← 辛普里丘

亚里士多德《论灵魂》注释

§34.3-35.18

灵魂自相运动说的考察与运动概念的差异

在亚里士多德着手考察灵魂自相运动说之际,辛普里丘指出了柏拉图形而上学与生命意义上的运动概念同亚里士多德物理与可分意义上的运动概念之间的用法差异。此外,他结合《物理学》第八卷说明,灵魂并不像处于地方之中的物体那样依其自身被运动,而只能在偶性上涉及运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65

" Ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως." Ὁ σκοπὸς τὰς παραδεδομένας ἐξετάσαι δόξας καὶ ἐλέγξαι μὲν εἴ τι〈μὴ〉 ἀληθῶς εἴρηται, διαρθρῶσαι δὲ καὶ εἴ τι μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν παραδέδοται, ἵνα μὴ κατὰ ταῦτα τὰς τῶν πρεσβυτέρων ἡμεῖς ἐκδεχόμενοι δόξας καὶ ὡς ἀληθεῖς διὰ τὸ κλεινὸν τῶν παραδόντων προσιέμενοι σφαλλώμεθα. αὐτίκα τοῦ Πλάτωνος τῷ τῆς κινήσεως χρωμένου ὀνόματι καὶ ἐπὶ τῆς ψυχικῆς ζωῆς ὡς ἀνελιττομένης καὶ οὔτε μεριζομένης πάντῃ οὔτε καθαρῶς ἀμερίστου μενούσης, καὶ ταύτην κίνησιν προσαγορεύοντος διὰ τὴν ὅλως ἐκ τοῦ ἀμερίστου ὑπόβασιν, καὶ οὐσίαν τῆς ψυχῆς τὸ αὐτοκίνητον θεμένου, ὡς κατὰ ζωὴν οὐσιωμένης τοιαύτην, ὑποβᾶσαν μὲν τῆς ἀμερίστου οὐσίας ἀλλ’ οὐ πάντῃ ἐξεστῶσαν, ἵνα διὰ μὲν τοῦ κινητοῦ τὴν ὕφεσιν, διὰ δὲ τοῦ αὐτὸ τὴν ἐν τῷ ἀμερίστῳ μονὴν ἐνδείξηται, καὶ τὴν ἅμα ἐν ἑαυτῇ μένουσαν καὶ ἀφ’ ἑαυτῆς προϊοῦσαν, ὁ Ἀριστοτέλης,1 τὴν μεριστὴν καὶ κατὰ συνέχειαν ἀριθμουμένην μόνην εἰωθὼς προσαγορεύειν κίνησιν κατὰ τὴν παρὰ τοῖς πολλοῖς τοῦ ὀνόματος χρῆσιν, οὐ μόνον τῆς ψυχικῆς αὐτὴν ἀποφάσκει οὐσίας, ἀλλὰ μηδὲ ὁπωσοῦν καθ’ αὑτὴν κινεῖσθαι τὴν ψυχὴν ἀποφαίνεται.

“然而,首先必须考察关于运动的问题。” 其旨趣在于考察流传下来的各种见解,若有任何未被真实言说之处则予以反驳,若有任何不依照词语习用方式而流传下来的说法则加以辨析,以免我们因依循这些词语领会前辈的意见,又因传授者的声望而将其作为真实予以采纳,从而陷入谬误。例如,柏拉图也将“运动”一词用于指称灵魂的生命,视其为展开着的、既非完全可分也非纯然保持不可分的,并由于它从不可分者之中的彻底下降而将这种生命称为运动,且将“自相运动者”设定为灵魂的实体,因其依此类生命而实体化,它虽从不可分的实体下降却未完全脱离它——以便通过“被运动的”表明其降格,而通过“自”表明其留存在不可分者之中,它同时留存在自身内又从自身前进——与此相对,亚里士多德习惯于按照大众对该名称的用法,唯独将可分的且按连续性被计数者称为运动,他不仅断言运动不属于灵魂的实体,而且断定灵魂决不能在任何意义上依其自身被运动。

§1.66

"Ὅτι μὲν οὖν οὐκ ἀναγκαῖον τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, πρότερον εἴρηται." Ἐν γὰρ τῷ θῆτα τῆς Φυσικῆς ἀκροάσεως, ἐν ᾧ δέδεικται πάντα μὲν τὰ πρῶτα κινητικὰ καθ’ αὑτὰ ἀκίνητα, τὸ δὲ πρώτιστον καὶ κατὰ συμβεβηκὸς ἀκίνητον. καὶ νῦν ὑπομιμνήσκει διὰ τοῦ ἐν τῷ κινουμένῳ πλοίῳ ἠρεμοῦντος ἀνθρώπου, ὃς κινεῖταί πως ἐξ ἄλλου εἰς ἄλλον μεταφερόμενος τόπον, οὐχ ὁμοίως δὲ τῷ πλοίῳ, ὅτι τοῦτο μὲν καθ’ αὑτό, ὁ δὲ ἐν αὐτῷ ἠρεμῶν οὔτε καθ’ ὅλον ἑαυτὸν οὔτε κατὰ τὰ μόρια, ἀλλὰ τῷ ἐν τῷ κινουμένῳ εἶναι. κατὰ συμβεβηκὸς μὲν οὖν συγχωρεῖ τὴν ψυχὴν κινεῖσθαι κινήσεις, ἃς τὸ ἐν ᾧ ἐστι σῶμα κινεῖται· οὐ μὴν καθ’ αὑτήν. τέτταρες δὲ αἱ κινήσεις τῆς οὐσιώδους οὐ κατηριθμημένης μεταβολῆς, ἀλλὰ τῶν κατὰ τὰ τρία γένη, ὧν ἡ κατὰ ποσὸν μία μὲν οὐκ ἔχουσα δὲ κοινὸν ὄνομα ὡς δύο ἠρίθμηται, καθάπερ καὶ ἐν Κατηγορίαις. ὅτι οὖν μηδεμίαν τῶν σωματικῶν καθ’ ἑαυτὴν κινεῖται ἡ ψυχή, ἐκ τοῦ τόπου ὑπέμνησται. τὸ γὰρ ὁποιανοῦν αὐτῶν κινούμενον ἢ σῶμα ἁπλοῦν ἐστιν ἢ σύνθετον ὡς τὸ ζῷον· ταῦτα δὲ ἐν τόπῳ. καὶ τοῦτο δηλοῖ τὸ τὰς λεχθείσας κινήσεις ἐν τόπῳ εἶναι, ὡς τῷ ἐν τόπῳ ὄντι ὑπαρχούσας,2 τουτέστι τῷ ἄλλοθι τὰ οἰκεῖα ἔχοντι μόρια, ἵνα μερισταὶ οὖσαι τοῦ μεριστοῦ ὦσιν ἐντελέχειαι. ἡ δὲ ψυχὴ οὐκ ἐν τόπῳ, ὅλη ἁπανταχοῦ τῷ σώματι παροῦσα, ὡς καὶ ἡ ἐσχάτη αὐτῆς ζωὴ δηλοῖ ἡ ἁπτική, ὅλη ἐν ἑκάστῳ ἡμῶν παροῦσα μορίῳ· τῶν γοῦν διαφόροις προσπιπτόντων μορίοις αἰσθητῶν ἡ αὐτὴ ἀντιληπτική, τήν τε ταυτότητα αὐτῶν καὶ τὴν ἑτερότητα κρίνουσα οὐ κατὰ τὰ μόρια ἑαυτῆς, ἀλλὰ καθ’ ὅλην ἑαυτὴν πάντων, ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο.3 // ἀλλὰ πῶς οὐκ ἀλλοιοῦται, ἢ ἐξ ἀπαιδευσίας ἢ κακίας εἰς ἀρετὴν ἢ ἐπιστημονικὴν μεταβάλλουσα ἕξιν; ποιότητες γὰρ αἱ ἕξεις. ἀλλ’ ὡς ἐν τῷ ἦτα εἴρηται τῆς Φυσικῆς, αἱ μεταβολαὶ καὶ ἐνταῦθα μετὰ τὰ πάθη γίνονται, ἅ ἐστιν οὐ τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου. / ἡ μὲν γὰρ ἀθρόα παρουσία τῆς ἕξεως ἐν τῇ ψυχῇ, ἡ δὲ πρὸ τῆς παρουσίας διεξοδικὴ μεταβολὴ ἐν τῷ συνθέτῳ. καὶ σαφέστερον ταῦτα καὶ ἡμῖν ἐν τοῖς εἰς ἐκεῖνα γεγραμμένοις ὑπέμνησται. / ἐπεὶ δ’ οὐκ ἐν τόπῳ ἡ ψυχή, οὐδ’ ἂν κινοῖτο τὰς τῶν ἐν τόπῳ ὄντων κινήσεις, εἰ μὴ κατὰ συμβεβηκός· ἀλλ’ εἴπερ φύσει κινήσεως μετέχει, τουτέστιν εἰ μὴ κατὰ τὸ ἐν ᾧ ἐστιν ἀλλὰ καθ’ ἑαυτήν, καὶ ἐν τόπῳ ἔσται.

“因此,推动者自身也被运动并非必然,先前已经被说明了。” 因为在《物理学》第八卷中已经证明,所有第一推动者就其自身而言都是不动的,而至高第一者甚至在偶性上也是不动的。如今他通过在运动着的船中静止的人来提醒这一点:此人因从一处被运载到另一处而以某种方式被运动,但并不与船相同;因为船是依其自身被运动的,而在船中静止的人既不是依其自身整体、也不是依其各部分被运动,而是因处于被运动者之中而被运动。因此,〔亚里士多德〕允许灵魂附带地被赋予那些它所处的身体被运动的运动,但决不容许它依自身被运动。运动有四种,因为实体的变化未被计入,而是计入了按照三个范畴的变化,其中按照数量的运动虽是一种,但因缺乏共同名称而被算作两种,正像在《范畴篇》中一样。因此,灵魂绝不依其自身作任何物体性的运动,乃是通过“地方”得到提醒的。因为以其中任何一种运动被运动者,要么是单纯的物体,要么是复合体(如动物);而这些都在地方之中。这就是说,上述诸运动都在地方之中,属于在地方之中的事物,即属于其各部分处于不同位置的事物,以便作为可分的运动成为可分者的现实性。但灵魂不在地方之中,而是整体且无处不在地临在于身体中,正如其最低级的生命(即触觉生命)所显明的那样,它整体地临在于我们的每个部分之中;无论如何,面对触及不同部分的感觉对象,乃是同一个灵魂在领会,并判定它们的同一与相异,不是依照自身的各部分,而是依照自身的整体面对所有对象,否则就如同我感知这一对象而你感知那一对象一样。然而,当灵魂由无知或邪恶转向德性或科学品质时,它怎么能不发生质变呢?因为品质乃是性质。但是,正如在《物理学》第七卷中所说,此处的诸变化也是紧随情感而发生的,而这些情感不属于灵魂,乃属于动物。因为品质一蹴而就的临在是在灵魂之中,而临在之前的历程性变化则发生在复合体之中。这些事情在我们关于那些著作的注解中也已被更清晰地阐明。既然灵魂不在地方之中,它若非由于附带,就不会作处于地方之中的事物的运动;然而,如果它在本性上分有运动,即不是按照它所处于其中的事物而是依其自身分有运动,那么它也必将在地方之中。

语法注3 条
  1. 1.65αὐτίκα τοῦ Πλάτωνος τῷ τῆς κινήσεως χρωμένου ὀνόματι ... ὁ Ἀριστοτέλης

    从 αὐτίκα τοῦ Πλάτωνος 开始的句子是一个由多个分词(χρωμένου, προσαγορεύοντος, θεμένου)串联构成的长篇属格独立结构,与主句的主语 ὁ Ἀριστοτέλης 及其谓语动词(οὐ μόνον ... ἀποφάσκει ..., ἀλλὰ ... ἀποφαίνεται)形成呼应与对比。该结构旨在将柏拉图对运动的形而上学运用同亚里士多德坚持日常物理用法的立场进行对照。

  2. 1.66τὸ τὰς λεχθείσας κινήσεις ἐν τόπῳ εἶναι, ὡς τῷ ἐν τόπῳ ὄντι ὑπαρχούσας

    带冠词的不定式短语 τὸ ... εἶναι 作为 δηλοῖ 的主语(或宾语,意为“上述运动存在于地方之中这一事实”),随后的 ὡς τῷ ἐν τόπῳ ὄντι ὑπαρχούσας 则通过与不定式主语(τὰς λεχθείσας κινήσεις)一致的宾格分词,说明其依据与具体内涵。

  3. 1.66ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο

    连词 ἐπεὶ 在此处作省略式的反事实推论(“否则就……”),后接比较句式 ὅμοιον ὡς εἰ(“就如同假使……一样”),并搭配希求法 αἴσθοιο。该惯用句式生动揭示了若灵魂不是作为整体而是分部分进行感知所必然导致的荒谬结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:34.3-35.18