← 辛普里丘

亚里士多德《论灵魂》注释

§49.18-50.17

天体圆周运动的原因与灵魂的隐喻性运动

针对亚里士多德关于天体圆周运动之原因不分明的批评,辛普利丘通过“更是”一词引申出扬布里柯之说以及原因的层级,进而主张柏拉图所谓的灵魂圆周运动实指生命从智性的降下与向自身的回转,其真正原因乃是显明的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.93

" Ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία." Ἐλεγχθείσης τῆς τοιαύτης ὑποθέσεως τῆς ὅτι τῷ κύκλῳ κινεῖσθαι ἡ ψυχὴ αἰτία τῆς τοῦ οὐρανοῦ κυκλοφορίας, ἄδηλος λοιπὸν γίνεται ἡ αἰτία. οὔτε γὰρ ἡ τῆς ψυχῆς οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι, ὡς οἱ κίνησιν τὴν οὐσίαν οἰόμενοι καὶ κατ’ οὐσίαν κυκλοφορεῖσθαι βουλόμενοι καὶ οὕτω κινεῖν· μήτε γὰρ κύκλῳ μήτε κινεῖσθαι ὅλως τὴν ψυχήν.1 τῷ οὖν κινεῖσθαι οὐκ ἔσται αἰτία· οὐ γὰρ καθ’ αὑτὴν ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖται, οὐχὶ τοῦ σώματος αἰτίου ὄντος ἢ τῆς ἑαυτοῦ καθ’ αὑτὴν κινήσεως ἢ τῆς ψυχῆς κατὰ συμβεβηκός.

“天体作圆周运动的原因亦不分明。” 在这样一种假说——即灵魂通过作圆周运动成为天体圆周运行的原因——被驳斥之后,原因随后便变得不分明了。因为灵魂的实体并非作圆周运动的原因,并不像那些认为运动即其实体、主张它依实体作圆周运行并以此方式推动他物的人所想的那样;因为灵魂既不作圆周运动,也根本不运动。因此,它不会通过运动而成为原因;因为它不是就自身而言、而是偶然地运动,既非身体是其自身固有运动的原因,亦非身体是灵魂偶然运动的原因。

§1.94

"Ἀλλ’ ἡ ψυχὴ μᾶλλον ἐκείνῳ." Τῷ σώματι δηλαδή. τὸ δὲ μᾶλλον πρόσκειται, διότι εἰ καὶ ἡ φύσις ἀρχὴ κινήσεως, ἀλλὰ μᾶλλον ἡ ψυχή· κυριώτερον γὰρ τὸ κινοῦν τῆς καθ’ ὃ κινεῖται ἀρχῆς. οὕτω δὲ ἡ φύσις ἀρχὴ ὡς τὸ καθ’ ὅ, ἀλλ’ οὐχ ὡς τὸ ὑφ’ οὗ. μήποτε δὲ κἀκεῖνο, ὃ καὶ τῷ Ἰαμβλίχῳ δοκεῖ, ἐνδείκνυται2 τὸ οὐράνιον σῶμα καὶ καθ’ αὑτὸ ζῆν, οὐκ ἐπικτήτως ὡς τὰ ἡμέτερα, ἀλλ’ ὡς συνουσιωμένην ἔχον τὴν ζωὴν καὶ ζωὴν κινητικήν, ὡς καὶ ἀφ’ ἑαυτοῦ πρὸς κίνησιν ἐγείρεσθαι, ἀλλὰ κυριώτερον ὑπὸ τῆς ψυχῆς. διὸ μᾶλλον ἡ ψυχὴ τῷ σώματι αἰτία ἢ αὐτὸ ἑαυτῷ. ἔχοι δ’ ἂν ἔνδειξιν ἡ τοῦ μᾶλλον προσθήκη ὡς καὶ ἄλλων ἔτι κυριωτέρων αἰτίων ὄντων τῆς κινήσεως. μᾶλλον μὲν γὰρ ἡ ψυχὴ ἢ τὸ σῶμα ἑαυτῷ, ἀλλ’ ἔτι πρότερος ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος νοῦς, καὶ ἔτι πρότερον ὁ ἀμέθεκτος. ταῦτα μὲν οὖν ὀρθά, ἐκεῖνο δὲ πῶς ἀληθῶς λέγεται τὸ ἄδηλον εἶναι καὶ κατὰ Πλάτωνα τὴν αἰτίαν τοῦ κύκλῳ τὸν οὐρανὸν φέρεσθαι, διότι ἐλήλεγκται μήτε κύκλῳ μήτε ὅλως κινουμένη ἡ ψυχή; ἡ γὰρ σωματοειδὴς καὶ φυσικὴ ἐπ’ αὐτῆς ἐλήλεγκται κίνησις, ἣν οὐδὲ ὁ Πλάτων ἀξιοῖ ἀκούειν ἐπὶ τῆς ψυχῆς. ὡς εἴγε κατὰ τὸν Πλάτωνος σκοπὸν ἀκούοιμεν τῆς ψυχικῆς κινήσεως, ζωῆς οὔσης ὑποβάσης μὲν ἀπὸ νοῦ καὶ τὸν ἀμέριστον χαλασάσης ὅρον, οὔπω δὲ μεριζομένης οὐδὲ ἀφισταμένης ἑαυτῆς, ἀλλ’ εἰς ἑαυτὴν δευτέρως ἐστραμμένης, ὃ δὴ ἐκεῖνος διὰ τῆς κυκλοφορίας μαθηματικῶς ᾐνίττετο, ἐναργὴς ἡ αἰτία τῆς τοῦ οὐρανοῦ κυκλοφορίας. προσεχὴς γὰρ αἰτία συνεχοῦς μὲν καὶ μεριστῆς οὔσης τῆς οὐρανίας κινήσεως, ἀεὶ δὲ ἐν τέλει καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καὶ ἀεὶ τῆς αὐτῆς γινομένης ἡ προειρημένη ζωή,3 διὰ μὲν τὴν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν ἐνεργοῦσα τὸν μερισμὸν ἀλλ’ οὐ πάσχουσα, διὰ δὲ τὴν πρὸς αὑτὴν ἐπιστροφὴν μένουσα δευτέρως ἐν αὑτῇ, συνεχῆ ἀεὶ καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καὶ ἀεὶ τὴν αὐτὴν ἀποτελοῦσα κίνησιν. ἀλλ’ ὃ πολλάκις φαμέν, κατὰ τὴν τῶν πολλῶν συνήθειαν τῶν ὀνομάτων ἀκούων καὶ ἐλέγχει καὶ ἄδηλον εἶναι τὴν αἰτίαν κατὰ ταύτην λέγει.

“毋宁说灵魂对那个[身体]更是如此。” 显而易见,即对身体而言。加上“更是”一词,是因为即便自然亦是运动的本原,灵魂却更是本原;因为动因比依照其而运动的本原更为根本。自然作为本原是依照其运动者,而非借以引起运动者。抑或也表明了扬布里柯亦认同的那一点,即天体亦就自身而言活着,并非如我们的身体那样是后天获得的,而是将生命——且是将能动的生命——作为与自身同实体的所有,以至于它亦从自身被唤起走向运动,但更为根本地是由灵魂所引起。因此,灵魂对身体而言是原因,甚于身体对自身而言。此外,加上“更是”还可以表明,关于该运动还存在着其他更为根本的原因。因为灵魂作为原因固然胜于身体对自身,但被灵魂分有的智性更为在先,而不可分有的智性更在此之前。这些固然是正确的;然而,由于已通过驳斥证明灵魂既不作圆周运动亦根本不运动,便断言依照柏拉图天体作圆周运动的原因亦是不分明的,这一说法如何能是真实的?因为在它身上被驳斥的是身体性的和自然学的运动,柏拉图甚至不曾主张将这种运动理解于灵魂之上。因为如果我们依照柏拉图的意向去理解灵魂的运动——它是从智性降下、放宽了不可分界限的生命,但尚未被分割,亦未偏离自身,而是次要地朝向自身回转,这正是柏拉图通过圆周运行以数学方式所暗示的——天体圆周运行的原因就是显明的。因为当天体运动虽是连续的且可分割的,却始终处于终极之中、从同一者走向同一者且始终作为同一者而生成时,前述生命便是其直接原因;它因自不可分割者的降下而施行分割却不承受分割,因朝向自身的回转而次要地居留于自身之中,始终造就连续的、从同一者走向同一者的且始终同一的运动。然而正如我们多次所说,亚里士多德是依照大众的惯例来理解词语,并由此进行驳斥,且依照这一惯例断言原因是不分明的。

语法注3 条
  1. 1.93μήτε γὰρ κύκλῳ μήτε κινεῖσθαι ὅλως τὴν ψυχήν

    带不定式的宾格句结构。承接前文已证明的论点,起间接引语作用,表达原因:“因为[已被证明]灵魂既不作圆周运动,也根本不运动”。

  2. 1.94μήποτε δὲ κἀκεῖνο ... ἐνδείκνυται

    μήποτε 与直陈式现在时(ἐνδείκνυται)连用,构成古代晚期注解文献中典型的委婉断定与问题提出句式,意为“抑或它表明了……”。

  3. 1.94προσεχὴς γὰρ αἰτία συνεχοῦς μὲν καὶ μεριστῆς οὔσης τῆς οὐρανίας κινήσεως, ἀεὶ δὲ ἐν τέλει καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καὶ ἀεὶ τῆς αὐτῆς γινομένης ἡ προειρημένη ζωή

    倒装结构(hyperbaton):表语名词 προσεχὴς αἰτία 位于句首,而主语 ἡ προειρημένη ζωή 被后置于插入的属格独立结构(συνεχοῦς μὲν... γινομένης)之后。该属格独立句描绘了天体运动的特性,与随后分词所修饰的主语(前述生命)的作用形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:49.18-50.17