- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:46.6-47.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德对《蒂迈欧篇》将智性等同于天体圆周运动之观点的重构与驳斥,指出若将思想视为永恒的圆周旋转便无法拥有确定的思想对象,因为实践思想与证明性思想本质上都是具有端点与边界的有限过程,与圆周运动截然不同。
" Ἀναγκαῖον δὲ τὸν νοῦν εἶναι τὸν κύκλον τοῦτον." Καὶ οὔτε ὡς ἐντελέχειαν αὐτοῦ οὔτε ὡς ὀργάνῳ χρώμενον οὔτε ἔτι μᾶλλον ὡς πάντῃ χωριστόν,1 εἴγε κατ’ αὐτὸν ἡ τοῦ κύκλου περιφορά ἐστιν ἡ νόησις, οὐ παντὸς δηλαδὴ ἀλλὰ τούτου, ὅν φησι σχισθέντα καὶ κατακαμφθέντα περιάγεσθαι. πόθεν οὖν συλλογίζεται τὸν κύκλον τοῦτον νοῦν εἶναι; ἐπειδὴ ὧν αἱ ἐνέργειαι αἱ αὐταί, τούτων καὶ αἱ οὐσίαι. λέγεται δὲ καὶ ἡ τοῦ κύκλου περιφορὰ νόησις· ἀλλὰ καὶ ἡ τοῦ νοῦ ἐνέργεια νόησις ὡμολογημένως. ὧν δὲ μία ἡ ἐνέργεια, καὶ αὐτὰ τὰ αὐτά· νοῦς ἄρα καὶ ὅδε ὁ κύκλος τὰ αὐτά. ὅπως δὲ ἐνδεικτικῶς διὰ τῶν μαθημάτων ταῦτα γέγραφεν ὁ Τίμαιος, ἤδη ἡμῖν διήρθρωται.
“而智性必然就是这个圆圈。” 并且[智性是这个圆圈]既非作为它的现实性,亦非作为将它当作工具的使用者,更非完全分离者,既然依照他的说法圆圈的旋转就是思想——显然并非任何圆圈,而是他所说的那种被劈开且弯曲后回转的圆圈。那么,他是从何推论出这个圆圈就是智性的?因为那些活动相同的事物,其实体也相同。而圆圈的旋转也被称为思想;不仅如此,智性的活动在公认意义上也是思想。凡活动为一者,它们自身亦同一;因此智性与这圆圈是同一的。而《蒂迈欧篇》如何通过数学对象象征性地写下这些,我们此前已作阐释。
"Αἰεὶ δὲ δὴ τί νοήσει; δεῖ γάρ." Ἐπειδὴ γὰρ ἀΐδιος ἡ περιφορά, ἀΐδιος ἔσται καὶ νόησις ἡ αὐτὴ οὖσα τῇ περιφορᾷ, καὶ οὕτως ἀΐδιος ὡς καὶ ἡ περιφορά. αὕτη δὲ οὐ καθ’ ἕνα ἑστῶσα ὅρον ἀΐδιος, ἀλλ’ ἐν μεταβολῇ οὐ τῇ καθ’ ὅρους ἀλλὰ τῇ κατὰ συνέχειαν γινομένῃ, καὶ οὔτε ἐν στάσει οὔτε πέρατι ποτέ. τοιαύτη δὲ οὖσα ἡ νόησις ἀεὶ ἑνός τινος ἔσται, ἐπειδὴ ἐν τῇ ἀπ’ ἄλλου εἰς ἄλλο μεταβάσει στάσει τῇ ἐν τῷ πρότερον νενοηκέναι διαλαμβάνεσθαι ἀνάγκη· οὐ διαλαμβάνεται δὲ ἡ περιφορὰ στάσει. ἔσται οὖν καὶ τοῦ αὐτοῦ ἀεὶ νόησις, καὶ οὐκ ἐν στάσει ἀλλ’ ἐν τῷ γίνεσθαι, ὡς ἀεὶ τὸ αὐτὸ διεξιοῦσα καὶ οὐκ εἰς πέρας ἐλθοῦσα. ἐρωτᾷ οὖν, τί ἀεὶ νοήσει (ὅτι γὰρ ἀεί, συντόμως ὑπέμνησεν διὰ τοῦ ἀΐδιον εἶναι τὴν περιφοράν)· οὔτε γὰρ πρακτὸν εἶναι τὸ νοούμενον οὔτε θεωρητόν, ἐπειδὴ ἑκατέρα ἡ πρακτικὴ καὶ ἡ θεωρητικὴ νόησις πεπερασμένη, ἡ μὲν ἀπὸ τοῦ τέλους τῶν πρακτῶν ἀρχομένη καὶ λήγουσα εἰς τὴν τῆς πράξεως ἀρχήν, ἡ δὲ ὁριστικῶς μὲν ἐνεργοῦσα εὐθὺς καὶ καθ’ ἕνα ἱσταμένη ὅρον ἐν τῇ τοῦ ὅλου συλλήψει, ἀποδεικτικῶς δὲ ἀρχομένη τε ἀπὸ τῶν προτάσεων καὶ εἰς τὸ συμπέρασμα λήγουσα καὶ διὰ τοῦτο τέλος ἔχουσα τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα· τοῦτο μὲν ὡς εἰς αὐτὸ λήγουσα, τὸν δὲ συλλογισμὸν ὡς μετὰ τοῦ συμπεράσματος καὶ τὰς προτάσεις συναιροῦσα.2 δέδεικται γὰρ ἐν τοῖς Ἀποδεικτικοῖς, ὡς οὔτε ἐπὶ τὰς ἀρχὰς οὔτε ἐπὶ τὰ τέλη ἄπειρος ἡ πρόοδος, καὶ ὡς τῶν ἄκρων ὡρισμένων καὶ τὰ μέσα πεπέρασται. νῦν δὲ καὶ ἐνδιδοὺς ἐξ ὑποθέσεως μὴ πεπεράνθαι, διάφορον ὅμως τὴν τοιαύτην ἀπειρίαν τῆς κατὰ περιφορὰν ὑπέμνησεν, εἴγε αὕτη μὲν τῷ ἐπανακάμπτειν, ἐκείνη δὲ ἐπ’ εὐθείας. ὁμοίως δὲ καὶ ἡ διαιρετικὴ καὶ ἀναλυτικὴ θεωρία ὡρισμένη δειχθήσεται.
“但它究竟将始终思想什么?因为必须如此。” 因为既然旋转是永恒的,与旋转同一的思想也将是永恒的,并且如旋转那样是永恒的。而旋转之所以永恒,并非在于停驻于单一界限,而是在于并非按照诸界限而是按照连续性发生的变化之中,且绝不在静止或止境之中。思想若属于此类,便必将始终是关于某个单一之物的,因为在自一物向另一物的转变中,必然被在先前已完成思想的静止所阻断;但旋转并不被静止所阻断。因此,这也将是对同一事物的恒常思想,且非处于静止中,而是处于生成中,因其始终巡历同一者且未达止境。因此他发问:它究竟将始终思想什么(至于它将始终[思想],他已通过旋转是永恒的这一事实作了简要提示);因为所思想者既非实践之事亦非理论之事,既然实践的与理论的思想二者皆为有限:前者始于实践之事的终点而终于行动的开端,而后者若以定义方式活动则随即在对全体的把握中停驻于单一界限,若以证明方式活动则始于诸前提而终于结论,并因此以三段论和结论为界限——后者是因为终结于它,三段论则是因为连同结论也总括了诸前提。因为在《后分析篇》中已经证明,无论向开端还是向终点的前进皆非无限,且既然端项已定,中项亦为有限。而如今即便基于假设容许其并非有限,他也仍旧提示此种无限性与旋转的无限性不同,既然旋转是通过折返,而前者则是沿直线。同样,区分性与分析性的观照亦将被证明是受限定的。
- 1.87Καὶ οὔτε ὡς ἐντελέχειαν αὐτοῦ οὔτε ὡς ὀργάνῳ χρώμενον οὔτε ἔτι μᾶλλον ὡς πάντῃ χωριστόν
开篇句为省略了主要动词的省略句结构,需要补足紧接在前的引文(lemma)中的宾格不定式短语(τὸν νοῦν εἶναι τὸν κύκλον τοῦτον)。注解者指出,亚里士多德此处的批判针对的是字面上的直接同一(圆圈自身即是智性),而非灵魂与物体的三种关系形态(作为现实性、作为工具的使用者、或作为完全分离者)。
- 1.88τοῦτο μὲν ὡς εἰς αὐτὸ λήγουσα, τὸν δὲ συλλογισμὸν ὡς μετὰ τοῦ συμπεράσματος καὶ τὰς προτάσεις συναιροῦσα
该句对其前述谓短语“τέλος ἔχουσα τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα”中的两个宾格宾语进行分别呼应。指示代词“τοῦτο μέν”指代在空间上更靠近的名词“τὸ συμπέρασμα”(即思想作为终结于结论自身者),而“τὸν δὲ συλλογισμόν”则以宾格重拾前一个名词,并由分词短语“συναιροῦσα”补充说明其为何构成边界(即思想连同结论也总括了前提)。
