- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:47.4-48.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘基于亚里士多德的文本(407a31–407a34),探讨了将圆周旋转等同于思想所产生的困难。他区分了永恒的智性观照、神圣诸灵魂的思维以及人类的推演性思考,论证了思想的本质在于静止而非运动,并确认了幸福与顺应自然之间的必然联系。
" Ἔτι δὲ εἰ ἡ αὐτὴ περιφορὰ πολλάκις, δεήσει πολλάκις νοεῖν τὸ αὐτό." Ἀεὶ μὲν τὸ αὐτὸ ὁ κρείττων ἡμῶν νοεῖ νοῦς, ἀλλ’ οὐ πολλάκις τὸ αὐτό· οὐδὲ γὰρ αὖθις καὶ αὖθις, οὐδὲ ὅλως κατὰ παράτασιν οὐδὲ νῦν εἶτα νῦν, ἀλλὰ καθ’ ἓν ἑστὼς νῦν τὸ πᾶσαν τὴν χρονικὴν ἀπειρίαν ἀμερῶς συνειληφός,1 ὥστε οὐ πολλάκις τὸ αὐτὸ ἀλλ’ ἅπαξ κατὰ τὸ αἰώνιον ἅπαξ. ἡ δὲ ἡμετέρα νόησις μεταβατικὴ οὖσα οὐκ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μέτεισιν, ἀλλ’ ἀφ’ ἑτέρου εἰς ἕτερον, καὶ διὰ μέσων πάλιν εἰς τὸ αὐτό. εἰ δὲ ἡ περιφορὰ εἴη νόησις, καὶ πολλάκις ἀλλ’ οὐκ αἰωνία ἔσται ἡ νόησις καὶ ἐξ ἑαυτῆς εἰς ἑαυτὴν οὐ διὰ μέσων ἑτέρων μεταβαίνουσα. καὶ οὐδὲν ἴσως ἄτοπον εἶναι τὸ αὐτὸ νῦν καὶ νῦν ἐν παρατάσει ὂν χρόνου, πεπερασμένου μὲν ἐπὶ τῶν γενητῶν, ἀπείρου δὲ ἐπὶ τῶν οὐρανίων, ἐπειδὴ οὐκ αἰώνιον τῶν φυσικῶν τὸ εἶναι, ἵνα ἐν ἑνὶ μένῃ νῦν. διὰ τί οὖν μὴ καὶ ἡ τῶν θείων ψυχῶν νόησις οὕτω μία, ὡς ἀεὶ μὲν πάντων καὶ ἀμετάβατος, ἀλλ’ οὐχ ὡς αἰώνιος ἐν ἑνὶ μένουσα νῦν (ἐπειδὴ κρεῖττον ἢ κατὰ ψυχὴν τὸ αἰώνιον), ἀλλ’ ὡς ἡ αὐτὴ μέν, νῦν δὲ καὶ νῦν κατὰ τὴν ἄπειρον διαμένουσα συνέχειαν; καὶ ταύτῃ ὑφεῖται τοῦ ὑπὲρ ψυχὴν νοῦ, ὡς καὶ κατὰ τὴν πρὸς τὰ νοητὰ συναφήν· ἡ μὲν γὰρ καθ’ ἕνωσιν ἀμέριστον, ἡ δὲ κατὰ οἷον ἐπαφήν· καὶ ὡς ἐπ’ ἐκείνου μὲν τοῦ πλήθους τῶν νοήσεων εἰδητικῶς μόνον διακρινομένου, διὰ δὲ τὴν ἀμέριστον συναίρεσιν καὶ ἑκάστης ὅπερ αἱ ἄλλαι οὔσης καὶ διὰ τοῦτο παντελοῦς, ἐπὶ δὲ τῶν θείων ψυχῶν καὶ τῆς πρὸς ἀλλήλας τῶν γνώσεων συναιρέσεως καὶ τῆς τῶν γνωστῶν πρὸς ἑαυτὰ οὐ καθαρῶς οὔσης ἀμερίστου ὠδινούσης ἤδη τὸν μερισμόν. εἰ οὖν νῦν καὶ νῦν ἡ αὐτή, διὰ τί ἄτοπον τὸ πολλάκις νοεῖν τὸ αὐτό; διότι, φήσω, οὐ μόνον ὑπόκειται τὸ αὐτὸ ἀλλὰ μεταβαλλόμενον, εἴπερ ἡ περιφορὰ ἡ νόησις. οὐκ ἔστιν οὖν ἅμα ὅλη, ἀλλ’ οἵα ἡ παρ’ ἡμῖν οὔπω γνοῦσι τὸ ὅλον, προκόπτουσι δὲ ἐπ’ αὐτὸ τῷ πρότερον μὲν γνῶναι τὴν οὐσίαν, εἶτα τὸ ἔμψυχον καὶ ἑξῆς τὸ αἰσθητικὸν καὶ οὕτω τὸ ὅλον ζῷον. ἄτοπον δὲ τὸ οὕτω πάλιν καὶ πάλιν. οὐδὲν γὰρ τούτου δεῖται ἡ ἅπαξ τελεωθεῖσα (οὔπω λέγω ὡς καὶ ἀπειράκις δεήσεται, ὅπου γε οὐδὲ ἅπαξ) ἐπὶ τῶν θείων ψυχῶν (ἐναργέστερον γὰρ ἐπ’ ἐκείνων), ἠρεμήσει 〈τέ〉 τινι καὶ ἐπιστάσει μᾶλλον ἢ κινήσει ἡ νόησις ἔοικεν, εἴγε καὶ ἐπὶ ἡμῶν ἐξ ἄλλων ἄλλα συμπεραινομένοις,2 ὅπερ ὁ συλλογισμός, τὸ στάσιμον μᾶλλον ἐμφαίνεται ἢ ἡ κίνησις διὰ τὴν καθ’ ὅρους ἀεὶ βάσιν. οὐ γὰρ ἐν τῇ μεταβάσει, ἀλλ’ ἐν τῇ καθ’ ἕκαστον ὅρον στάσει ἀεὶ ἡ νόησις.
“再者,如果同一旋转[重复]多次,就必须多次思想同一事物。” 优于我们的智性固然始终思想同一事物,但并非多次[思想]同一事物;因为这既非一次又一次,亦绝非按照时间延展,亦非现在接着现在,而是按照不可分割地总括了整个时间之无限性的单一静止的“现在”,从而并非多次思想同一事物,而是按照永恒的“一度”仅思想一度。然而我们的思想作为推演性的,并非从同一者走向同一者,而是从一物走向另一物,并通过中项再次走向同一者。但如果旋转就是思想,那么思想就既是多次的而非永恒的,并且是从自身走向自身而非通过不同的中项过渡。而在时间的延展中,“现在”又“现在”地存在同一事物,或许并非任何荒谬之事——此种延展在生成物中是有限的,而在天界事物中则是无限的,既然自然事物的存在并非永恒到得以居留于单一的“现在”之中。那么,为何神圣诸灵魂的思想不能也是以此种方式合一的:作为始终关于一切且无推移的,但并非作为居留于单一“现在”之中的永恒者(因为永恒者优于依灵魂层面的状态),而是作为虽是同一的,却按照无限的连续性“现在”又“现在”地保持恒存者?在这方面,它从属于超越灵魂的智性,正如就与可知对象的接触而言亦是如此;因为前者依照不可分割的合一,而后者则依照某种切触;而且在前者中,诸思想之多数仅在形式上有所区分,并且由于不可分割的总括,每一思想亦即其他诸思想所是并因此完全圆满,但在神圣诸灵魂中,认识之间的相互总括以及已知事物自身的总括皆非纯粹不可分割,而是已在孕育分割。因此,如果它是“现在”又“现在”地同一的,为何多次思想同一事物是荒谬的?我会回答说,这是因为若旋转就是思想,那么作为主体的不仅是同一者,而且是处于变化之中的。因此它并非同时全体具备,而是如同我们尚未认识全体时的情形,即通过先认识实体,再认识有魂物,接续认识具感觉物,从而这样认识整个动物而朝向全体迈进。然而,如此一再重复是荒谬的;因为一度完成圆满的[认识](我还不用说它将需要无限次,既然它连一次也不需要)在神圣诸灵魂的情形中(因为在它们身上更为显明)完全不需要这种过程,思想更类似于某种静止和停留,而非运动,既然即使在我们身上由其他事物推导结论出其他事物时——即三段论所是者——由于始终依托于诸界限,呈现出来的亦宁可说是静止而非运动。因为思想并非处于过渡之中,而是始终处于在各界限上的静止之中。
"Ἀλλὰ μὴν οὐδὲ μακάριόν γε τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον." Ἐναργὴς ἑκατέρα τῶν προτάσεων. καὶ γὰρ ἐν τῷ κατὰ φύσιν ἡ ῥᾳστώνη καὶ ἐν τῷ ῥᾴστῳ ἡ μακαριότης. διὸ καὶ ἐν τῷ κατὰ φύσιν ἀλλ’ οὐκ ἐν τῷ βιαίῳ·3 ἀφθαρσία γὰρ ἡ μακαριότης, τὸ δὲ μὴ φθείρεσθαι καὶ τοῖς φθαρτοῖς, ἕως ἂν κατὰ φύσιν ἔχῃ. ἀεὶ οὖν κατὰ φύσιν τὸ ἄφθαρτον. προείληπται δὲ τοῦτο διὰ τὸ εὐθὺς ἐπιφερόμενον.
“再者,并非容易而是强力的事物当然也不是幸福的。” 两个前提都是显明的。因为轻松在于顺应自然之中,而幸福在于最轻松之中。因此[幸福]亦在于顺应自然之中,而不在于强力之中;因为幸福即是不朽,而即便对于会毁灭之物而言,只要顺应自然,亦能不遭毁灭。因此不朽者始终顺应自然。而提出这一点,是为了紧接着要引出的内容作预先把握。
- 1.89καθ’ ἓν ἑστὼς νῦν τὸ πᾶσαν τὴν χρονικὴν ἀπειρίαν ἀμερῶς συνειληφός
时间副词 νῦν 被实质化为中性名词,作介词 κατά 的宾语。分词 ἑστώς 直接修饰 νῦν,而带冠词的完成时分词短语 τὸ ... συνειληφός 作同位语以阐明其内涵。
- 1.89ἐπὶ ἡμῶν ἐξ ἄλλων ἄλλα συμπεραινομένοις
介词短语 ἐπὶ ἡμῶν(“在我们身上”)后接与格分词 συμπεραινομένοις(“对于推导结论的人而言”)。在句法上,该与格作为后文 τὸ στάσιμον μᾶλλον ἐμφαίνεται 的关涉与格,在意义上呼应 ἐπὶ ἡμῶν,表示进行推论的主体。
- 1.90διὸ καὶ ἐν τῷ κατὰ φύσιν ἀλλ’ οὐκ ἐν τῷ βιαίῳ
承接前句(ἐν τῷ κατὰ φύσιν ἡ ῥᾳστώνη καὶ ἐν τῷ ῥᾴστῳ ἡ μακαριότης)的谓语结构,此处省略了主语 ἡ μακαριότης 和系动词 ἐστίν。应补充理解为:“因此[幸福]亦在于顺应自然之中,而不在于强力之中”。
