- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:35.19-37.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明亚里士多德关于依本性运动者必受强制运动的论证仅适用于生成界中的动物,指出理性自愿性与强制的对立,并探讨了在推动者因被运动而推动时,形式在作动与受动层面的传递方式。
" Ἔτι δ’ εἰ φύσει κινεῖται, κἂν βίᾳ κινηθείη." Ἡ τῶν ἐν γενέσει ζῴων δηλαδὴ ψυχή, περὶ ἧς ὁ λόγος καὶ ἡ ὑπόθεσις 〈τὸ〉 τῷ κινεῖσθαι κινεῖν.1 οὐ γὰρ καθόλου ἠξίωται πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖσθαι, ὅπερ ψεῦδος διὰ τὰ οὐράνια, ἀλλ’ ἰδίως περὶ τῆς τοιαύτης εἴρηται ψυχῆς, ἥτις τὰς τοιαύτας κινεῖ κινήσεις τὰς καθ’ ὅλον τὸ ζῷον, αἷς καὶ τὸ βίαιον παρυφίσταται. ποτὲ γὰρ καθ’ ὅλα κατὰ φύσιν κινούμενα καὶ ἠρεμοῦντα ποτὲ καὶ βίᾳ πέφυκε κινεῖσθαι. καὶ ἡ ψυχὴ οὖν εἰ τῷ κινεῖσθαι κινεῖ, ποτὲ ἂν κινοῖτο, ἅτε μὴ ἀεὶ κινοῦσα. διὸ καὶ βίᾳ κινηθήσεται. ἢ οὔτε ἡ ψυχὴ ποτὲ κινεῖται, εἴ γε κατὰ τὴν ζωὴν κινεῖται, οὔτε τὸ καθ’ ὁρμὴν κινούμενον κἄν ποτὲ κινῆται, ἀνάγκη καὶ βίᾳ κινεῖσθαι· οὐ γὰρ ἑτέρωθέν ποθεν ἀλλ’ ἀφ’ ἑαυτοῦ ἀεὶ καὶ ἑκουσίως ὁρμῶν. ἐπὶ δὲ τῶν ἑτέρωθεν κινουμένων καὶ ἐπὶ τῶν σωματικῶν κινήσεων, εἰ ποτὲ γίνοιτο, ἀληθὲς τὸ ἀξίωμα. εἴ τι γὰρ τούτων φύσει κινεῖται, καὶ βίᾳ· καὶ τὸ ἀνάπαλιν εἰ βίᾳ, καὶ φύσει. οὐ γὰρ ἂν ἐβιάσθη μὴ πεφυκός, τὸ δὲ πεφυκὸς ἔχοι ἄν τινα κατὰ φύσιν κίνησιν. καὶ τοῦτο καὶ ἠρεμεῖν φύσει τε καὶ βίᾳ καλῶς ἀξιοῦται, καὶ εἰς ὃν φέρεται φύσει τόπον, καὶ μένειν κατὰ φύσιν ἐν τούτῳ (〈τὸ〉 γὰρ ὑπ’ ἄλλου κινούμενον ἐπὶ τὸ οἰκεῖον οὐκ ἀεὶ δηλαδὴ τὸ οἰκεῖον ἔχον πέφυκε), καὶ αὖθις εἰς τὸ μὴ οἰκεῖον ὑπό τινος γενέσθαι παρὰ φύσιν καὶ βίᾳ.
“再者,如果它是依本性被运动的,它也会被强制地运动。” 显然,他指的是生成之中的动物的灵魂,此处的论述和“通过被运动而推动”的假定正是关于它的。因为并非普遍地认定凡依本性被运动者亦皆被强制地运动——这因天体之故乃是虚假的——而是特指这样一种灵魂,它推动属于整个动物的此类运动,而强制性的运动也伴随于这些运动之中。因为作为一个整体有时依本性运动和静止的事物,其本性也在于有时被强制地运动。因此灵魂如果因被运动而推动,既然并非总是在推动,它有时也会被运动。由此它也将被强制地运动。或者毋宁说,如果灵魂是依照生命被运动的,它就绝非有时被运动;而依冲动被运动的事物即使有时被运动,也未必必然被强制地运动,因为它决不是从别处、而是始终由自身自发地发起冲动的。然而对于从别处被运动的事物以及物体性的运动而言,若有时发生,该公理便是真实的。因为这些事物若有任何依本性被运动,它也会被强制地运动;反之,若被强制,也会依本性被运动。因为若非具备本性,它就不会受强制,而具备本性者必具有某种符合本性的运动。此物也正当地被认定为既依本性也受强制地静止,以及朝向它依本性被运载的地方[运动]并依本性留在此处——因为被他者向其固有之所推动的事物,其本性显然并非始终占有其固有之所——以及再次由某物使其违反本性且受强制地处于非固有之所。
"Ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάττειν βουλομένῳ ῥᾴδιον ἀποδοῦναι." Διότι ὅλη αὐτοπροαίρετος ἡ λογικὴ ζωή, τῷ δὲ προαιρετῷ ἐναντίον τὸ βίαιον. διὸ καὶ ἐν ταῖς τυραννικαῖς ἀνάγκαις διαφαίνεται τὸ τῆς ψυχῆς ἑκούσιον, ἢ ἀντεχούσης ἢ οὔ, καί πως ἑκουσίως πρὸς τὴν ἀνάγκην ἐνδιδούσης.
“然而,灵魂会有怎样的强制运动与静止,即便对意欲虚构的人而言也不易说明。” 因为理性生命全然是自决选择的,而强制与出于选择之事正相冲突。因此,即使在专制的强迫之下,灵魂的自愿性也会显现出来,无论它是抗拒还是不抗拒,抑或在某种意义上自愿地向强迫屈服。
"Ἔτι δ’ εἰ μὲν ἄνω κινήσεται, πῦρ ἔσται." Ὅρα ὡς πανταχοῦ τὰς σωματικὰς ἀποσείεται τῆς ψυχῆς κινήσεις.
“再者,如果它向上运动,它将是火。” 看吧,他在各处是如何将物体性的运动从灵魂上拂落的。
"Ἔτι δέ, ἐπεὶ φαίνεται κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν τὰς κινήσεις ἃς καὶ αὐτὴ κινεῖται." Ἀεὶ μὲν τὸ κινοῦν κατὰ τὸ εἶδος ἵσταται τοῦ κινουμένου, ὡς ἔφη ἐν τῷ τρίτῳ τῆς Φυσικῆς· “εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τόδε ἢ τοιόνδε ἢ τοσόνδε, ὃ ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινήσεως, ὅταν κινῇ.” ἀλλ’ ἐνεργητικῶς μὲν πάντως, παθητικῶς δὲ ποτέ, ὅταν τῷ κινεῖσθαι κινῇ.2 ὁ μὲν γὰρ πατὴρ τῷ εἶναι αὐτὸς ἄνθρωπος ἄνθρωπον ποιεῖ καὶ ἐνεργῶν ἀνθρωπείως καὶ διακείμενος, ὁ δὲ ἥλιος ἄνθρωπον γεννᾷ ἐνεργῶν μὲν κατὰ τὸ ἀνθρώπειον εἶδος, οὐκ ὢν δὲ αὐτὸς ἄνθρωπος. καὶ ἡ μὲν χεὶρ τὸν κάλαμον τοπικῶς κινεῖ ἅμα τε ἐνεργοῦσα καὶ αὐτὴ τὴν τοπικὴν κίνησιν καὶ πάσχουσα, ἡ δὲ τῆς χειρὸς κινητικὴ ψυχὴ μόνον ἐνεργοῦσα τοπικῶς. εἴ γε μὴν τῷ πάσχειν ἐνήργει, εὔλογον ἂν ἦν κατὰ τὸ αὐτὸ ἄμφω γίνεσθαι εἶδος, τήν τε ἐνέργειαν καὶ τὸ πάθος. οὐ γὰρ τῇ κουφότητι ἀλλὰ τῇ θερμότητι θερμαίνει τὸ πῦρ, καὶ τῷ τοπικῶς κινεῖσθαι κινεῖ τὸν κάλαμον ἡ χείρ. ἀλλὰ τὸ ἀροτριῶν οὐκ ἀροτριᾶταί φασιν, οὐδὲ τὸ τύπτον τύπτεται· καίτοι κινούμενα κινεῖ· οὐδὲ ὁ οὐρανὸς ἀλλοιούμενος τὰ τῇδε ἀλλοιοῖ. ἐπειδή, φήσω, κἂν τῷ τοπικῶς κινεῖν τε καὶ κινεῖσθαι εἶχε ταῦτα, τὸ καὶ ἐνεργεῖν καὶ πάσχειν τὴν τοπικὴν κίνησιν,3 ἀλλ’ οὔτι γε τὴν ἀροτριαστικὴν ἢ τὴν πληκτικὴν ἢ τὴν ἀλλοιωτικὴν κίνησιν τῷ πάσχειν ἐνεδίδου τοῖς κινουμένοις, μόνῳ δὲ τῷ ἐνεργεῖν, τῷ προειλῆφθαι μὲν ἐν τῷ κινοῦντι τὸ τοῦ ἀποτελουμένου εἶδος, οὐ μὴν παθητικῶς, ἐνεργητικῶς δέ. οὐκοῦν οὐδὲ τὴν ψυχὴν κωλύσει τι ζωτικῶς κινουμένην ἐνεργεῖν τὰς σωματοειδεῖς κινήσεις. πῶς οὖν ὡς εὔλογον ὑπὸ τοῦ Ἀριστοτέλους ἀξιοῦται τὸ τὴν αὐτὴν κινεῖσθαι τὸ κινοῦν κίνησιν, ἐὰν κινῆται, ἣν κινεῖ, εἴγε μηδὲ ἐπὶ τῶν σωμάτων πάντως φαίνεται τοῦτο, μηδὲ ἐπ’ αὐτῆς ἔτι μᾶλλον τῆς ψυχῆς; διότι ὁ τῷ ἐνεργεῖν λέγων προειλῆφθαι ἐν τῷ κινοῦντι τὸ εἶδος, οὐχὶ δὲ ἐν τῷ πάσχειν δίδωσι μὴ ἀεὶ τὸ κινοῦν τῷ κινεῖσθαι κινεῖν. ἕπεται γὰρ καὶ κατὰ τὸ αὐτὸ τῆς κινήσεως εἶδος, ἵνα μὴ ὁπηοῦν ἀκίνητόν τι ὂν κινῇ. ταύτῃ οὖν καὶ τὸ ἀντίστροφον ἀληθές.
“再者,既然它显见在推动身体,那么合理的是,它正是推动那些它自身也被运动的运动。” 推动者总是相应于被推动者的形式而立,正如他在《物理学》第三卷中所言:“推动者将始终带来某种形式,或是一个‘这个’,或是‘某种性质’,或是‘如此数量’,当它推动时,这[形式]将是运动的本原和原因。”然而它在作动上始终是如此,而在受动上只是有时如此,即当它因被运动而推动时。因为父亲因自身是人而造人,既以人的方式作动,又处于如此的状态中;而太阳虽依人的形式作动而生人,自身却不是人。手在位置上推动芦苇笔时,它自身既作动该位置运动又承受该运动;但推动手的那种灵魂则唯独在位置上作动。如果它确实是通过承受而作动,那么作动和受动两者都依同一形式发生便是合理的。因为火不是以轻性而是以热性加热,手也是因在位置上被运动而推动芦苇笔。但是他们说:“耕耘者并不被耕耘,打击者并不挨打,尽管它们是在被运动中推动的;天体也不是通过发生质变而使此地之物发生质变的。”对此我要说,即使这些事物在其位置上的推动与被运动中兼具作动和承受位置运动,但它们决不是通过承受而将耕耘、打击或质变的运动赋予被推动者的,而唯独是通过作动,因为被成就者的形式乃是作动地而非受动地预先包含在推动者之中的。因此,绝无任何事物阻止灵魂在依生命被运动的同时作动物体样的运动。那么,如果即使在物体的情形下这也并非普遍显现,在灵魂自身的情形下更是如此,为何亚里士多德却认为“推动者若被运动,则被运动以它所推动的同一运动”乃是合乎情理的呢?因为断言形式是在作动中而非在受动中预先包含于推动者之中的人,便承认推动者并非总是因被运动而推动。因为[若因被运动而推动]遵循同一运动形式的结论便随之成立,以免某种以任何方式不动的存在进行推动。因此在这一方面,逆命题也是真实的。
- 1.67περὶ ἧς ὁ λόγος καὶ ἡ ὑπόθεσις 〈τὸ〉 τῷ κινεῖσθαι κινεῖν
短语〈τὸ〉 τῷ κινεῖσθαι κινεῖν 是带有定冠词的动词不定式结构,作为同位语说明前面的名词 ὑπόθεσις(假定)的具体内容。其中表示手段的与格 τῷ κινεῖσθαι(通过被运动)修饰及物动词不定式 κινεῖν(推动)。
- 1.70ἀλλ’ ἐνεργητικῶς μὲν πάντως, παθητικῶς δὲ ποτέ, ὅταν τῷ κινεῖσθαι κινῇ.
承接前文引文“推动者将始终带来某种形式”(εἶδος οἴσεται)的省略句。其对比结构表明:推动者在作动上始终具有(或赋予)该形式,但在受动上,唯有当它通过自身被运动而推动时,才偶尔具有(或承受)该形式。
- 1.70κἂν τῷ τοπικῶς κινεῖν τε καὶ κινεῖσθαι εἶχε ταῦτα, τὸ καὶ ἐνεργεῖν καὶ πάσχειν τὴν τοπικὴν κίνησιν
从句 κἂν ... εἶχε ταῦτα 构成让步条件句,意为“即使这些事物具有……”。其后带定冠词的不定式短语 τὸ καὶ ἐνεργεῖν καὶ πάσχειν τὴν τοπικὴν κίνησιν(兼具作动和承受位置运动)充当动词 εἶχε 的直接宾语。
