← 辛普里丘

亚里士多德《论灵魂》注释

§42.36-43.25

思考属于整体还是部分的双重疑难

针对亚里士多德反驳灵魂为量度之说(407a10)中关于究竟是依整体还是依部分进行思想的抉择,辛普利丘阐明了理性灵魂活动的无身体性与无延展性本质,并梳理了整体与各部分皆具认识能力这一假设所包含的论证结构与荒谬推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.83

" Πῶς γὰρ δὴ καὶ νοήσει μέγεθος ὤν; πότερον καθ’ ὅλον ἢ ἐν ὁτῳοῦν τῶν μορίων τῶν αὑτοῦ;" Ἡ καθαρὰ τῆς λογικῆς ψυχῆς ἐνέργεια,1 οἵα ἀεὶ μὲν ἡ τῆς τοῦ παντὸς ποτὲ δὲ καὶ ἡ τῆς ἡμετέρας, ὅτε μὴ αἰσθήσει μήτε φαντασίᾳ χρῆται, διὰ τὸ μηδὲ εἰς σῶμα ἤ τι σωματικὸν ἀποτείνεσθαι εἶδος, ἀλλ’ εἰς τὰ σωμάτων κεχωρισμένα, οὐδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι ἢ ὁπωσοῦν συνεργοῦντι, ἀδιαστάτως τοῖς τοιούτοις προσβάλλουσα γνωστοῖς οὐ κατὰ τὴν μεγεθικὴν συνέχειαν ἑνιζομένοις· διὸ οὐδὲ νόησις ταύτῃ συνεχής, ἀλλὰ καθ’ ὅρους ἱσταμένη ἀεί. πολλῷ δὲ μᾶλλον οὐκ ἔσται μέγεθος αὐτὸ τὸ νοοῦν. τὸ μὲν γὰρ νοούμενον ἓν ἀδιαστάτως· τὸ δὲ νοοῦν εἰ μέγεθος εἴη, ἢ καθ’ ὅλον ἑαυτὸ εἴσεται τὸ γνωστὸν ἢ κατά τι τῶν αὑτοῦ. καὶ εἰ καθ’ ὅλον, ἢ τῷ μὲν ὅλῳ τὸ ἅπαν, τοῖς δὲ μέρεσιν ἑαυτοῦ ἢ πέρασι τὰς μερικωτέρας ἰδιότητας, ἢ τῷ ὅλῳ καὶ ἑκάστου τῶν γινωσκομένων ἀντιλήψεται ὅρου· εἰ δὲ κατά τι τῶν ἑαυτοῦ, ἢ κατὰ σημεῖα ἢ κατὰ σμικρότερα μεγέθει, καὶ τὸ ὅλον ἑκάστου τῶν μορίων τε καὶ περάτων γινώσκοντος, ἢ ἑκάστου μὲν μερικωτέραν ἰδιότητα, τοῦ δὲ ὅλου καθ’ ὅλον τὸ πᾶν, ἢ καὶ κατά τι τῶν ἑαυτοῦ ἕκαστον καὶ καθ’ ὅλον τὸ πᾶν. ὅπερ ὡς εὐλογώτερον πρῶτον ὑποτίθεται·2 νοητικοῦ γὰρ ὄντος τοῦ μεγέθους γνωστικὴ ἔσται καὶ ἡ τοῦ ὅλου καὶ ἡ ἑκάστου τῶν αὐτοῦ ἐνέργεια, καὶ οὐκ ἄλλων μὲν ἡ ἑκάστου τῶν αὐτοῦ ἄλλων δὲ ἡ τοῦ ὅλου (ἐπεὶ ὅμοιον ὡς εἰ του μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο), καὶ οὐδὲ τὸ ὅλον εἴσεται ἅπαν τὸ γνωστόν, ἐὰν μὴ καθ’ ἑαυτὸ καὶ πᾶν καὶ τὰ ἐξ ὧν τὸ πᾶν γινώσκῃ. εὐλογώτερον οὖν τοῦ αὐτοῦ καὶ τὸ ὅλον καὶ τῶν αὐτοῦ ἕκαστον ἢ περάτων, εἰ κατὰ σημεῖον ποιοῖτο τὴν θεωρίαν, ἢ μερῶν, εἰ κατὰ μεγέθη ἄλλοτε ἄλλα γινώσκοι. ἃ κοινῶς μόρια οὐ τὰ μεγέθη μόνον ἀλλὰ καὶ τὰ σημεῖα εἰπὼν3 ἐπέστησεν εἰ δεῖ καὶ ταῦτα μόρια λέγειν, εἶτα ἐπάγει τὰ ἑπόμενα τῇ ὑποθέσει ἄτοπα, τέως μὲν τοῖς καθ’ ἑκάστην στιγμὴν τὸ αὐτὸ νοεῖν βουλομένοις ἄλλοτε ἄλλην διὰ τὸ κατὰ κίνησιν νοεῖν.

“因为作为一个量度,它究竟将如何思想呢?是通过整体,还是在它自身的任何一个部分之中?” 理性灵魂的纯粹活动——正如宇宙灵魂的活动始终是的那样,而我们的灵魂的活动在不运用感觉也不运用表象时有时也是如此——由于甚至不向身体或任何身体性的形式伸展,而是向脱离身体的事物伸展,甚至也不把身体用作工具或以任何方式起协同作用者,无延展地作用于这类并非依照量度式的连续性而被统一的被认识对象;因此思想在这一方面也不是连续的,而是始终依据诸项而止步。而进行思想者自身更远不可能是量度。因为被思想者无延展地是一;而进行思想者若是一个量度,它要么依其整个自身认识被认识对象,要么依其自身的某一部分认识。如果依其整体,要么以整体认识整体,以其各部分或界限认识较局部的特性,要么以整体也把握被认识的各项;如果依其自身的某一部分,要么依诸点,要么依在量度上较小的部分,并且要么各部分与各界限都认识整体,要么每一部分认识较局部的特性而整体依照整体认识全部,要么既依其自身的每一项又依照整体[而认识]全部。后一种情况正是他首先作为更合乎道理者而假定的。因为如果该量度具有思想能力,则整体的活动与其各部分的活动都将具有认识能力,并且绝不是其各部分的活动认识某些事物而整体的活动认识另一些事物(因为这就如同若我感知到某一事物而你感知到另一事物一样),而且整体若不依其自身既认识全部又认识构成全部的诸要素,整体也不会认识被认识对象的全部。因此,无论是其各界限(如果它依点来进行观照),还是其各部分(如果它依相继不同的量度来认识),整体与它的各部分都认识同一事物,这乃是更合乎道理的。亚里士多德统称这些为“部分”,不仅包括诸量度而且包括诸点,并提示是否也应将这些[点]称为部分,随后便引出了随这一假设而来的荒谬后果,眼下是针对那些试图通过依照运动进行思想而依照每一个点、相继依不同的点来思想同一事物的人。

语法注3 条
  1. 1.83Ἡ καθαρὰ τῆς λογικῆς ψυχῆς ἐνέργεια

    句首的主格短语 Ἡ καθαρὰ τῆς λογικῆς ψυχῆς ἐνέργεια 引出一个包含插入性比较从句(οἵα ἀεὶ μὲν...)、原因短语(διὰ τὸ μηδέ...)以及分词短语(ἀδιαστάτως... προσβάλλουσα)的长句结构。它跨越插入从句与原因短语,在句法上充当主句定式动词 χρῆται(οὐδὲ ὡς ὀργάνῳ χρῆται...)的主语,并与分词 προσβάλλουσα 保持一致,进而引出后文 διὸ οὐδὲ νόησις... 的结论。

  2. 1.83ὅπερ ὡς εὐλογώτερον πρῶτον ὑποτίθεται

    关系代名词 ὅπερ 指向前文并列抉择中的最后一项,即整体作为整体认识全部、各部分亦各自认识的结合假定。中动动词 ὑποτίθεται(以宾格 ὅπερ 为直接宾语)省略的主语指亚里士多德,整个分句意为“这正是他首先作为更合乎道理者而假定的”。

  3. 1.83ἃ κοινῶς μόρια οὐ τὰ μεγέθη μόνον ἀλλὰ καὶ τὰ σημεῖα εἰπών

    分词 εἰπών 的直接宾语为关系代名词 ἃ,而其后的名词短语 οὐ τὰ μεγέθη μόνον ἀλλὰ καὶ τὰ σημεῖα 是对 ἃ 的同格具体阐明,κοινῶς μόρια 作谓述宾格,全句构造成“在统称这些——不仅是量度而且是点——为‘部分’之后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:42.36-43.25