- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:37.3-38.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论灵魂》406b2–11,讨论了如果假定灵魂以其推动身体的同一位置运动而被运动所导致的荒谬后果(如死者复活),并通过与善的事物的类比解释了本质上自我运动者除依偶性外何以不可能被他者推动。
" Ὥστε καὶ ἡ ψυχὴ μεταβάλλοι ἂν κατὰ τὸ σῶμα." Τουτέστι καθάπερ σῶμα τοπικῶς ἢ ὅλη ἢ κατὰ μόρια μεθισταμένη, ἐπειδὴ φορὰ ἡ ὑπὸ ψυχῆς πρώτως τοῖς ζῴοις ἐνδιδομένη κίνησις.
“因此灵魂也会如身体一般改变位置。” 也就是说,如同身体一样在整体上或在部分上在位置上移动,因为位置移动乃是由灵魂最先赋予动物的运动。
"Εἰ δὲ τοῦτο ἐνδέχεται, καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν ἐνδέχοιτ’ ἄν." Εἰ γὰρ ἃς αὐτὴ κινεῖται καὶ τὸ σῶμα κινεῖ, καὶ τὸ ἀντίστροφον ἃς κινεῖ κινεῖται, οὐχ ἕξει ἑτέραν κίνησιν παρὰ τὰς σωματικὰς (αὗται δὲ τοπικαὶ αἱ ὑπὸ τῆς ψυχῆς τοῦ σώματος προηγουμένως), καὶ αἱ τῆς ψυχῆς ἄρα ζωτικαὶ κινήσεις ἔσονται τοπικαί, ὡς κατὰ μόνην μὲν τὴν τοπικὴν ἔνδοθεν αὐτὴν παροῦσαν ζῆν, κατὰ μόνην δὲ τὴν ἔξοδον ἀποθνήσκειν.1 ᾧ ἕπεται τὸ ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζῴων, τοπικῶς τε δυναμένης κινεῖσθαι τῆς ψυχῆς καὶ εἰσιέναι τε καὶ ἐξιέναι.
“如果这是可能的,那么它脱离之后再次进入也将是可能的。” 因为如果它推动身体进行那些它自身也被运动的运动,反过来它也被运动以那些它所推动的运动,那么除了物体性的运动之外,它将没有其他运动(而身体由灵魂首要推动的那些运动乃是位置运动),因此灵魂的生命运动也将是位置性的,以至于唯独依凭它自身在内部的位置性临在而活着,唯独依凭其离开而死去。随之而来的结论是死去的动物会复活,因为灵魂能够在位置上运动,既能进入也能脱离。
"Τὴν δὲ κατὰ συμβεβηκὸς κίνησιν κἂν ὑφ’ ἑτέρου κινοῖτο." Καθ’ αὑτὴν μὲν ἀκίνητον βουλόμενος εἶναι τὴν ψυχήν, ἅτε μόνας τὰς σωματικὰς προσαγορεύων κινήσεις, κατὰ συμβεβηκὸς δὲ * * τῷ ἐν κινουμένῳ εἶναι σώματι, καὶ ὑφ’ ἑαυτῆς λέγει οὕτω κινεῖσθαι αὐτὴν καὶ ὑφ’ ἑτέρου· καὶ γὰρ ὑπ’ αὐτῆς κινεῖται τὸ σῶμα καὶ ὑπό τινος ἂν ἄλλου κινηθείη βίᾳ.
“然而依偶性运动而言,它也可以被他者推动。” 由于他意欲使灵魂自身是不动的,唯独将物体性的运动称为运动,但[允许它]通过处于被运动的身体之中而依偶性[运动],所以他说灵魂如此这般既被自身推动也被他者推动;因为身体被它推动,也可能被某种他物强制地推动。
"Οὐ δεῖ δὲ ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι πλὴν κατὰ συμβεβηκός.2" Καὶ τὸ κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ ὑφ’ ἑτέρου κινούμενον δῆλον ὡς οὐχ, ᾗ ὑφ’ ἑαυτοῦ, ταύτῃ καὶ ὑφ’ ἑτέρου. καὶ ἔτι ἐναργέστερον τὸ φύσει καὶ καθ’ ἑαυτό, ὅπερ τὸ ἐν τῇ οὐσίᾳ δηλοῖ, ὑφ’ ἑαυτοῦ κινούμενον, ᾗ ὑφ’ ἑαυτοῦ κινεῖται, οὐχ ὑπ’ ἄλλου κινεῖται, πλὴν εἰ κατὰ συμβεβηκός. εἰ μὲν γὰρ ἑτέραν ὑφ’ ἑαυτοῦ καὶ ἑτέραν ὑπ’ ἄλλου, ὡς αἱ τῶν πλανήτων σφαῖραι τὴν μὲν ἐπὶ ἀνατολὰς ὑφ’ ἑαυτῶν, τὴν δὲ ἐπὶ δυσμὰς ὑπὸ τῆς ἀπλανοῦς, ὡμολογημένως κατὰ συμβεβηκὸς τὸ κινούμενον ὑφ’ ἑαυτοῦ καὶ ὑφ’ ἑτέρου κινεῖται. ἀλλὰ καὶ εἰ τὴν αὐτὴν ὑφ’ ἑαυτοῦ τε καὶ ὑφ’ ἑτέρου τι κινοῖτο, ὡς εἰ τὸν αὐθορμήτως ἐπί τινα τόπον βαδίζοντα συνεπωθοίη τις, οὐ καθ’ αὑτὸ ὑφ’ ἑαυτοῦ τε καὶ ὑφ’ ἑτέρου κινεῖται· οὔτε γὰρ ᾗ ὑφ’ ἑαυτοῦ ἔξωθεν, οὔτε ᾗ ἔξωθεν ὑφ’ ἑαυτοῦ, κατὰ συμβεβηκὸς δὲ μόνον ἡ αὐτή, ὅτι ἐν τῷ κινουμένῳ ἄμφω.
“然而,凡因自身而被运动属于其本质之中的事物,不应当被他者推动,除非是依偶性。” 即使依偶性被自身也被他者运动的事物,显然在因自身被运动的方面也并不因他者被运动。而依本性且就其自身而言(这正是“在本质之中”所表明的)因自身被运动的事物,在因自身被运动的方面不被他者运动(除非依偶性),这一点乃是更加明了的。因为如果一个运动因自身而另一个运动因他者,正如行星的天球向东由于自身、向西由于恒星天球而运动那样,因自身被运动者显然是依偶性被他者运动的。但即便某物在同一运动中既因自身也因他者被运动(例如有人协同推搡自愿走向某处的人),它也不是就自身而言既因自身也因他者被运动的;因为在因自身的方面它并非来自外部,在来自外部的方面它也并非因自身,唯独因为两者皆处于被运动者之中,该运动才依偶性是同一的。
"Ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἀγαθὸν ἢ δι’ αὑτὸ τὸ μὲν δι’ ἄλλο εἶναι τὸ δ’ ἑτέρου ἕνεκεν.3" Τῷ καθ’ αὑτὸ ἀγαθῷ τὸ δι’ ἄλλο ἀντιτίθησι, τῷ δὲ δι’ ἑαυτὸ τὸ ἑτέρου ἕνεκεν. οἷον ὑγεία καθ’ αὑτὴν ἀγαθὴ τελειότης οὖσα τοῦ ζῶντος σώματος, τὸ δὲ ὑγιεινὸν διὰ τὴν ὑγείαν· καὶ ἡ μὲν ἀρετὴ δι’ αὑτὴν ἀγαθή, ἐπειδὴ αὐτὴ τὸ οὗ ἕνεκα καὶ τέλος, ὁ δὲ πλοῦτος φέρε ἄλλου ἕνεκα καὶ ὅσα ὀργανικὰ λέγομεν ἀγαθά. οὐκ ἔστιν οὖν τὸ καθ’ αὑτό, ᾗ τοιοῦτον, δι’ ἄλλο, οὐδὲ τὸ δι’ ἑαυτὸ ὡς δι’ ἑαυτὸ ἄλλου ἕνεκα, οὐδὲ τὰ ἀντικείμενα ὁμοίως, ἀλλὰ κἂν τὸ αὐτὸ δι’ ἑαυτό τε ᾖ αἱρετὸν καὶ δι’ ἄλλο, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν λόγον.
“正如就自身而言的善或因自身之故的事物,绝不能一者因他物,另一者为他物之故。” 他把“因他物”与“就自身而言的善”相对立,把“为他物之故”与“因自身之故”相对立。例如健康是活着身体的完满,乃是就自身而言的善,而健康之物则是因健康之故;德性是因自身之故的善,因为它自身就是目的和终极,而例如财富则是为他物之故,以及所有我们称之为工具性的善亦然。因此,就自身而言的事物在其作为此类事物的意义上绝不因他物,因自身之故的事物在其作为因自身之故的意义上也绝不为他物之故,相反的事物亦同样如此;即使同一事物既因自身之故也因他物而值得选择,但也绝不是依据同一定义。
"Τὴν δὲ ψυχὴν ὑπὸ τῶν αἰσθητῶν μάλιστα φαίη ἄν τις κινεῖσθαι, εἴπερ κινεῖται." Ἐπειδὴ πάλιν τὴν σωματικὴν μόνην προσαγορεύει κίνησιν, καθ’ ἣν ὑπὸ τῶν αἰσθητῶν οὐχ ἡ ψυχὴ ἀλλὰ τὸ αἰσθητήριον κινεῖται διακρινόμενον ἢ συγκρινόμενον ἢ ὅλως ἀλλοιούμενον, ὃ καὶ Ἀριστοτέλης ἐνδεικνύμενος εἴπερ κινεῖται ἔφη.
“然而人们可以说,灵魂若确乎被运动,最主要乃是被感觉对象推动。” 因为他又一次唯独将物体性的运动称为运动,依据该运动,被感觉对象推动的不是灵魂而是感觉器官,它被分离、被聚合或总之发生质变;亚里士多德指示出这一点,因而说道“若确乎被运动”。
"Ἀλλὰ μὴν καὶ εἰ κινεῖ γε αὐτὴ ἑαυτήν, καὶ αὐτὴ κινοῖτ’ ἄν." Τὴν αὐτὴν γὰρ τὴν ἀλλοιωτικήν, ἐπειδὴ μόνη αὐτὴ δοκεῖ τῆς ψυχῆς σωματικὴ κίνησις, καὶ καθὸ ὑπὸ τῶν αἰσθητῶν γίνεται, ταύτῃ καὶ ὑφ’ ἑαυτῆς ἂν λέγοιτο, ἐπεὶ μὴ παρόντων καὶ δρώντων τῶν αἰσθητῶν οὐκ ἂν γένοιτο.
“然而如果它自己推动自己,它自身也会被运动。” 因为[它会被运动以]同一质变运动,既然唯有该运动似乎是灵魂的物体性运动;而且在它由感觉对象所产生的限度内,在这一方面它也可以被说成是由自身产生的,因为若感觉对象不临在并不发生作动,它就不会产生。
- 1.72ὡς κατὰ μόνην μὲν τὴν τοπικὴν ἔνδοθεν αὐτὴν παροῦσαν ζῆν, κατὰ μόνην δὲ τὴν ἔξοδον ἀποθνήσκειν
由连词 ὡς 引导的带不定式的宾格结构,表示结果(“以至于……”)。不定式 ζῆν 与 ἀποθνήσκειν 的逻辑主语是宾格代词 αὐτήν(在第一分句中有分词 παροῦσαν 与之同格),而对称的介词短语 κατὰ μόνην μὲν... 与 κατὰ μόνην δὲ... 则限定了生与死的各自条件。
- 1.74Οὐ δεῖ δὲ ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι πλὴν κατὰ συμβεβηκός
由非人称动词 δεῖ 支配的带不定式结构。带所属与格的关系代词 ᾧ 的从句置于其先行词代词 τοῦτο 之前,后者充当主句不定式 κινεῖσθαι 的宾格主语。在关系从句内部,名词化不定式 τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι 作主语,ἐν τῇ οὐσίᾳ 作表语。
- 1.75Ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἀγαθὸν ἢ δι’ αὑτὸ τὸ μὲν δι’ ἄλλο εἶναι τὸ δ’ ἑτέρου ἕνεκεν
由 ὥσπερ οὐδέ(“正如……也不……”)引导的比较从句,承接前一句的结构,省略的 δεῖ 支配不定式 εἶναι。主语部分的两个概念(τὸ καθ’ αὑτὸ ἀγαθόν 与[τὸ]δι’ αὑτό)分别与表语部分的分配短语严格对应:τὸ μέν 对应 δι’ ἄλλο(对应 καθ' αὑτό),τὸ δέ 对应 ἑτέρου ἕνεκεν(对应 δι' αὑτό)。
