← 辛普里丘

亚里士多德《论灵魂》注释

§40.1-41.6

蒂迈欧篇中灵魂运动说的象征解读

针对亚里士多德反驳《蒂迈欧篇》关于灵魂运动的学说(406b25),辛普里丘阐释了柏拉图借用几何图形等数学符号表达灵魂的中介性、展开的生命以及对天球的统摄这一意图,并指出亚里士多德的反驳旨在防止人们将灵魂误解为物体性或具广延的量度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.80

" Τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Τίμαιος φυσιολογεῖ τὴν ψυχὴν κινεῖν τὸ σῶμα." Διὰ τῶν μαθημάτων συμβολικῶς εἰωθότων τῶν Πυθαγορείων τά τε περὶ τῶν ὑπερφυῶν καὶ τὰ περὶ τῆς ψυχῆς τε καὶ τὰ φυσικὰ φιλοσοφεῖν, καὶ ὁ Πλάτων Πυθαγόρειον ἄνδρα τὸν Τίμαιον ὑποκρινόμενος ὡς τοῖς ἁπλοῖς σώμασι τὰ πέντε ἀποδίδωσι στερεὰ εὐθύγραμμα σχήματα, οὕτω καὶ τὴν τῆς ψυχῆς τοῦ παντὸς οὐσίαν διά τε εὐθειῶν καὶ τῶν κύκλῳ καμπτομένων γραμμῶν ἐμφαίνει,1 ἵνα ἅμα μὲν τὴν μεσότητα αὐτῆς τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐνδείξηται, ὡς καὶ ἡ γραμμὴ μέση τοῦ τε σημείου καὶ τῶν στερεῶν, ἅμα δὲ τὴν προσεχεστέραν τῷ νῷ ὑπόβασιν· καὶ ἔτι τὴν προϊοῦσάν τε ἀφ’ ἑαυτῆς ἀδιάστροφον πρόοδον, ὃ ἡ εὐθεῖα σημαίνει, καὶ τὴν εἰς ἑαυτὴν ἐπιστροφὴν διὰ τῆς κύκλῳ κάμψεως, ὥσπερ δὴ διὰ τῆς εἰς δύο τῆς μιᾶς εὐθείας σχίσεως καὶ τῆς αὖ εἰς ἑπτὰ τῆς ἐνδοτέρω τὴν αἰτιώδη τῶν οὐρανίων σφαιρῶν κατὰ τὴν οἰκείαν μεσότητα περίληψιν· οὐ γὰρ ὡς ὁ νοῦς ἀμερίστως, ἀλλ’ ὡς ψυχὴ κατὰ ἀνέλιξιν, ἧς αἱ κυκλικαὶ γραμμαὶ σύμβολα, ὥσπερ ἡ τῶν γραμμῶν τούτων κίνησις τῆς ψυχικῆς ζωῆς. καὶ γὰρ εἰ καὶ ὁ νοῦς κινεῖ τὸν οὐρανόν, ἀλλὰ σὺν τῇ ψυχῇ, ἥτις διὰ τῆς ἰδίας ἀνειλιγμένης ζωῆς ὡς μέσης προάγει τὴν ἀμέριστον τοῦ νοῦ κινητικὴν ἐνέργειαν εἰς τὴν συνεχῆ καὶ μεριστὴν τοῦ οὐρανοῦ ἐνέργειαν· ἣν μόνην ὁ φιλόσοφος οὗτος προσαγορεύων κίνησιν καὶ πρὸς τὸν Τίμαιον ἀντιλέγει ὡς μεριστὴν καὶ διάστασιν καὶ ἐνέργειαν τῇ ψυχῇ ἀπονέμοντα, ἵνα μὴ ἡμεῖς τῇ συνήθει τῶν ὀνομάτων χρήσει ἑπόμενοι, οὕτω καὶ τὰ Πλάτωνος ἐκδεχόμενοι ἢ μέγεθός τι δοξάζωμεν τὴν ψυχὴν ἢ σωματικῶς κινεῖσθαι. καὶ ἡ πρὸς τὸ σῶμα δὲ αὐτῆς συμπλοκὴ δῆλον ὡς οὐ τοπικῶς ἀκουστέα, ἀλλὰ κατὰ τὴν δι’ ὅλου αὐτοῦ καὶ κατ’ οὐσίαν προσεχῆ παρουσίαν. ἡ δὲ ἐκ τῶν στοιχείων σύστασις τὴν ἐκ τῆς οὐσίας καὶ ταὐτοῦ καὶ θατέρου καὶ ὅλως τὴν τῶν κοινῇ τῶν ὄντων ᾗ ὄντα συστατικῶν ἰδιοτήτων δηλοῖ συμπλήρωσιν, ἰδιοτρόπως καὶ ταύτην ἐπὶ τῆς ψυχῆς παρειλημμένην· ἐκ πασῶν μὲν γὰρ τῶν κοινῶν ἅπαντα τὰ ὄντα, ἀλλ’ οἰκείως ἕκαστα καθ’ ἣν ἔλαχε τάξιν. ὁ μὲν γὰρ νοῦς ἐκ τῶν ἀμερίστων, αἱ δὲ σωματοειδεῖς ζωαὶ ἐκ τῶν περὶ τὰ σώματα μεριζομένων, ἡ δὲ ψυχὴ ἐκ τῶν μεταξύ. πάλιν ὁ κατὰ ἁρμονικοὺς ἀριθμοὺς μερισμὸς τὴν τῶν ἐν αὐτῇ πάντων λόγων ὑπόστασιν2 καὶ τὸν τῆς ὑποστάσεως τρόπον, εἰς μερισμόν τε ὑποφερόμενον καὶ εἰς τὸ ἀμέριστον συναγόμενον, καὶ διὰ τοῦτο κατὰ ἁρμονίαν μεριζόμενον τῶν ἀριθμῶν. ἡ γὰρ ἁρμονία διὰ τῆς συμφωνίας τῆς συναγωγῆς δηλωτικὴ τῶν κατ’ ἰδιότητας διαφόρους ἱσταμένων λόγων· οἱ γὰρ ἀριθμοὶ τῶν ἰδιοτήτων εἰσὶ σημαντικοί. τοῖς δὲ λόγοις ἑαυτῆς ἡ ψυχὴ καὶ κινεῖ τὸν οὐρανὸν ἐναρμόνιον φορὰν καὶ γινώσκει τήν τε ἐν τοῖς ὑπερτέροις καὶ τὴν ἐν τοῖς ὑφειμένοις ἁρμονίαν, ὅτι καὶ τοῖς κρείττοσι κατὰ συνέχειαν συνάπτονται καὶ τῶν ὑφειμένων εἰσὶν αἴτιοι. ὡς οὔσας τὰς οὐρανίους φορὰς τὰς τῆς ψυχῆς κινήσεις·3 ἐπειδὴ φαντασίαν παρέχονται αἱ κυκλικαὶ κινήσεις ὡς ὅμοιαι ταῖς σφαιρικαῖς φοραῖς. ὅπερ καὶ ἐλέγχει, διὰ τῶν ἐλέγχων καὶ ὅτι ἀσώματος ἡ ψυχὴ δεικνύς, καὶ ὅτι ἐνέργειαν ἔχει οὐ κατὰ συνέχειαν μεριζομένην. αὕτη γὰρ σώμασι προσήκει ὡς καὶ οὐσιωμένοις κατὰ διάστασιν, τῇ δὲ ψυχῇ καὶ μάλιστα τῇ τοῦ παντὸς οὐδαμῶς.

“以同样的方式,《蒂迈欧篇》也对灵魂推动身体作出了自然学式的阐述。” 由于毕达哥拉斯学派的人习惯于通过数学对象象征性地对超自然事物、灵魂事物以及自然事物进行哲学探讨,柏拉图借毕达哥拉斯主义者蒂迈欧之口,正如将五种直线立体图形分配给简单物体一样,同样也通过直线以及弯曲成圆的线条来显明全宇宙灵魂的本质,以便一方面指出它处于不可分的本质与围绕物体被分割的本质之间的中介性(正如线也是点与立体之间的中介一样),另一方面指出它更加贴近理智的降下;并且进一步表明从自身出发的无歪曲的行进(这正是直线所表示的),以及通过圆弧弯曲而向自身的复归,正如通过将一条直线一分为二以及将内侧线条再次一分为七,表明依照其特有的中介性对天球的原因性包容。因为灵魂并非像理智那样不可分地包容,而是作为灵魂依照展开而包容,圆线条便是这种展开的象征,正如这些线条的运动乃是灵魂生命的象征一样。因为纵使理智推动天空,也是与灵魂一同推动的,灵魂通过自身作为中介的展开的生命,将理智不可分的推动活动引向天空连续且被分割的活动之中。这位哲学家[亚里士多德]唯独将这种[活动]称为运动,因而反驳《蒂迈欧篇》,指责它将被分割的广延与活动赋予了灵魂,以免我们依循语词的习惯用法并以此方式理解柏拉图的学说,从而以为灵魂是某种量度或以物体的方式被运动。而且灵魂与身体的交织显然不应在位置上被理解,而应依据它贯穿整个身体并在本质上的直接临在来理解。至于由元素构成的组合,则表明由本质、同一性与差异性构成的充实,以及总体上由存在者作为存在者所共同具有的构成性特性的充实,这种充实在灵魂这里也是以独特的方式被采纳的。因为一切存在者固然都来自所有这些共同特性,但各自依其所获得的位序而恰当地形成:理智来自不可分者,具身体性的生命来自围绕物体被分割者,而灵魂则来自中介者。再次,依照谐音数所作的分割表明灵魂中所有理则(逻各斯)的建立及其建立方式——既下沉入分割之中又被汇集入不可分者之中,因而依照数的谐音被分割。因为谐音通过协和音表明了依照不同特性而立的诸理则的汇聚;因为数是特性的指示者。灵魂通过自身的理则,既推动天空作和谐的位移运动,也认识较高者之中的谐音与较低者之中的谐音,因为诸理则既连续地与更优者结合,又是较低者的原因。[亚里士多德的反驳乃是]基于天体的位移运动就是灵魂的运动[这一看法],因为圆周运动给人以类似于球面位移运动的外观。而这正是他所反驳的,他通过这些反驳表明灵魂是非物体的,并且它所拥有的活动不是连续被分割的。因为这种活动只适合于依照广延获得本质的物体,而绝不属于灵魂,尤其是全宇宙的灵魂。

语法注3 条
  1. 1.80Διὰ τῶν μαθημάτων συμβολικῶς εἰωθότων τῶν Πυθαγορείων ... ἐμφαίνει

    开头的属格短语 Διὰ τῶν μαθημάτων συμβολικῶς εἰωθότων τῶν Πυθαγορείων ... φιλοσοφεῖν 为独立属格结构,表原因。主句为 καὶ ὁ Πλάτων ... οὕτω καὶ ... ἐμφαίνει,由相关连词 ὡς ... οὕτω καί(正如……同样也……)构成类比,将给物体分配立体几何图形与给宇宙灵魂分配直线和圆弧对应起来。

  2. 1.80πάλιν ὁ κατὰ ἁρμονικοὺς ἀριθμοὺς μερισμὸς τὴν τῶν ἐν αὐτῇ πάντων λόγων ὑπόστασιν

    主语 ὁ κατὰ ἁρμονικοὺς ἀριθμοὺς μερισμός 缺乏显式的谓语动词。此处承前省略了动词 δηλοῖ(或 ἐμφαίνει),其后的宾格短语 τὴν ... ὑπόστασιν καὶ τὸν ... τρόπον 作其宾语。

  3. 1.80ὡς οὔσας τὰς οὐρανίους φορὰς τὰς τῆς ψυχῆς κινήσεις

    由 ὡς 引导的带分词 οὔσας 的宾格独立结构(accusative absolute)。它在结构上补充说明前文 ἀντιλέγει(反驳)所针对的前提主张,即把天体的位移运动当作好像就是灵魂自身的运动一样。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:40.1-41.6