← 辛普里丘

亚里士多德《论灵魂》注释

§3.36-5.5

天体灵魂的纯粹性与灵魂的双重现实态

辛普里丘阐明全宇宙天体灵魂乃是不向物体倾斜的纯粹理智逻各斯,从而解释了亚里士多德为何将研究限定于会死动物的灵魂。接着,他区分了灵魂作为完全现实态的双重性(工具的形式与使用者),并论证了理智并不把身体作为工具使用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

οὐ γὰρ οἷόν γε ἡ αἰσθητική οὐδ’ οἷον ἡ ἐπιθυμητική.” λόγος γὰρ καθαρὸς καὶ νοερὸς ἡ τοῦ παντὸς ψυχή, ὅλη δι’ ὅλης ἀμιγὴς πρὸς τὰς δευτέρας ζωάς, ὅτι μὴ ῥέπει εἰς σώματα μηδὲ αὕτη γίνεται τῶν σωμάτων, ἀλλὰ ταῦτα ἐκείνης μενούσης ἐν ἑαυτῇ.1 διὸ καὶ κυκλικὴ αὐτῆς ἡ φορὰ διὰ τὴν αὐτῆς πρὸς ἑαυτὴν ὅλης πρὸς ὅλην ἐπιστροφήν. ἀλλ’ οὐδὲ περὶ τῶν διαφόρων τῆς ἀνθρωπείας ψυχῆς λήξεων ἢ τῶν πλειόνων ἐν τοῖς βίοις αἱρέσεών τι φαίνεται πραγματευόμενος, εἰδὼς τῷ καθηγεμόνι τὸν περὶ τούτων ἱκανῶς ἐπεξειργασμένον λόγον, ἀλλ’ οὐχ ὡς ἀχώριστον τοῦ σώματος τιθέμενος τὴν ψυχήν· τὴν γοῦν αἰτίαν τοῦ μὴ μεμνῆσθαι ἡμᾶς τῆς χωριστῆς ζωῆς ἀποδίδωσιν ἐν τῷ τρίτῳ, ὡς ὄντας δηλαδὴ καὶ πρὸ τῆς εἰς σῶμα ἀφίξεως. Περὶ δὴ μόνης τῆς ἐν τοῖς θνητοῖς ψυχῆς προηγουμένως πραγματευόμενος οὐδεμίαν αὐτῆς ἀπολείπει ἀνεπεξέργαστον δύναμίν τε καὶ οὐσίαν. ἀλλὰ πρῶτον μὲν κοινῇ πάσαις τὴν εἰδητικὴν τῶν σωμάτων ἀποδίδωσιν αἰτίαν, οὐχ ὡς σωμάτων ἀλλ’ ὡς ὀργάνων ζωτικῶν. φύσις γὰρ ἡ ὡς σωμάτων εἰδητικὴ αἰτία, οὐ ψυχή· ἡ δὲ ὡς ὄργανον ζωτικὸν εἰδοποιοῦσα ἢ ψυχὴ ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς. καὶ αὕτη μὲν αἰτία εἰδητική, καθ’ ἣν τὸ εἰδοποιηθὲν ζωτικῶς οἷόν τε κινεῖσθαι. ἑτέρα δὲ ἡ ὑφ’ ἧς κινεῖται· ὑπὸ γὰρ τῆς ψυχῆς τὸ ζῷον κινεῖται ὡς ὑπὸ τοῦ κυβερνήτου τὸ πλοῖον· ἐντελέχεια δὲ καὶ ὁ πλωτὴρ λέγεται. ἑτέρα δέ πως ἥδε ὡς εἰσόμεθα ἡ κινοῦσα ζωτικῶς τῆς καθ’ ἣν τὸ οὕτω κινούμενον ὁρίζεται, ἐπειδὴ οὐ ταὐτὸν τῷ κινουμένῳ τὸ κινοῦν, ἀλλὰ διῄρηται κατ’ αὐτόν. κινεῖται δὲ τὰς ζωτικὰς κινήσεις, οἷον βάδισιν καὶ πτῆσιν καὶ ἀναπνοήν, οὐ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὸ ζῷον σῶμα. ζῷον δέ ἐστι κατὰ τὴν ἐν αὐτῷ ζωήν· ὥστε καὶ ζωτικῶς κινούμενον κατὰ ταύτην. ἐπεὶ οὖν καὶ τὸ κινοῦν ἐν τῷ ζῴῳ ἡ ψυχή, πότερον ἡ αὐτὴ τῇ καθ’ ἣν κινεῖται, ἢ ἀδύνατον; ἦν γὰρ ἂν καὶ τὸ ὅλον ζῷον κατ’ αὐτὴν εἰδοποιούμενον, κινούμενόν τε καὶ κινοῦν,2 καὶ οὐχ, ὡς τῷ Ἀριστοτέλει δοκεῖ, κινεῖ μὲν ἡ ψυχή, κινεῖται δὲ τὸ ζῷον. ἀλλὰ καὶ τὸ ὄργανον ἕτερον τοῦ χρωμένου. καὶ τὸ ὡς ὀργάνου ἄρα χαρακτηριστικὸν εἶδος ἕτερον τοῦ χρωμένου. καὶ ἐντελέχεια καὶ τὸ χρώμενον ὡς ὁ πλωτὴρ τῆς νεώς· διττὴ γὰρ ἡ ἐντελέχεια, ἡ μὲν καθ’ ἣν ἐστι ναῦς, ἡ δὲ ὡς πλωτήρ. Πρῶτον μὲν οὖν ὡς εἴρηται κοινῇ πάσαις ταῖς τῶν θνητῶν ζῴων ψυχαῖς τὴν εἰδητικὴν αὐτῶν ἀποδίδωσιν αἰτίαν διττὴν οὖσαν. ἔπειτα δὲ καὶ καθ’ ἑκάστην ἐπεξιὼν ἅμα μὲν τὰς διαφορὰς αὐτῶν παραδίδωσιν, ἅμα δὲ καὶ τὸ κοινῇ πάσαις ὑπάρχον ἰδιοτρόπως καθ’ ἑκάστην θεωρεῖ, ὅπερ ἡ ἀποδεικτικὴ παραγγέλλει ἐπιστήμη, καὶ τὰς μὲν μᾶλλον εἰς τὸ ὀργανικὸν ἀποκλινούσας, τὰς δὲ κατὰ τὸ χρώμενον ἱσταμένας μᾶλλον ὁρᾷ. καὶ πᾶσαν μὲν εἶναι ψυχὴν ἐντελέχειαν τοῦ ὀργανικοῦ σώματος παραδίδωσιν, οὐ πᾶσαν δὲ κατὰ πᾶσαν ἑαυτῆς δύναμιν· σαφῶς γὰρ ὁ νοῦς εἴρηται μηδὲν συνέχων σῶμα καὶ μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρώμενος. διὸ οὐκ ἀπαμβλύνεται πρὸς τὴν τῶν ἐλαττόνων θέαν ἐκ τῆς τῶν μειζόνων νοήσεως, ὥσπερ ἡ αἴσθησις διὰ τὸ αὐτὰς ὡς ὀργάνῳ χρῆσθαι τῷ σώματι.3

“因为既不像感觉灵魂那样,也不像欲望灵魂那样。”因为全宇宙的灵魂是纯粹而理智的逻各斯,其通体不与第二等的生命相混合,因为它既不倾斜向物体,自身也不成为物体的附属,而是在它自身常驻的同时,物体归属于它。因此,由于它自身作为整体向自身作为整体的复归,它的空间位移也是圆周性的。然而,他看来既没有论述人类灵魂的不同分配归宿,也没有论述在诸种生涯中的多种抉择,这是因为他知道关于这些的论说已被他的宗师充分阐发,而绝不是因为他将灵魂设定为不可脱离身体的存在;至少他在第三卷中指出了我们之所以不记得分离生命的原因,这显然表明我们在来到身体之前便已存在。 既然他主要仅仅论述在可死者之中的灵魂,他便没有让其任何能力和实体未经充分阐明便被遗漏。但是,首先他将物体的形式因共同赋予一切灵魂,这不是作为物体本身的形式因,而是作为生命工具的物体的形式因。因为作为物体本身的形式因是自然,而不是灵魂;而作为生命工具赋予形式的,要么是灵魂,要么是灵魂的部分,要么是不可无灵魂而存者。而这就是形式因,生命化地被赋予形式之物正是依照这一形式因而能够被运动。但发动其运动的原因则是另一回事;因为动物被灵魂所运动,犹如船被舵手所运动;而航海者也被称为完全现实态。而正如我们将会知道的那样,这种从生命上发动运动的原因,与那种依照其规定如此被运动之物的形式原因在某种方式上是不同的,因为发动运动者与被运动者并非同一,而是按照他所说被划分开的。且依照生命性运动(如步行、飞翔与呼吸)被运动的,并非单纯是物体,而是作为动物的身体。身体之所以为动物,乃是依于存在于其中的生命;因此,生命性地被运动也是依于这一生命。因此,既然在动物之中发动运动者也是灵魂,那么它究竟与依之被运动的原则是同一的,还是这是不可能的?因为如果这样,整个动物都会依照它被赋予形式,从而既是被运动者又是发动运动者,而不会像亚里士多德所认为的那样:灵魂发动运动,而动物被运动。不仅如此,工具也与使用者不同。因此,作为工具的特征性形式也与使用者不同。而使用者本身也是一种完全现实态,犹如船上的舵手一样;因为完全现实态是双重的,一种是依据它船才成其为船,另一种则是作为舵手。 因此首先,正如所言,他将作为双重的形式因共同赋予可死动物的一切灵魂。其次,在逐一深入探讨每一灵魂时,他既传授了它们之间的差异,同时又以特有的方式在每一灵魂中考察共同属于一切灵魂的规定,这正是证明科学所要求的;而且他看到有些灵魂更多地倾向于工具性,而有些则更多地立于使用者的地位。他传授说,一切灵魂都是有机身体的完全现实态,但并非每一种灵魂在其自身的每一种能力上都是如此;因为理智被明确说成并不维系任何身体,也不将身体作为工具来使用。因此,它在思惟了更大的事物之后,不会在观照较小的事物时变得迟钝,而感觉则由于诸感觉将身体作为工具来使用而会如此。

语法注3 条
  1. 1.0ἀλλὰ ταῦτα ἐκείνης μενούσης ἐν ἑαυτῇ

    主格 ταῦτα(物体)之后承前省略了谓语动词 γίνεται(或系动词 ἐστίν),ἐκείνης 作表所属关系的表语属格(归属于它),分词短语 μενούσης ἐν ἑαυτῇ(常驻于其自身之中)与之同格一致,与前文的 μηδὲ αὕτη γίνεται τῶν σωμάτων(灵魂自身不成为物体的附属)形成严格的对照。

  2. 1.0ἦν γὰρ ἂν καὶ τὸ ὅλον ζῷον κατ’ αὐτὴν εἰδοποιούμενον, κινούμενόν τε καὶ κινοῦν

    此句为带有 ἄν 和未完成过去时 ἦν 的与事实相反的条件结论句(反实虚拟)。它针对前文的疑问(发动运动者与依之被运动的原则是否同一)进行归谬:如果假定二者同一,则依照其获得形式的整个动物就会既发动运动又被运动,从而违背了亚里士多德关于灵魂发动运动而动物被运动的严格区分。

  3. 1.0διὰ τὸ αὐτὰς ὡς ὀργάνῳ χρῆσθαι τῷ σώματι

    在带冠词的不定式结构(διὰ τό 加上不定式 χρῆσθαι)中,阴性复数宾格代词 αὐτάς 作不定式的逻辑主语;它承接前文单数的 αἴσθησις,指代具体分配意义上的“诸感觉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:3.36-5.5