ὁρίζει
关系代词 ἧς 以前文的 ψυχῆς(灵魂)为先行词,统摄随后对形式和完成态的界定(καὶ τὸ εἶδος ὁρίζει καὶ τὴν τελειότητα)。自此至句末 ἐν ᾗ αὐτῇ τὸ ἀγαθὸν καὶ τὸ βέλτιον 构成一个长原因从句,说明柏拉图所规定的灵魂的中介性实体与单纯性。
- 1.96ἵνα εἰς τὴν φυσικὴν ἡμᾶς ἀναπέμπῃ ἀκρόασιν
承接省略句 Οὐχ ἡ περὶ κινήσεως([此项探究]并非关于运动),ἵνα 从句表示所否定假设的意图或归宿(“并非为了把我们引向《物理学》”)。辛普利丘以此反驳亚历山大与普鲁塔克的观点,论证此处延期的主题实为属于《形而上学》的“善”。
- 1.99Ὀρθῶς εἰδώς τε καὶ λέγων, ὅτι
该句由分词(εἰδώς, λέγων)构成,省略了主句谓语动词,属于注解作品中用于肯定和说明亚里士多德意图的特有构式。ὅτι 引导的从句表明,辛普利丘认为亚里士多德同样正确领会了毕达哥拉斯派以轮回神话隐喻灵魂非理性激情的寓意手法。
