← 辛普里丘

亚里士多德《论灵魂》注释

§38.22-39.39

作为脱离本质的运动与对德谟克利特的批判

亚里士多德通过将运动定义为对本质的脱离来诘难灵魂的自运,辛普利丘阐明了亚里士多德与柏拉图在运动概念上的差异,并详细解释了对德谟克利特原子论式身体运动论的驳斥(406b12–406b24)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.78

" Ὥστε εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καὶ ἡ ψυχὴ ἐξίσταιτο ἂν ἐκ τῆς οὐσίας, εἰ μὴ κατὰ συμβεβηκὸς αὑτὴν κινεῖ, ἀλλ’ ἔστιν ἡ κίνησις τῆς οὐσίας αὐτῆς καθ’ αὑτήν." Ἐν μεταβολῇ γὰρ πᾶσα κίνησις· τὸ δὲ μεταβάλλον πᾶν ἐξίσταται πάντως τοῦ ἐν ᾧ πρότερον ἦν, ὥστε καθ’ ὃ ἂν γίνοιτο γένος ἡ κίνησις, κατὰ τοῦτο ἐξίστασθαι τὸ κινούμενον, οἷον κατὰ ποσὸν ἢ κατὰ ποιόν, καὶ κατ’ οὐσίαν ἄρα. ἐὰν οὖν καὶ ἡ ψυχικὴ οὐσία μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὴν κινῆται, ἐκστήσεται κατ’ οὐσίαν, ὡς φθείρεσθαι ἢ γίνεσθαι· τοιαῦται γὰρ αἱ οὐσιώδεις μεταβολαί. κατὰ συμβεβηκὸς δὲ ἡ οὐσία κινεῖται ἢ τῷ ἐν ἑτέρῳ καθ’ αὑτὸ κινουμένῳ εἶναι, ἢ τῷ μὴ κατ’ οὐσίαν ἀλλὰ κατὰ πάθος ἢ κατὰ ἄλλην συμβεβηκυῖαν μεταβάλλειν κατηγορίαν. διὰ μὲν οὖν τὸ ἐν ᾧ ἐστι σῶμα κινοῖτο ἂν κατὰ συμβεβηκὸς ἡ ψυχή, οὐ μὴν οὐδὲ τὴν κατὰ πάθος ἢ τὴν κατὰ ποσὸν ἢ τὴν ποῦ κατηγορίαν· οὔτε γὰρ ποσὸν ἡ ψυχὴ οὔτε ἐν τόπῳ, καὶ ἡ κατὰ πάθος ἐπὶ τῶν ἕξεων καὶ τῶν ἀρετῶν μεταβολὴ οὐκ ἐν τῇ ψυχῇ ἀλλ’ ἐν τῷ ζῴῳ. τὴν δὲ κατὰ τὰς αὐτῆς ἐνεργείας ἀπ’ ἄλλης εἰς ἄλλην μετάβασιν ἀθρόαν οὖσαν καὶ καθ’ ὅρους ἀεὶ γινομένην οὐ καλεῖ κίνησιν ὁ Ἀριστοτέλης, ἀλλὰ μόνην τὴν διεξοδικὴν καὶ κατὰ συνέχειαν γινομένην· ὅπου γε οὐδὲ τὰ σώματα, ὅτε ἐκ τοῦ μὴ κινεῖσθαι 〈εἰς τὸ κινεῖσθαι〉 ἢ τὸ ἀνάπαλιν μετέρχεται, λέγεται κινεῖσθαι, ἵνα μὴ κινήσεως ᾖ κίνησις.1 ὁ δὲ Πλάτων καὶ τὰς κατ’ ἐνέργειαν τῆς ψυχῆς μεταβάσεις καλεῖ κινήσεις (τοιοῦτον τὸ σκοπεῖσθαι καὶ βουλεύεσθαι), καλεῖ δὲ καὶ τὴν κατ’ οὐσίαν αὐτῆς ἀπὸ τῆς νοερᾶς καὶ ἀμερίστου οὐσίας ὑπόβασιν κίνησιν ὡς ἔκστασιν, αὐτὸ δὴ τοῦτο ὃ καὶ Ἀριστοτέλης ἀξιοῖ, τοῦ ὅρου καὶ τοῦ εἴδους· τὸν δὲ ὅρον καὶ τὸ εἶδος οὐσίαν Ἀριστοτέλης καλεῖν εἴωθεν. ἔσται οὖν ἡ ψυχὴ τῆς μὲν εἰδητικῆς οὐσίας ἔκστασις, κατ’ αὐτὴν δὲ τὴν κίνησιν οὐσιωμένη καὶ τὸ εἶναι ἔχουσα, ἀλλ’ οὐ γινομένη ἢ φθειρομένη. ἕτερον οὖν τρόπον τῆς ψυχῆς λεγομένης κινεῖσθαι κατ’ οὐσίαν τε καὶ κατὰ τὰς ἐνεργείας, καλῶς τὰς σωματικὰς ἀποδοκιμάζει ἐπ’ αὐτῆς. καὶ ὅτι πρὸς διάρθρωσιν τῶν διαφόρων τῆς κινήσεως σημαινομένων ὁ περὶ τοῦ αὐτοκινήτου αὐτῷ τείνει λόγος σαφῶς, καὶ ἤδη τὰς σωματικὰς αὐτῆς ἀποφάσκων κινήσεις ἐδήλωσε, καὶ νῦν ἱστορῶν τὰ κατὰ τὸν Δημόκριτον, καὶ οἷς δοκεῖ λέγειν ὁ Τίμαιος τὴν αὐτὴν τῇ τε ψυχῇ καὶ τῷ σώματι ἀποδίδοσθαι κίνησιν τοπικήν, ὡς δυναμένης καὶ ἑτέρως ἀκούεσθαι τῆς κινήσεως ἐπὶ ψυχῆς. ἐνίους γὰρ οὕτω φησὶ λέγειν, ὡς τῶν ἄλλων οὐχ οὕτω. σαφῆ δὲ τὰ περὶ Δημοκρίτου λεγόμενα, πλὴν ὅτι τὸν χυτὸν ἄργυρον τὸν ὑδράργυρόν φασι δηλοῦν. ἐρωτᾷ δὲ τὸν τῇ κινήσει τῶν ψυχικῶν ἀτόμων κινοῦντα τὸ σῶμα, εἰ καὶ ἠρεμίζει τὸ σῶμα ἡ ἐκείνων κίνησις·2 ὅπερ ὡς χαλεπὸν ὑποτίθεσθαι καὶ ὡς ἐναργῶς ἀδύνατον διαβάλλων οὐκέτι ὑπετίθετο τῇ τῶν ἀτόμων ἐξόδῳ ἢ ἀκινησίᾳ ἠρεμίζεσθαι τὸ σῶμα· ἡ μὲν γὰρ ἔξοδος ἀζωΐαν ἀλλ’ οὐκ ἠρέμησιν εἰσῆγε τοῦ ζῴου. τὴν δὲ ἀκινησίαν τῶν ἀτόμων οὔτε ὑπετίθεντο οἱ περὶ Δημόκριτον, ἀεικίνητα εἶναι βουλόμενοι, οὔτε δὲ δυνατὸν ὑποτίθεσθαι τῶν ἐν σώματι ψυχικῶν ἀτόμων ἀκινησίαν, διὰ τὸ μηδὲ ἄλλην τινὰ τὸ ζῷον ἢ τὴν ἐκείνων κινεῖσθαι κίνησιν.

“因此,如果一切运动就其被运动而言乃是被运动者的离弃,那么灵魂若非依偶性推动自身,而是运动就其自身属于其本质,灵魂也将脱离其本质。” 因为一切运动皆在变化之中;而一切变化之物皆全然脱离它先前所在的状态,以至于在运动依据何种范畴产生的限度内,被运动者就依据该范畴发生脱离,例如依据数量或依据性质,因而也依据本质。因此,如果灵魂的本质并非依偶性而是就自身而言被运动,它就将在本质上脱离,以至于毁灭或生成;因为本质性的变化乃是如此这般的。但本质依偶性被运动,要么是由于处于另一个就自身被运动的事物之中,要么是由于不依据本质而是依据承受或依据其他偶性范畴而发生变化。因此,由于它所处的身体,灵魂可以依偶性被运动,但绝不能依据承受的范畴、数量的范畴或位置的范畴[被运动];因为灵魂既不是数量也不在位置之中,而关于状态与德性的依据承受的变化不在灵魂之中而在动物之中。至于依据其自身活动从一种到另一种的过渡,由于是一举完成且始终依据界限产生的,亚里士多德并不将此称为运动,而唯独将逐步推进且连续产生的称为运动;甚至物体在从不运动过渡到运动或相反时,都不被称为被运动,以免出现运动的运动。但柏拉图甚至将灵魂依据活动的过渡也称为运动(考量与审议就是此类),并且也将它依据本质从理智且不可分的本质的降下称为作为脱离的运动,这正是脱离界限与形式——这也正是亚里士多德所认定的;而亚里士多德习惯于将界限与形式称为本质。于是灵魂将是对形式性本质的脱离,依照这运动本身获得本质并保有其存在,但既不生成也不毁灭。因此,既然灵魂在本质上和在活动上皆是以另一种方式被说成运动的,他关于灵魂排斥物体性运动乃是正确的。而且他关于自运者的论述显然旨在阐明运动的各种不同含义,他此前通过否定灵魂的物体性运动已经表明了这一点,而如今叙述关于德谟克利特的学说,以及《蒂迈欧篇》似乎主张将同一位置运动赋予灵魂与身体的学说,意指在灵魂的事情上运动也可以以另一种方式被理解,由此也表明了这一点。因为他说有些人是这样说的,意即其他人并非如此。关于德谟克利特所说的内容是明白的,只是人们说“流动的银”指的是水银。他向那个通过灵魂原子的运动来推动身体的人发问:那些原子的运动是否也会让身体静止?他把这作为难以设想且显然不可能的事而加以反驳,不再设想身体是通过原子的脱离或不动而静止的。因为脱离带给动物的是生命的缺失,而非静止。至于原子的不动,德谟克利特一派并未设想,他们意欲使原子永远运动,而且设想身体中灵魂原子的不动也是不可能的,因为动物所被运动的无非是那些原子的运动。

§1.79

"Ὅλως δὲ οὐχ οὕτως φαίνεται ἡ ψυχὴ κινεῖν τὸ ζῷον "Τῷ τοπικῶς κινεῖσθαι δηλαδὴ κατὰ τὰς Δημοκριτείους ὑποθέσεις, ἀλλὰ διὰ προαιρέσεως τινὸς καὶ νοήσεως· προαίρεσιν μὲν νῦν ἀντὶ τῆς ὀρέξεως εἰπών, νόησιν δὲ καλῶν καὶ τὴν φαντασίαν, ἵνα καὶ ἐπὶ τῶν ἄλλων ζῴων τὰ τῆς κινήσεως σημαίνῃ αἴτια,3 ὡς σαφέστερον ἐν τῷ τρίτῳ ἐρεῖ. ἅμα δὲ καὶ ᾐνίξατο, τίνας ὁ Πλάτων ἐκάλει ψυχικὰς κινήσεις· τὰς γὰρ ὀρέξεις τε καὶ νοήσεις ὡς ἐνεργούσας τε τὴν κατὰ συνέχειαν τῶν σωμάτων κίνησιν καὶ ὡς αὐτὰς ἀνελιττομένας οὔσας ζωάς.

“然而总体而言,灵魂似乎并不以这种方式推动动物,”显然,即并非依照德谟克利特的假说以在位置上被运动的方式,而是通过某种选择与思考[推动动物];他此时用“选择”代替“欲求”,并将“表象”也称为“思考”,以便也表明其他动物中运动的原因,正如他在第三卷中将更清楚地讲述的那样。与此同时,他也暗示了柏拉图所称的灵魂运动究竟是哪些;因为他把欲求与思考称为运动,既因为它们实施了身体的连续运动,也因为它们自身就是展开的生命。

语法注3 条
  1. 1.78ὅπου γε οὐδὲ τὰ σώματα, ὅτε ἐκ τοῦ μὴ κινεῖσθαι 〈εἰς τὸ κινεῖσθαι〉 ἢ τὸ ἀνάπαλιν μετέρχεται, λέγεται κινεῖσθαι, ἵνα μὴ κινήσεως ᾖ κίνησις.

    连词 ὅπου γε 在此非指地点,而是用作论据或理由连接词(“甚至在……情况下”)。ἵνα 分句带有否定词 μή 与虚拟式 ᾖ,表示目的或避免某种后果(“以免出现运动的运动”)。

  2. 1.78ἐρωτᾷ δὲ τὸν τῇ κινήσει τῶν ψυχικῶν ἀτόμων κινοῦντα τὸ σῶμα, εἰ καὶ ἠρεμίζει τὸ σῶμα ἡ ἐκείνων κίνησις·

    主导动词 ἐρωτᾷ 以定冠词分词 τὸν ... κινοῦντα 为直接宾语(指被质问的人),质问的内容则由间接疑问从句 εἰ καὶ ἠρεμίζει ...(“是否……也使身体静止”)引导。

  3. 1.79προαίρεσιν μὲν νῦν ἀντὶ τῆς ὀρέξεως εἰπών, νόησιν δὲ καλῶν καὶ τὴν φαντασίαν, ἵνα καὶ ἐπὶ τῶν ἄλλων ζῴων τὰ τῆς κινήσεως σημαίνῃ αἴτια

    分词 εἰπών 与 καλῶν 说明主语(亚里士多德)的行文方式(“说……来代替……”、“把……也称为……”),随后的 ἵνα 从句表示目的(“以便指示其他动物中运动的原因”),统辖了这两种措辞用意的目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:38.22-39.39