← 辛普里丘

亚里士多德《论灵魂》注释

§43.26-44.26

将思想灵魂视作量度的荒谬与认识的不可分性

辛普利丘阐明:若假定进行思想的灵魂是量度,则无论依照点还是部分进行划分,都会陷入无限次思想或重复的荒谬结论(407a13);进而引申亚里士多德的论证,指出若通过任何部分的触及即已足够,则运动和量度本身便毫无必要,以此证明灵魂认识活动的不可分性(407a15)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Ἐπειδὴ γὰρ ἄπειροι, δῆλον ὡς οὐδέποτε διέξεισιν." Οὐδὲ κύκλος ἄρα ἔσται, οὐδὲ τὸ ὅλον ὡς ὅλον γνώσεταί ποτε. εἰ γὰρ τὸ ὅλον, καὶ πᾶσαι ἔσονται ἐγνωκυῖαι αἱ ἐν αὐτῷ στιγμαί,1 ἐξ ὧν ἡ τοῦ ὅλου συναθροίζεται θεωρία. ἀδύνατον δὲ τὰς πάσας ἐγνωκέναι διὰ τὴν ἀπειρίαν. ἐπιφέρει δὲ καὶ τὸ ἀκολουθοῦν ἄτοπον τοῖς μὴ κατὰ στιγμὴν ἀλλὰ κατὰ μόρια διαιροῦσι. διαιρεῖν γὰρ ἀνάγκη, ἐπειδὴ καὶ μέγεθος καὶ κινούμενον ὑπόκειται νοεῖν. τί οὖν ἄτοπον; ὅτι πολλάκις ἢ ἀπειράκις2 νοήσει τὸ αὐτό. πολλάκις μέν, εἰ ὡρισμένα τὰ μεγέθη, εἰς ἃ ἡ διαίρεσις εἴη, ἀπειράκις δέ, εἰ ἀόριστα, τῷ ἀεὶ τὸ δεύτερον τοῦ πρὸ ἑαυτοῦ ἥμισυ φέρε ἢ τρίτον λαμβάνεσθαι. ἀνάγκη οὖν, εἰ μέλλοι τῷ ὅλῳ ἡ τοῦ προκειμένου γνῶσις ἐγγίνεσθαι, πολλάκις ἢ ἀπειράκις, καὶ διὰ τὸ μηδέποτε διεξιέναι ἀδύνατον· τὸ δὲ πολλάκις καὶ αὐτὸ ἄτοπον. φαίνεται γὰρ καὶ ἅπαξ ἐνδεχόμενον, ὅταν ἅμα τῷ νοῆσαί τι εὐθέως ἐπ’ ἄλλο μεταβαίνωμεν.

“因为既然它们是无限的,显然它绝不可能逐一经过。” 因此它甚至不会是一个圆,整体也绝不会作为整体而认识。因为如果整体[认识],其内部的所有点也将都已经认识,而关于整体的观照正是从这些点汇聚而成的;但由于无限性,所有的点都已经认识是不可能的。他还引出了对那些不依照点而是依照部分进行划分的人所随之而来的荒谬后果。因为既然设定进行思想者既是量度又在运动,划分就是必然的。那么荒谬之处何在?在于它将多次或无限次思想同一事物:如果划分所至的诸量度是确定的,则是多次;如果是未确定的,由于第二部分总是取其前一部分的一半或譬如三分之一,则是无限次。因此,如果对呈现在前的对象的认识要在整体中产生,就必然是多次或无限次[思想],而由于绝不可能逐一经过,[无限次]是不可能的;而多次本身也是荒谬的。因为哪怕只有一次看来也是可能的,正如我们在思想某物的同时便随即转移到另一事物那样。

§1.85

"Εἰ δὲ ἱκανὸν θιγεῖν καὶ ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι ἢ καὶ ὅλως μέγεθος ἔχειν;" Τὸ ἐπιχείρημα πᾶσαν ἐλέγχει τὴν διὰ μορίων ἢ περάτων γνῶσιν. εἰ γὰρ γνωστικὴ τοῦ προκειμένου γνωστοῦ ἡ ὁτουοῦν μορίου ἢ πέρατος ἐνέργεια, τί δεῖ κύκλῳ κινεῖσθαι, ἐὰν τοῦ παντὸς εὐθὺς ἀντιλαμβάνηται κατὰ τὴν ἐπαφήν; τί δὲ δεῖ μέγεθος ἔχειν τὸ γινῶσκον, ἐὰν καὶ τὸ ὁτιοῦν μόριον γνωστικὸν τοῦ παντὸς ᾖ; δῆλον γὰρ ὡς ἐν ἀμερεῖ καὶ κατὰ ἀμέριστον χρόνον ἡ ὁτουοῦν γνῶσις, ὥστε οὐδὲ κατὰ κίνησιν (πᾶσα γὰρ κίνησις ἐν χρόνῳ), οὐδὲ ἐν μεριστῷ. οὐδὲ γὰρ τῶν μερικωτέρων ἄλλοτε ἄλλῳ μορίῳ ἢ πέρατι ἀντιλήψεται ἰδιοτήτων, τῷ δὲ ὅλῳ πασῶν· ἀμερῶς μὲν γὰρ δεῖ συναιρεῖσθαι καὶ ἐν ἀμερεῖ τὸ γνωστόν, τὸ δὲ μέγεθος πᾶν μεριστόν. καὶ εἰ ἄλλοτε ἄλλῃ τὸ γινῶσκον προσβάλλον τοῦ γνωστοῦ ἰδιότητι τὸ πᾶν ἀθρόως καὶ ἀμερῶς αἱρεῖ, ἓν καὶ τὸ αὐτὸ εἶναι ἀνάγκη τὸ πάσαις τε ἐπεξιὸν καὶ αὖ πάσας συναιροῦν· εἴ γε ὁ τὸ πᾶν εἰδὼς καὶ πάσας τὰς μερικωτέρας, ἐξ ὧν καὶ τὸ πᾶν, γινώσκει. ἐλήλεγκται ἄρα καὶ ἡ τῷ μὲν ὅλῳ μεγέθει τὸ πᾶν τοῖς δὲ μορίοις ἢ πέρασι τὰς μερικωτέρας ἰδιότητας γινώσκεσθαι βουλομένη ὑπόθεσις· λείπεται δὲ ἡ τῷ ὅλῳ ἀποδιδοῦσα καὶ τὴν τοῦ παντὸς καὶ τὴν τῶν μερικωτέρων θεωρίαν. ἡ γὰρ μόνοις τοῖς μέρεσιν ἄμφω ἀποδιδοῦσα οὐδὲ τοῦ ἐλέγχεσθαι ἀξία ὡς ἐναργῶς ἀδύνατος, τὸ νοοῦν οὐδὲ νοεῖν ὑποτιθεμένη· ὅπου γε καὶ τὸ τὰ μόρια τοῦ νοοῦντος μὴ εἶναι νοητικὰ ἀδύνατον. τίς γάρ φησιν ἡ τοῖς μορίοις θίξις,3 ἐὰν τὸ μὲν ὅλον νοῇ, μηκέτι δὲ καὶ τὰ μέρη; οὐ γὰρ δὴ τὰ τοῦ νοοῦντος ὡς νοοῦντος μόρια θερμαντικὰ ἔσται, ἀλλὰ καὶ αὐτὰ νοητικά.

“但如果只要通过部分的任何一个发生触及就足够了,为何还需要作圆周运动,或者根本为何需要具有量度?” 这一论证驳斥了通过部分或界限进行的一切认识。因为如果任何一个部分或界限的活动都能认识呈现在前的被认识对象,那么如果依照接触便立刻把握全体,为何还需要作圆周运动?而如果任何一个部分都具有对全体的认识能力,认识者又为何需要具有量度?因为显然,对任何事物的认识都是在不可分者之中、且在不可分的时间中进行的,以至于它既不是依照运动(因为一切运动都在时间中),也不是在可分者之中。因为绝不会在不同时刻通过不同的部分或界限把握较局部的特性,而通过整体把握全部;因为被认识对象必须不可分地且在不可分者之中被统合,而一切量度都是可分的。并且,如果认识者相继作用于被认识对象的不同特性而同时且不可分地把握全体,那么逐一经历所有特性并且又将所有特性统合起来的,就必然是同一个统一体;既然知晓全体者必然也认识构成全体的全部较局部特性。因此,主张以整个量度认识全体、以各部分或界限认识较局部特性的假说也被驳斥了;剩下的则是把对全体的观照和对较局部特性的观照都归于整体的假说。因为把两者仅仅归于各部分的假说是显然不可能的,甚至不值一驳,因为它假定了进行思想者甚至并不思想——既然甚至连进行思想者的各个部分不具有思想能力也是不可能的。他说,如果整体在思想,而各部分却不再思想,那么通过部分的触及算是什么呢?因为进行思想者作为进行思想者的各部分绝不会是产生热量的,而是它们自身也必然具有思想能力。

语法注3 条
  1. 1.84εἰ γὰρ τὸ ὅλον, καὶ πᾶσαι ἔσονται ἐγνωκυῖαι αἱ ἐν αὐτῷ στιγμαί

    在条件从句 εἰ γὰρ τὸ ὅλον 中省略了动词(认识/思想),可根据前文补充为“如果整体[认识]”。主句中的 ἔσονται ἐγνωκυῖαι 是由完成时主动分词 ἐγνωκυῖαι 与将来时动词 ἔσονται 构成的迂回将来完成时,强调产生的结果状态:“所有的点都将已经认识”。

  2. 1.84ἀνάγκη οὖν, εἰ μέλλοι τῷ ὅλῳ ἡ τοῦ προκειμένου γνῶσις ἐγγίνεσθαι, πολλάκις ἢ ἀπειράκις

    在以 ἀνάγκη οὖν 引导的主句中,省略了作表语的不定词(如 νοεῖν 或 ἐγγίνεσθαι τὴν γνῶσιν)。副词词组 πολλάκις ἢ ἀπειράκις(多次或无限次)修饰此省略的动作,句子核心结构为:“如果认识要在整体中产生,就必然[思想]多次或无限次”。

  3. 1.85τίς γάρ φησιν ἡ τοῖς μορίοις θίξις

    第三人称单数动词 φησίν(“他[亚里士多德]说”)作为插入成分嵌入疑问句中,该句是一个省略了系动词 ἐστίν 的名词性谓语句(τίς ... ἡ τοῖς μορίοις θίξις [ἐστίν])。这一反问句旨在质问引文(407a15)中“通过部分触及”的实际涵义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:43.26-44.26