← 辛普里丘

亚里士多德《论灵魂》注释

§44.27-46.5

统合为不可分形相与非身体性智性的本质

辛普里丘阐释了亚里士多德关于智性若为量度则既不能认识可分者亦不能认识不可分者的论证,指出认识的本质在于统合为不可分的形相,并论述了智性是一种连身体都不当作工具使用的超越且纯粹能动的能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.86

" Ἔτι δὲ πῶς νοήσει τὸ μεριστὸν ἀμερεῖ καὶ τὸ ἀμερὲς μεριστῷ;" Ἅπασα γνῶσις, κἂν μεριστοῦ πράγματος ᾖ, συναιρεῖ τοῦτο εἰς ἓν ἀμερές, ἵνα ἅμα τὸ ὅλον ὡς ὅλον θεωρῇ. ἡ γὰρ κατὰ μέρος διεξιοῦσα καὶ ἄλλοτε ἄλλου ἐφαπτομένη ἐκείνου ἀεί ἐστιν, οὗ ἂν ἀεὶ ἐφάπτηται. καὶ τοῦ ὅλου οὖν ὅταν ὡς ὅλου, οὐ μέρεσι μερῶν,1 ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, ἀλλ’ ὡς ἑνὸς ὅλου τοῦ ὅλου ἐν ἑνὶ καὶ ἀμερεῖ τῷ γινώσκοντι συμπτυσσομένου. ὅθεν καὶ ἡ αἴσθησις, καίτοι ἐσχάτη οὖσα καὶ τῶν μεριστῶν γνῶσις, κατὰ τὸ εἶδος ἵσταται τοῦ γνωστοῦ. πᾶν δὲ εἶδος ἀμερὲς ὡς τοῦ κατ’ αὐτὸ εἰδοποιουμένου ἀμερίστως περιεκτικόν, ἀλλ’ οὐχ ὡς τὸ πέρας τῆς γραμμῆς τὸ σημεῖον. τοῦτο γὰρ ἀπεστενωμένως καὶ κατὰ ἀπόπτωσιν τοῦ μεριστοῦ καὶ χειρόνως ἐστὶν ἀμερές, τὸ δὲ εἶδος περιεκτικῶς τῆς τοῦ μεριστοῦ φύσεώς ἐστιν ἀμερές. ἡ οὖν τοῦ σημείου γνῶσις μόνου αὐτοῦ ἐστι γνῶσις καὶ οὐχὶ καὶ τῆς γραμμῆς διὰ τὸ τὶ εἶναι τῆς γραμμῆς τὸ ἔσχατον, ἡ δὲ κατὰ τὸ εἶδος αὐτῆς καὶ τῆς γραμμῆς καὶ τῶν περάτων. ὁ νοῦς τοίνυν εἰ μέγεθος εἴη, κἂν ἔχῃ ἀμερῆ πέρατα, κατὰ τοὺς γραμμικὸν αὐτῷ ἀποδιδόντας μέγεθος οὔτε τὰ μεριστὰ οὔτε τὰ ἀμερῆ εἴσεται. ὅλον μὲν γὰρ καὶ κατὰ πᾶν ἑαυτοῦ ἀντιλήψεται τοῦ γνωστοῦ παντὸς τὸ γινῶσκον· οὔτε δὲ τὸ μεριστὸν γνωστὸν τῷ ἀμερεῖ ἑαυτοῦ σημείῳ ὄντι, ἐπεὶ οὐ συμπαρατείνεται τῷ μεγέθει τὸ σημεῖον, ἵνα αὐτοῦ καὶ ἐφάψηται· ἀλλ’ οὐδὲ τὸ ἀμερὲς τοῦ γνωστοῦ τῷ μεριστῷ ἑαυτοῦ γνώσεται ὡς μὴ ἐφαρμόζοντι. εἰ γὰρ τῷ μεγέθει κατὰ τὸ εἶδος ἀποδιδοίη τις τὸ γνωστικόν, ἤδη μὲν καὶ οὕτως ἀσώματον ὁμολογεῖ αὐτό· τὸ γὰρ εἶδος ὅρος, ἀλλ’ οὐχ ὁριζόμενον. καθάπερ δὲ διὰ τῆς κινήσεως διορίζομεν τὸ κινοῦν τοῦ ζωτικῶς κινουμένου ὀργάνου (οὐ γὰρ ὡς τὸ σῶμα, ἀλλ’ ὡς ζῶν καὶ ὡς ἔμψυχον κινεῖται ἱπτάμενον ἢ βαδίζον, τὸ δὲ κινοῦν ἡ ψυχὴ ἑτέραν ἔχουσα τὴν κινητικὴν ἐνέργειαν καὶ οὐ τὴν αὐτὴν τῷ κινουμένῳ, διὸ καὶ ὡς ὀργάνου ἐντελέχεια καὶ ὡς χρωμένη τῷ ζῶντι σώματι ἡ ψυχὴ ἐξῃρημένη οὐ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς ἀχωρίστως αὐτῷ ἐνδεδομένης ζωῆς, καθ’ ἣν ζωτικῶς ἀπετελέσθη κινούμενον), οὕτω καὶ τὸ γνωστικὸν καὶ τὸ διὰ σώματος διττὸν ἀξιοῦμεν ὁρᾶν·2 τὸ μὲν κατὰ τὴν ἐνδοθεῖσαν τῷ σώματι ζωὴν καὶ σὺν τῷ σώματι γινόμενον, καὶ οὐ καθαρῶς ὂν ἐνεργητικόν, ἀλλὰ μετὰ τῆς τοῦ σώματος πάθης διακρινομένου ἢ συγκρινομένου ὑπὸ τοῦ αἰσθητοῦ· τὸ δὲ εἰς εἶδος ἀποτελευτῶν καὶ ἐνεργοῦν μόνως, ὅσον ἐν τῇ χρωμένῃ ψυχῇ γνωστικόν, ἥτις οὐδὲ μέγεθος (οὐδὲν γὰρ μέγεθος εἶδος ἀλλ’ εἰδοποιούμενον) καὶ χωριστή πώς ἐστι τοῦ μεγέθους, οὐ παθητικῶς ἀλλ’ ἐνεργητικῶς γινώσκουσα. τὸ δὲ νοοῦν καὶ ἔτι μειζόνως τὸ χωριστὸν ἐμφαίνει, εἴγε, ὡς δείξει, οὐχ ὁμοία ἥ τε τοῦ αἰσθητικοῦ καὶ ἡ τοῦ νοητικοῦ ἀπάθεια, οὐδὲ ὡς ὀργάνῳ τῷ σώματι τοῦ νοῦ χρωμένου, καὶ μάλιστα ὅταν τὰ χωριστὰ γινώσκῃ εἴδη, ἔνθα οὐδὲ χρῆται σωματοειδεῖ γνώσει αἰσθήσει ἢ φαντασίᾳ. καὶ τὰ δεικνύμενα νῦν ἐπὶ τοῦ νοῦ (νοῦν δέ, ὡς ἔφαμεν, καλεῖ τὴν λογικὴν τῆς ψυχῆς ζωήν, ἣν καὶ ἀντιδιεῖλε τῇ αἰσθητικῇ καὶ ἐπιθυμητικῇ) τὰ οὖν νῦν δεικνύμενα3 οὐ μόνον ἀσώματον ἀποφαίνει τὸν νοῦν, ἀλλ’ οὐδὲ ὡς ὀργάνῳ τῷ σώματι χρώμενον ἐν ταῖς νοήσεσι. τὸ γὰρ ἀμερὲς ἢ τὸ καθ’ ὅρους βαῖνον τί χρήσεται τῷ κατὰ συνέχειαν μεριστὴν ἰόντι, εἰ μὴ τὸ γινωσκόμενον εἶδος ἐν μεριστῷ εἴη; τότε γὰρ συνεργὸν γίνεται τὸ ὄργανον διὰ τὴν τοῦ μεριστοῦ κατάληψιν, ἐπειδὴ καὶ εἴδους τοῦ ἐν σώματι ἡ γνῶσις. ὡς ὅτε γε τὰ χωριστὰ γινώσκει εἴδη ὁ νοῦς, οὔτε ὡς ὀργάνῳ τῷ σώματι χρήσεται, καὶ εἰ καὶ τῷ τοιῷδε νῷ ἀκολουθεῖ ἡ φαντασία, οὐχ ὡς συνεργοῦσα ἀλλ’ ὡς αὐτὸ τοῦτο παρακολούθημα ἕπεται, καθάπερ ἡ σκιὰ τῷ ἐν φωτὶ στερεῷ ἢ καθάπερ τῇ συντόνῳ τῆς ψυχῆς θεωρίᾳ ἡ τῶν ὀφθαλμῶν συστροφή. ὅσα δὴ οὖν συνῆκται ἄτοπα τῷ μέγεθός τι αὐτὸν λέγοντι τὸν νοῦν, τὰ αὐτὰ ἕψεται καὶ τοῖς ὡς ὀργάνῳ τῷ σώματι ἐν τῇ τῶν χωριστῶν εἰδῶν νοήσει χρῆσθαι ὑποτιθεμένοις τὸν νοῦν. ὁ δὲ Ἀριστοτέλης τοὺς τὸν νοῦν μέγεθος λέγοντας διελέγξας πιστοῦται ἐφεξῆς τοιαύτην εἶναι τὴν τοῦ Τιμαίου κατὰ τὸ φαινόμενον ὑπόθεσιν, γράφων·

“此外,它又如何能以不可分者思想可分者,以及以可分者思想不可分者?” 一切认识,即便属于可分事物,也会将其统合为一个不可分者,以便同时作为整体观照整体。因为依照部分逐一经历、在此刻接触此物在彼刻接触彼物的[认识],始终属于它当时所接触的那一事物。因此,在关于作为整体的全体[的认识]中,也绝非以部分把握各部分——因为这就像是我感觉到了这个而你感觉到了那个一样——而是作为单一的整体,全体收纳于单一且不可分的认识者之中。由此,感觉尽管是处于最底层的、对可分事物的认识,也是依照被认识对象的形相而确立的。任何形相之所以是不可分的,乃因它以不可分的方式包摄依照它而被赋予形相者,而非如同点作为线的界限那样。因为后者是狭窄的、通过脱落可分者且以低劣的方式成为不可分者的,而形相则是以包摄可分者本性的方式成为不可分者的。因此,对点的认识仅仅是对其自身的认识,而非同时也是对线的认识,因为线的终极之处乃是某种特定的东西;但依照线的形相的认识,则既是对线的认识,也是对其各界限的认识。因此,如果智性是量度,即便它具有不可分的界限,按照那些赋予它线状量度的人的说法,它既不会认识可分者,也不会认识不可分者。因为认识者必然作为整体且以自身的全体把握整个被认识对象;但它绝不能以自身作为点的不可分者认识可分的被认识对象,因为点并不与量度一同伸展以触及它;同样,它也不能以自身的可分者认识被认识对象的不可分者,因为二者并不契合。因为如果有人按照形相把认识能力归于量度,那么即便如此,他其实已经承认了它是无物体的;因为形相是界定者,而不是被界定者。正如我们通过运动将推动者与受生机推动的工具区分开来那样(因为[工具]并非作为物体,而是作为活物和有灵魂者通过飞翔或步行而运动,而推动者灵魂则具有另一种推动活动,且不与受推动者具有同一活动,因此作为工具的现实性以及作为活体的使用者,灵魂不仅超拔于物体,而且超拔于不可分地赋予物体的生命,工具正是按照该生命而被造就为受生机推动的),同样,对于认识能力,即便是通过物体[认识]的能力,我们也认为应当作双重考察:其一是依照赋予物体的生命且与物体一同产生的,它不是纯粹主动的,而是伴随着物体受可感觉对象分离或结合的影响而产生的被动性;其二是归结于形相且仅仅是主动的,即在使用者的灵魂中凡属于认识能力的一切,该灵魂甚至不是量度(因为任何量度都不是形相,而是被赋予形相者),并且以某种方式与量度分离,并非被动地而是主动地进行认识。然而进行思想者更进一步地展现出分离的本性,既然正如他将要展示的,感觉能力的无被动性与思维能力的无被动性并不相同,智性甚至并不以物体为工具,尤其当它认识分离的诸形相时更是如此,在那里它甚至根本不使用具象的认识,即感觉或表象。而现在就智性所展示的论点(正如我们所说,他把灵魂的理性生命称为智性,他也将理性生命与感觉生命和欲望生命区分开来)——因此现在所展示的论点,不仅宣告智性是无物体的,而且宣告它在诸思想中甚至不以物体为工具。因为除非被认识的形相存在于可分者之中,否则不可分者或依照界限行进者,为何要使用依照可分连续体行进者?因为那时工具是由于把握可分者才成为协作者的,既然该认识也是关于在物体中的形相的认识。而每当智性认识分离的诸形相时,它既不会把物体当作工具使用;即使表象伴随于这样的智性,它也并非作为协作者,而是作为相随之物本身相伴而来,恰如阴影伴随着处于光中的立体,或者眼球的转动伴随着灵魂专注的观照。因此,凡归咎于把智性本身说成某种量度之人的荒谬后果,也同样会落到那些假定智性在对分离形相的思想中以物体为工具的人身上。亚里士多德在驳斥了把智性说成量度的人之后,紧接着证实《蒂迈欧篇》字面上的假说正是如此,写道:

语法注3 条
  1. 1.86καὶ τοῦ ὅλου οὖν ὅταν ὡς ὅλου, οὐ μέρεσι μερῶν

    此处为省略句,省略了 ὅταν 从句中的动词(如 ἡ γνῶσις ᾖ)以及主句动词。根据前文的 Ἅπασα γνῶσις ... συναιρεῖ,应补足理解为:“因此在[认识]作为整体的全体时,也不是以部分[认识]各部分”。

  2. 1.86καθάπερ δὲ διὰ τῆς κινήσεως διορίζομεν ... οὕτω καὶ τὸ γνωστικὸν καὶ τὸ διὰ σώματος διττὸν ἀξιοῦμεν ὁρᾶν

    由 καθάπερ ... οὕτω 构成的相关句式,中间夹有长篇插入说明。以工具与其推动者灵魂的区别为模型,对比了即便通过身体进行认识的能力也具有的双重性:伴随身体被动性的方面与使用身体的灵魂中主动的方面。

  3. 1.86τὰ οὖν νῦν δεικνύμενα

    复取(epanalepsis / resumption)构式。小词 οὖν 用来重新引出因前面的括号插入语(νοῦν δέ, ὡς ἔφαμεν...)而中断的主语(καὶ τὰ δεικνύμενα νῦν ἐπὶ τοῦ νοῦ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:44.27-46.5