- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:41.30-42.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将理智及其固有活动思想规定为“一且连续的”(407a6)这一观点,辛普利丘阐明思想的统一性并非基于身体性的延展,而是基于不可分的把握以及论证展开的统一,并进而区分了超越性理智与人类理性理智的连续性特征。
" Ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς ὥσπερ καὶ ἡ νόησις." Ἑπομένως τῷ Πλάτωνι ἐκ τῶν ἐνεργειῶν τὴν οὐσίαν πιστοῦται καὶ μάλιστα ἐπὶ τῶν ἀσωμάτων, ὧν οὔτε σχῆμα οὔτε χρῶμα, ἐξ ὧν καὶ αὐτῶν ἐνίοτε μὲν ἐπὶ τὴν οὐσίαν ἡ ἀναφορά. ἐνέργεια δὲ νοῦ ἡ νόησις, μία μέν, ἐπειδὴ καὶ πᾶν τὸ ὁπωσοῦν ὂν καὶ ἕν ἐστιν, οὐ κατὰ τὴν μεριστὴν δὲ διάστασιν ὑπάρχει μία, ἐν ᾗ οὔτε τὸ ὅλον οὔτε μέρος ὁτιοῦν ὁμοῦ πᾶν, ἀλλὰ κἂν σμικρόν τι λάβῃς, ὡδὶ καὶ ὡδὶ ἢ ἄλλοτε καὶ ἄλλοτε ἔχει γινόμενα τὰ ἑαυτοῦ μόρια. οὐ τοιαύτη δὲ ἡ νόησις, ἀλλ’ ἢ οὕτω μία ὡς ἀμερής, καθάπερ ἡ τοῦ ἐξῃρημένου τῆς ψυχῆς νοῦ, ἅμα πάντα αἱροῦσα τὰ ὄντα καὶ οὖσα ἀμετάβατος, καὶ καθάπερ ἡ ἡμετέρα τῶν εἰδητικῶν ὅρων γνῶσις οὐ κατὰ πάντα ἅμα ἐστὶν ἀλλὰ καθ’ ἕκαστον εἶδος, μετὰ τὴν ἀνάδειξιν τῶν μερικωτέρων ἰδιοτήτων εἰς τὴν τοῦ ὅλου θέαν ἀμερίστως ὡς οἷόν τε αὕτη συμπτυσσομένη πως ἡ λογικὴ γνῶσις τῶν τε προτάσεων καὶ τῶν συλλογισμῶν, ἀναπτυσσομένη τε εἰς τοὺς μερικωτέρους τῶν προτάσεων ὅρους, καὶ ἰδίᾳ μὲν τὸν ὑποκείμενον ἰδίᾳ δὲ τὸν κατηγορούμενον γινώσκουσα καὶ αὖθις συντιθεῖσα καὶ ὡς ἓν τὸ συναμφότερον συνεπτυγμένως θεωμένη, καὶ οὕτως ἐφεξῆς, καὶ τέλος τὸν ὅλον συλλογισμὸν εἰς ἓν συμπεραίνουσα, οὐ κατὰ τὴν σωματικὴν καὶ μεριστὴν μεταβαίνουσα μεταβολήν.1 αὕτη μὲν γὰρ οὔτε κατὰ μέρος ὁτιοῦν οὔτε κατὰ τὸ ὅλον τὸ ὁμοῦ πᾶν εἶχεν· ἡ δὲ λογικὴ ἡμῶν γνῶσις καθ’ ὅρους ἀεὶ βαίνει, τά τε μέρη τῶν προτάσεων σκοποῦσα καὶ τὴν ὅλην συλλαμβάνουσα πρότασιν, καὶ τὸν ὅλον συναιροῦσα συλλογισμόν, καὶ ἔτι μᾶλλον ἀπὸ τῶν λόγων εἰς τὸ εἶδος ἀνατεινομένη, καὶ μεταβαίνουσα οὐ κατὰ τὴν μεγεθικὴν ἢ συνεχῆ διάστασιν, ἀλλὰ μᾶλλον ὡς οἱ ἀριθμοῦντες ἐκ μονάδος εἰς μονάδα ἑτέραν, ὡς ἀμέριστον καθ’ ἕκαστον εἶναι ἐνέργειαν, ἐπειδὴ καὶ ἕκαστον νόημα ἀμερὲς ὁμοῦ γινωσκόμενον, τὸ ζῷον καὶ πάλιν τὸ λογικὸν καὶ τὸ θνητὸν αὖ καὶ τὸ ἐκ πάντων ὡς ἕν. ὁ γὰρ νοῦς φησιν εἷς καὶ συνεχής, διότι ὁ μὲν τῆς ψυχῆς ἐξῃρημένος νοῦς εἷς ὡς ἀμερής, ἡ δὲ λογικὴ ἡμῶν οὐσία διὰ τὴν ἀνέλιξιν οὕτω μία ὡς εἰς συνέχειαν ἐκτεινομένη, οὐ τὴν οἵα ἡ μεγεθική, ἀλλὰ τὴν χαλάσασαν τὸ καθαρῶς τῶν εἰδῶν ἀμέριστον. ὥσπερ καὶ ἡ νόησις· διότι ὥσπερ ἔχει ἡ ἐνέργεια, οὕτω καὶ ἡ οὐσία. ἡ δὲ νόησις τὰ νοήματα οὖσα, ἅπερ τῷ ἐφεξῆς ἑνίζεται ὡς ὁ ἀριθμὸς ἐκ διῃρημένων ὑπάρχων, ἀλλ’ οὐχ ὡς τὸ μέγεθος, οὐδ’ ἂν αὐτὴ εἴη διαστατή· οὐδὲ ὁ νοῦς οὕτω συνεχὴς ὡς τὸ μέγεθος καὶ τὰ διαστήματα, ἀλλ’ ἤτοι ἀμερὴς ἢ οὐχ ὡς τὸ μέγεθος συνεχής, ἐπειδὴ νοῦς καὶ τὸ ἄυλον εἶδος καὶ ἡ λογικὴ οὐσία. ἀλλ’ ὁ μὲν παντελῶς ἀμερής, ἡ δὲ ἐν διαστάσει πως διὰ τὴν ἀνέλιξιν καὶ τὸν χαλασμόν, ἀλλ’ οὐχ ὡς μεγεθικὴν ἴσχουσα τὴν συνέχειαν καθάπερ τὰ σώματα. ὡς γὰρ τῶν ἀύλων ὑφεῖται εἰδῶν, οὕτω καὶ τῆς σωματικῆς διαστάσεως ὑπέρῃρται. δι’ ὧν τὴν μεταξὺ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐκφαίνει διὰ τοῦ ἢ οὐχ ὡς τὸ μέγεθος συνεχής, ὡς διὰ τοῦ ἢ ἀμερὴς τὸν ἄυλον καὶ ὑπὲρ ψυχὴν νοῦν,2 ἐπεὶ καὶ ὁ μετεχόμενος ὑπὸ ψυχῆς μεταξύ· οὐ γὰρ ἀσύμμετρος ὑπὸ ψυχῆς μετείχετο.
“但理智是一且连续的,正如思想也是如此。” 遵循柏拉图,他[亚里士多德]从活动来证实实体,尤其对于那些既无形状也无颜色的无形体之物,尽管有时也会从形状和颜色本身向实体溯及。理智的活动就是思想,思想是一(因为凡以任何方式存在的事物也都是一);但它并不是依照可分的延展而为一,在那种延展中,无论是整体还是任何部分都不是同时全体存在的,而是即便你取一个极小的东西,它的各部分也是以这样或那样的方式、或者在不同时刻相继生成的。但思想并非如此,而是要么如不可分者那样为一,犹如超越于灵魂的理智的思想,它同时把握一切存在者且是非推移性的;要么正如我们对形式定义的认识并非对所有事物同时成立,而是依每一形式成立一样,我们关于命题与推论的理性认识在展示了较局部的特性之后,尽可能不可分地向着对整体的观照而折叠聚合,并且向着命题的较局部各项展开,分别认识主词和谓词,又将它们结合并将结合体以聚合的方式视为一,如此循序渐进,最终将整个推论结论为一,而不是按照身体性的、可分的变异而推移。因为身体性变异无论在任何部分还是在整体中都不具备“同时全体”;而我们的理性认识总是按项前进,考察命题的各个部分,把握整个命题,统合整个推论,进而更从论述向形式升华,其推移不是依照量度式的或连续的延展,而是更像计数者从一个单位推移到另一个单位,从而在每一情形下都是不可分的活动,因为每一个思想内容也是同时被不可分地认识的,如“动物”,又如“理性的”,再如“有朽的”,以及由这一切构成的作为“一”的事物。因为他说理智“是一且连续的”,是因为超越于灵魂的理智作为不可分者是一,而我们的理性实体由于其展开,乃是作为延伸进入连续性而为一——这种连续性不是如量度般的那种,而是松弛了形式之纯粹不可分性的连续性。“正如思想也是如此”:因为活动如何,实体亦如何。而思想既然是诸思想内容,这些思想内容通过相续而被统一,就像数由离散的单位构成一样,而不是像量度那样,因此思想自身也不会是延展的;理智也不会如量度与间距那样是连续的,而是要么不可分,要么不像量度那样连续,因为理智既是非质料的形式,也是理性实体。然而前者完全是不可分的,后者因其展开与松弛在某种意义上处于延展之中,但并不像物体那样具有量度式的连续性。正如它低于非质料的形式,它同样也高于物体的延展。通过这些,他借着“或者不像量度那样连续”显明了在不可分实体与在物体周围被分割的实体之间的中介者,正如借着“或者不可分”显明了非质料且在灵魂之上的理智,因为被灵魂所分有的也正是中介者;因为不能与灵魂相称的事物是不会被灵魂分有的。
- 1.82αὕτη συμπτυσσομένη πως ἡ λογικὴ γνῶσις ... οὐ κατὰ τὴν σωματικὴν καὶ μεριστὴν μεταβαίνουσα μεταβολήν
主语“这一理性认识”(αὕτη ... ἡ λογικὴ γνῶσις)在介词短语 μετὰ τὴν ἀνάδειξιν... 之后,统辖着一系列平行的分词(συμπτυσσομένη、ἀναπτυσσομένη、γινώσκουσα、συντιθεῖσα、θεωμένη、συμπεραίνουσα、μεταβαίνουσα)。它构成了阐释思想(νόησις)之单一性对比结构的后半部分(超越性理智的不可分把握与通过命题、推论的人类推移性认识),句中分词连缀而没有转化为独立的限定动词。
- 1.82δι’ ὧν τὴν μεταξὺ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐκφαίνει διὰ τοῦ ἢ οὐχ ὡς τὸ μέγεθος συνεχής, ὡς διὰ τοῦ ἢ ἀμερὴς τὸν ἄυλον καὶ ὑπὲρ ψυχὴν νοῦν
谓词动词 ἐκφαίνει 以亚里士多德(或论证本身)为主语,并带有两个宾格宾语(τὴν μεταξὺ [οὐσίαν] 与 τὸν ἄυλον καὶ ὑπὲρ ψυχὴν νοῦν)。每一个宾语都对应着一个表示引文手段的 διὰ τοῦ 介词短语;在由 ὡς 引导的后半分句中,动词 ἐκφαίνει 被承前省略(“正如借着‘或者不可分’[显明了]非质料的理智一样”)。
