- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:41.7-41.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚里士多德此前如何证明了一切灵魂的非实体性,并指出此处讨论特别针对理性灵魂(理智),旨在阐明它绝非空间性量度或圆周运动。
" Πρῶτον μὲν οὖν οὐ καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι." Καὶ ἤδη πᾶσαν ψυχὴν ἀσώματον δεδειχὼς διὰ τὸ σωμάτων μὲν οἰκείας ἐνεργείας εἶναι τὰς κινήσεις, ψυχῇ δὲ μηδεμίαν προσήκειν τήν γε μεριστὴν καὶ συνεχῆ, ἅτε μὴ ἐν τόπῳ οὔσῃ, ὡς δηλοῖ ἡ δι’ ὅλου τοῦ σώματος αὐτῆς παρουσία καὶ ἡ ὅλη ἐν ἑκάστῳ μέρει (ὅπερ ἐναργὲς ἐπὶ τῆς ἁπτικῆς γίνεται αἰσθήσεως), καὶ ἅτε ὀφειλούσης μὲν τῆς τῶν θνητῶν ψυχῆς καὶ βίαιόν τινα κινεῖσθαι κίνησιν, εἴπερ ὅλως κινεῖται, τῷ δὲ ἑκουσίῳ καὶ αὐθορμήτῳ τῆς ζωῆς εἴδει ἀντικειμένως ἔχειν τὸ βίαιον· καὶ ὡς ἐξηλλαγμένης φύσει τῆς ζωτικῆς οὔσης παρουσίας παρὰ τὴν τοπικήν (τῷ γὰρ τεθνεῶτι ζωτικῶς μὲν παραγενέσθαι τὴν ψυχὴν ἀδύνατον, τοπικῶς δὲ ἦν ἂν δυνατόν, εἴ γε κατὰ τόπον ἐκινεῖτο· ἀνάγκη δὲ ἦν οὕτω κινεῖσθαι διὰ τὸ ὁμοίως ἂν κινεῖσθαι αὐτὴν τῷ ὑπ’ αὐτῆς κινουμένῳ σώματι, εἰ τῷ κινεῖσθαι μερικῶς ἐκίνει· τοπικὴ δὲ ἡ ἐνδιδομένη ὑπ’ αὐτῆς τῷ σώματι κίνησις)· καὶ ὡς μηδὲ τῆς αἰσθητικῆς ἀλλοιώσεως, ἣ ἂν μάλιστα δόξειεν εἶναι, τῆς ψυχῆς ἀλλὰ τοῦ αἰσθητηρίου 〈οὔσης〉· καὶ ὡς ζωῆς μὲν πάσης οὔσης ψυχῆς κατ’ οὐσίαν, τῆς δὲ οὐσιώδους κινήσεως κατ’ οὐσίαν οὔσης ἐκστάσεως, τοὐναντίον δὲ τῆς ζωῆς καὶ τὸ σῶμα συνεχούσης μονίμως, ἕως ἂν αὐτῷ παρῇ· διὰ μὲν οὖν τούτων καὶ πᾶσαν ψυχὴν ἀσώματον ἔδειξε,1 διὰ δὲ τῶν προκειμένων ἰδίως τὴν λογικήν, ἣν νοῦν καλεῖ, ὡς αὐτὸς δηλοῖ, ἀντιδιαιρῶν αὐτὴν πρὸς τὴν αἰσθητικὴν καὶ ἐπιθυμητικήν, ἥτις οὐδὲ κατὰ τοὺς Πυθαγορείους ἔσται κύκλος,2 ὡς μὴ πρὸς ἑαυτὴν ἐπιστρέφουσα, ὅπερ τῶν λογικῶν ψυχῶν ἴδιον.
“首先,说灵魂是一种量度是不妥当的。” 而且,他已经表明一切灵魂都是非物体的,这是由于运动乃是物体的固有活动,而至少被分割且连续的运动绝不属于灵魂,因为灵魂不在位置之中——正如它贯穿整个身体的临在以及在各个部分中作为整体的[临在]所显明的(这一点在触觉上变得昭然若揭)——,并且既然有朽者的灵魂若真有运动,也必定被施以某种强力的运动,但强力之物与生命自愿且自发的形态是相互对立的;并且因为生命的临在天然有别于位置的临在(因为灵魂在生命上临在于已死之物是不可能的,但若它确实依照位置运动,则在位置上[临在]本是可能的;而且由于它若以部分被运动的方式引起运动,便会以类似于被它推动的物体的方式运动,因此它本来必定这样运动;而由它赋予身体的运动乃是位置运动);并且因为即便最可能被认为是[灵魂之运动]的感觉性变质,也不属于灵魂,而是属于感觉器官;并且因为一切灵魂在本质上都是生命,而本质性的运动在本质上乃是一种偏离,相反,生命只要临在于身体,就会持续地维系身体;——因此,通过这些论据,他[亚里士多德]表明了一切灵魂也都是非物体的,而通过当前摆在面前的讨论,正如他自己所表明的那样,他特别将他称为理智的理性[灵魂]与感觉和欲望的[灵魂]相对区分开来,以此特别[表明理性灵魂也是非物体的、非量度的];而后一种灵魂即使依照毕达哥拉斯学派的看法也不会是一个圆,因为它并不向自身复归,而这种复归正是理性灵魂特有的。
- 1.81Καὶ ἤδη πᾶσαν ψυχὴν ἀσώματον δεδειχὼς ... διὰ μὲν οὖν τούτων καὶ πᾶσαν ψυχὴν ἀσώματον ἔδειξε
句首的主格分词 δεδειχὼς(指亚里士多德)引出一连串长大的原因短语和插入解释,随后通过带有主要动词的短语 διὰ μὲν οὖν τούτων καὶ πᾶσαν ψυχὴν ἀσώματον ἔδειξε 对其进行了接续与收束(复述性破格/复指照应结构)。
- 1.81ἥτις οὐδὲ κατὰ τοὺς Πυθαγορείους ἔσται κύκλος
关系代词 ἥτις 的先行词是前文的“感觉和欲望的[灵魂]”(τὴν αἰσθητικὴν καὶ ἐπιθυμητικήν)。此处给出了对比性理由:唯有理性灵魂(理智)具备向自身复归的能力,因而能以圆周为象征;而非理性的机能并不向自身复归,故即便在毕达哥拉斯学派的象征说中也不能被视为圆。
