← 辛普里丘

亚里士多德《论灵魂》注释

§48.7-49.17

灵魂运动的非自然性与结合身体的劳苦

辛普里丘注解了亚里士多德《论灵魂》第1卷第3章(407b1–2),基于灵魂在本质上即是现实活动这一观点,解释了为何若运动不是实体则属于强迫与非幸福,并论证了为何与身体“混合”对可分离的理性灵魂是劳苦的,同时澄清并维护了柏拉图关于宇宙灵魂与身体结合的表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.91

" Εἰ δ’ ἔστιν ἡ κίνησις αὐτῆς μὴ οὐσία, παρὰ φύσιν ἂν κινοῖτο." Βίαιον γὰρ τὸ παρὰ φύσιν, τὸ δὲ βίαιον οὐ μακάριον. ὅτι δὲ οὐ κατὰ φύσιν τῇ τοῦ οὐρανοῦ ψυχῇ ὑπάρχει κίνησις, πρότερον μὲν κατὰ κοινὸν λόγον ἐπιδέδειχεν ἐπὶ πάσης ψυχῆς, ὕστερον δὲ καὶ ἐπ’ αὐτῆς ἰδίως. εἰ ἄρα κινεῖται, παρὰ φύσιν κινεῖται. τοῦτο μὲν οὖν δῆλον. ἀλλὰ διὰ τί, εἰ μὴ οὐσία αὐτῆς ἡ κίνησις, ἔφη, παρὰ φύσιν ἂν κινοῖτο; οὐδὲ γὰρ τοῦ οὐρανοῦ οὐσία ἡ κίνησις, καὶ ὅμως οὐ παρὰ φύσιν κινεῖται. ἢ διότι, ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, ὁ νοῦς τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια,1 οὐχ ὁ τῶν ψυχῶν κρείττων μόνος, ἀλλὰ καὶ ἡ ἡμετέρα ψυχή, ὅταν πᾶσαν τὴν ἔξω συστείλασα προβολὴν χωριστῶς ζῇ καὶ ἀμερίστως ὡς οἷόν τε, καὶ διὰ τοῦτο καὶ τὴν ἐνέργειαν εἰς τὴν οὐσίαν συναιροῦσα. πολλῷ δὲ μειζόνως καὶ οὐ ποτὲ ἀλλὰ ἀεὶ ἡ θεία τοῦ παντὸς ψυχὴ τῇ οὐσίᾳ ἔσται ἐνέργεια. κἂν εἰ κίνησις ἦν αὐτῆς ἡ ἐνέργεια, οὐσία ἂν ἦν αὐτῆς ἡ κίνησις. εἰ οὖν μὴ τοῦτο, ἢ οὐ κινήσεται ἢ παρὰ φύσιν κινήσεται.

“如果它的运动不是其实体,它就会违背自然而运动。” 因为违背自然的事物是强力的,而强力的事物不是幸福的。至于天之灵魂并非依照自然而具有运动,此前已通过普遍论述就一切灵魂作了论证,其后亦就天之灵魂自身专门作了论证。因此,如果它运动,它就是违背自然而运动。这固然是显明的。但他为何说,如果运动不是其实体,它就会违背自然而运动?因为运动对于天而言也不是其实体,然而天并非违背自然而运动。抑或[这是]因为,正如他将在第三卷中所说,智性在实体上即是现实活动,不仅优于诸灵魂的智性如此,我们的灵魂亦是如此,只要收缩一切向外的投射,尽可能分离地且不可分割地生活,并因此将现实活动归结于实体。而全宇宙的神圣灵魂更在极大程度上,且不是在某时而是一直在实体上是现实活动。即使它的现实活动是运动,它的运动也会是其实体。因此,如果不是如此,它要么不运动,要么违背自然而运动。

§1.92

"Ἐπίπονον δὲ καὶ τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον ἀπολυθῆναι." Διὰ τῶν προειρημένων ὅτι μὴ σῶμα μηδὲ μέγεθος ὅλως τὸ νοερὸν τῆς ψυχῆς, τουτέστι τὴν λογικὴν ἐπιδείξας ζωὴν πᾶσαν2 (ἁρμόζει γὰρ καὶ τῇ ἡμετέρᾳ ψυχῇ δευτέρως τὰ ἐπὶ τῆς τοῦ παντὸς πρώτως δεικνύμενα), νῦν ὅτι καὶ χωριστὴ σωμάτων φύσει ἡ λογικὴ πᾶσα ψυχὴ ὑπομιμνήσκει, ἐπὶ τῆς τοῦ παντὸς προηγουμένως τὸν λόγον ποιούμενος, διὰ τὸ καὶ ἐπιτείνεσθαι ἐπ’ ἐκείνης τὰ ἄτοπα. πῶς οὖν τὸ χωριστὸν τῆς λογικῆς, ἣν νοῦν καλεῖ, δείκνυσιν; ὅτι βέλτιον αὐτῇ μηδὲ μετὰ σώματος εἶναι, οὐ μόνον ὡς ὑπὸ Πλάτωνος ὁμολογούμενον, ἀλλ’ ὡς καὶ τοῖς πολλοῖς δοκοῦν, εἴγε κρείττων ἡ θεωρητικὴ φιλοσοφία τῆς πρακτικῆς, καὶ τῆς θεωρητικῆς ἡ περὶ τὰ χωριστὰ τῆς φυσικῆς, καὶ ἡ μηδὲν σώματι χρωμένη τῆς χρωμένης, καὶ τῆς ἔξω φερομένης ἡ εἰς αὑτὴν συμπτυσσομένη. ἀλλ’ οὔτι γε τῇ ἀχωρίστῳ σωμάτων τοῦτο βέλτιον· τὸ γὰρ οἰκεῖον ἀγαθὸν ἑκάστῳ βέλτιον. τῇ οὖν ἀχωρίστῳ σωμάτων ζωῇ τὸ μετὰ σώματος βέλτιον, καὶ εἰ τὸ μὴ μετὰ σώματος βέλτιον, χωριστή ἐστι σωμάτων. ἡ οὖν μετὰ σώματος ζωή, ἣν μῖξιν καλεῖ, ἅτε οὐ προηγουμένως οὖσα κατὰ φύσιν τῇ χωριστῇ ψυχῇ ἐπίπονος· οὐ γὰρ ὡς χωριστῇ αὐτῇ ὑπάρχει, ἀλλ’ ὡς ἀφισταμένῃ πως ἑαυτῆς, ἐπίπονος δὲ ἡ τοῦ οἰκείου ἔκστασις. διὸ καὶ οὐχ αἱρετὴ προηγουμένως, ἀλλ’ ἐπὶ μὲν τῶν ἡμετέρων ἀνεκτὴ διὰ τὸ δύνασθαι ἀπολύεσθαι· πρόσκαιρος γὰρ ἡ μῖξις· ἐπὶ δὲ τῆς τοῦ παντὸς εἴη ἂν καὶ φευκτὴ οὐδέ ποτε ἀπολυθῆναι δυναμένης. ἐπιτεταμένον οὖν τὸ ἐπίπονον ἐπὶ τῆς τοῦ παντὸς διὰ τὸ ἀΐδιον. δι’ ὧν ἔοικε τῷ ῥήματι τῷ Πλατωνικῷ ἐφιστάνειν, τῇ μίξει καὶ συμπλοκῇ. δόξειε γὰρ ἂν νεῦσιν καὶ ῥοπὴν πρὸς σῶμα καὶ ὡς ὀργάνῳ χρῆσιν κἀκείνῳ ἀποδιδόναι, καὶ ταύτῃ ἀεὶ τὸ βέλτιον καὶ ἀγαθὸν ἐν τῷ χωρισμῷ. μὴ οὖν οὕτω μηδὲ τὰ Πλατωνικὰ νοῶμεν ῥήματα, μηδὲ ἔτι μᾶλλον τὰ πράγματα οὕτως ἔχειν νομίσωμεν, νεύσει ἢ ῥοπῇ τῇ πρὸς σῶμα ἢ ὡς χρωμένην αὐτῷ μεμιγμένην ἀκούοντες, ἀλλ’ ὡς τῷ μένειν ἐν αὑτῇ εἰς ἑαυτὴν ἐπιστρέφουσαν καὶ τὸ σῶμα ἑαυτῆς ποιουμένην,3 ἐξῃρημένως τε αὐτὸ κινοῦσαν καὶ ὡς ὀρεκτὸν προϊσταμένην, ἵνα καὶ τῆς ἡμετέρας χωριστῆς ζωῆς τὸ παράδειγμα ἔχωμεν, τῆς ποτὲ καὶ δευτέρως τὸ ἀεὶ καὶ πρώτως.

“而无法解脱地与身体混合在一起也是劳苦的。” 通过前述诸论证展示了灵魂的理智部分、即整个理性生命绝非身体亦非广延之后(因为就全宇宙之[灵魂]首先显明的事项,次要地亦适用于我们的灵魂),他现在提醒道,一切理性灵魂在自然上亦是与诸身体可分离的;由于荒谬之处在全宇宙之灵魂身上亦被强化,他将论述首要地针对全宇宙之灵魂而作。那么,他是如何展示他称之为智性的理性[灵魂]的可分离性的?这是因为对它而言,甚至不与身体同在是更好的,这不仅如柏拉图所承认的那样,而且亦如大众所认为的那样,如果理论哲学确实优于实践哲学,而在理论哲学中关于可分离者的哲学优于自然学,完全不用身体者优于使用身体者,敛入自身者优于向外奔逸者。然而对于不可脱离诸身体者而言,这绝非更好;因为各自固有的善对于每一者而言是更好的。因此,对于不可脱离诸身体的生命而言,与身体同在是更好的;而如果不与身体同在是更好的,它就是与诸身体可分离的。因而,与身体同在的生命——即他所说的“混合”——鉴于对于可分离的灵魂并非首要地依照自然,便是劳苦的;因为这并非作为可分离者属于它,而是作为在某种程度上偏离自身而属于它,而偏离自身固有者乃是劳苦的。因此这在首要意义上并非可欲取的,在我们身上由于能够被解脱尚可忍受(因为混合是暂时的),而在全宇宙之[灵魂]身上,由于它决不能被解脱,甚至会是应当逃避的。因此,在全宇宙之[灵魂]身上,劳苦由于其永恒性而被加剧了。通过这些话,他似乎在促使人注意柏拉图的用语,即“混合”与“交织”。因为他似乎向那个[灵魂]亦赋予了朝向身体的倾向和趋向以及作为工具的使用,并以此方式[表明]更好者与善始终在于分离之中。因此,我们既不可如此理解柏拉图的词句,更不可认为事实就是如此,听闻它因朝向身体的倾向或趋向而混合,抑或作为使用身体者而混合;而应理解为:通过居留于自身之中而转向自身并将身体归为己有,既超越地运动身体,又作为欲求对象统率身体,以便我们亦能拥有我们可分离生命的范型——〔即作为〕那有时且次要的〔生命〕之〔范型的〕始终且首要者。

语法注3 条
  1. 1.91ἢ διότι, ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, ὁ νοῦς τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια

    虚词 ἢ 属于注疏中引入对前述疑难(ἀλλὰ διὰ τί...;)之解答或解决方案的惯用法。与格 τῇ οὐσίᾳ 为限定与格(表示方面),意为“在实体上”,修饰表语名词 ἐνέργεια(现实活动)。

  2. 1.92Διὰ τῶν προειρημένων ὅτι μὴ σῶμα μηδὲ μέγεθος ὅλως τὸ νοερὸν τῆς ψυχῆς, τουτέστι τὴν λογικὴν ἐπιδείξας ζωὴν πᾶσαν

    整个句子的骨干结构是分词从句 Διὰ τῶν προειρημένων ... ἐπιδείξας 修饰主句动词 ὑπομιμνήσκει。在 ὅτι 从句内部省略了系动词 ἐστίν,以 τὸ νοερὸν τῆς ψυχῆς 为主语,μὴ σῶμα μηδὲ μέγεθος 为表语。随后 τουτέστι 引导的宾格短语 τὴν λογικὴν ... ζωὴν πᾶσαν 作为同格成分重述分词 ἐπιδείξας 所证明的对象。

  3. 1.92ἀλλ’ ὡς τῷ μένειν ἐν αὑτῇ εἰς ἑαυτὴν ἐπιστρέφουσαν καὶ τὸ σῶμα ἑαυτῆς ποιουμένην

    此句是针对前述否定句 μὴ οὕτω ... νοῶμεν ... μηδὲ ... νομίσωμεν 的正面修正。阴性宾格分词 ἐπιστρέφουσαν 与 ποιουμένην 承接此前的 μεμιγμένην(指宇宙灵魂),在分词 ἀκούοντες 的支配下充当宾语(灵魂)的补足陈述。带冠词不定词与格 τῷ μένειν 表示手段(“通过居留于自身之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:48.7-49.17